Quod Omnis Probus Liber Sit

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὁ γοῦν Ἑρμῆς πυνθανομένῳ μέν, εἰ φαῦλός ἐστιν, ἀποκρίνεται·

  • "ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον
  • πρὸς σχῆμα σεμνὸς κοὐ ταπεινὸς οὐδ’ ἄγαν
  • εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν
  • ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος. —
  • οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας
  • αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν
  • πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις,
  • ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.“
  • εἶτ’ ἐπιλέγει·
  • "τὸ εἶδος αὐτό σου κατηγορεῖ
  • σιγῶντος, ὡς εἴης ἂν οὐχ ὑπήκοος,
  • τάσσειν δὲ μᾶλλον ἢ ’πιτάσσεσθαι θέλοις.“
  • ἐπεὶ δὲ καὶ πριαμένου Συλέως εἰς ἀγρὸν ἐπέμφθη,

    διέδειξεν ἔργοις τὸ τῆς φύσεως ἀδούλωτον· τὸν μὲν γὰρ ἄριστον τῶν ἐκεῖ ταύρων καταθύσας Διὶ πρόφασιν εὐωχεῖτο, πολὺν δ’ οἶνον ἐκφορήσας ἀθρόον εὖ μάλα κατακλιθεὶς ἠκρατίζετο.

    Συλεῖ δὲ ἀφικομένῳ καὶ [*](1 ὡς om. M 2 δεσπόταις F1 γοῦν] γὰρ G πυνθανομένω μέν M: πυνθανομένοις ἡμίν ceteri (Turn.) εἰ M: ὡς ceteri (Turn.) 3 ἀποκρίνεται om. M 4 ἥκιστα φαῦλος om. M φαύλως H1P 5 πρὸς σχῆμα Α: πρόσχημα ceteri (v) ; τὸ σχῆμα Herwerden (Nauck) κοὐ FGQ: καὶ οὐ ceteri 5.6 οὐδ’ ἄγαν—δοῦλος om. M 6 εὔογκος] εὐοίκους H1P 68 om. HP, add. mg Η 7 ξύλῳ] ζήλω L (Turn.) 8 οὐδεὶς δ’ ἐς] οὐ δεῖσθαι Μ ἐς οἴκους] εἰς οἴκου AT δεσπότην ἀμείνονα AQT 9 αὐτοῦ codd. δὲ HPT δ’ εἰσορῶν] διορῶν M 10. 11 πᾶς—ταῦρος om. M 10 πᾶς τις] ἃ πᾶς F γέμει(??) F 11 ὡς λέοντος transp. G ἐμβολήν] ἐντολὴν M 12 εἶτα F 13 τὸ εἶδος codd.: τὸ ἦθος Η2 (v) ; τό γ’ εἶδος coni. Elmsley αὑτό Elmsley: αὐτοῦ MFGHP (v), om. AQT σου Mang.: οὐ F, οὗ ceteri κατηγορεῖ codd.: κατηγορῶ Mang. 14 σιγῶντος ὡς εἴης ἂν om. M εἴης ἂν codd.: ἂν εἴης Mang. 15 δέ τάσσειν transp. M 71 ’πιτάσσεσθαι FG: ἢ ἐπιτάσσεσθαι ceteri (v) θέλεις AQT 16 δὲ om. Συλέως] συλλέγειν AQT, λέγω M 17 τὸν] τῶν Α ἐκεῖ ταύρων] ἓξ ἑταίρων Μ (??) 18 Διὶ πρόφασιν εὐωχεῖτο] διευωχεῖτο πρόφασιν M ἐκφορήσας MF: ἐκσυμφορήσας G, ἐμφορήσας AQT mg Η2 mg Ρ2, (v), om. Η1Ρ1 19 ἀθρόον] ἄθρουν FGAHP, ἄθρους M, om. QT ἄθροον v) εὑ om. M Συλεῖ δὲ ἀφικομένῳ] συνδιαφικομένω M Συλεῖ] σέλει Α δ’ Α) [*](4 Eur. frg. 688 (v. 1—4). 689 (5—8). versus 5—8 Sylei potius Nauck. 13 Eur. frg. 690.)

    v.6.p.30
    δυσανασχετοῦντι ἐπί τε τῇ βλάβῃ καὶ τῇ τοῦ θεράποντος ῥᾳθυμίᾳ καὶ τῇ περιττῇ καταφρονήσει μηδὲν μήτε τῆς χρόας μήτε ὧν ἔπραττε μεταβαλὼν εὐτολμότατά φησι·
  • "κλίθητι καὶ πίωμεν, ἐν τούτῳ δέ μου
  • τὴν πεῖραν εὐθὺς λάμβαν’, εἰ κρείσσων ἔσῃ.“
  • τοῦτον οὖν πότερον δοῦλον ἢ κύριον ἀποφαντέον τοῦ δεσπότου,

    μὴ μόνον ἀπελευθεριάζειν ἀλλὰ καὶ ἐπιτάγματα ἐπιτάττειν τῷ κτησαμένῳ καὶ εἰ ἀφηνιάζοι τύπτειν καὶ προπηλακίζειν, εἰ δὲ καὶ βοηθοὺς ἐπάγοιτο, πάντας ἄρδην ἀπολλύναι τολμῶντα; γέλως οὖν ἂν εἴη καὶ φλυαρία πολλὴ τὰ κατὰ τὰς λεγομένας ὠνὰς γράμματα, ἐπειδὰν τῇ καθ’ ὧν γράφεται παρευημερηθῇ σθεναρωτέρᾳ δυνάμει, χαρτιδίων ἀγράφων ἀκυρότερα, ὑπὸ σέων ἢ χρόνου ἢ εὐρῶτος εἰς ἅπαν διαφθαρησόμενα.

    Ἀλλ’ οὐ χρή, φήσει τις, τὰς τῶν ἡρώων παράγειν εἰς πίστιν ἀρετάς· μείζους γὰρ ἢ κατὰ ἀνθρωπίνην φύσιν γενομένους Ὀλυμπίοις ἁμιλλᾶσθαι, μικτῆς γενέσεως, ἀθανάτων καὶ θνητῶν ἀνακραθέντων σπερμάτων, ἐπιλαχόντας, ἡμιθέους εἰκότως προσαγορευθέντας, τοῦ θνητοῦ μίγματος ὑπὸ τῆς ἀφθάρτου μερίδος κατακρατηθέντος, ὡς μηδὲν εἶναι παράδοξον, εἰ τῶν ἐπ’ αὐτοῖς δουλείαν τεχναζόντων ὠλιγώρουν. ἔστω ταῦτα. μὴ καὶ Ἀνάξαρχος ἢ Ζήνων ὁ Ἐλεάτης ἥρωες ἢ ἐκ θεῶν;

    ἀλλ’ [*](1 δυσανασχετοῦνθ᾿ G, δυσαναισχυντοῦντι F τε] γε Μ ῥᾳθυμίᾳ] βλασφημία AQT 1. 2 καὶ τῆ M: καὶ ἐπὶ τῆ ceteri (v) 2 μήθ’ ὧν M ἔπραττε] ἐπέτρεπε M 3 μεταβαλὼν MFA: καταβαλὼν ceteri (Turn.) εὐτολμώτατα Η 4 κλίθητι om. M πίνωμεν F δέ μου] μὲν F 5 πεῖραν] χεῖρα M εὐθὺς AP2: ἐκ θεοῦ M, εὐθὺ ceteri (v) λάμβαν’ εἰ G (coni. Mang.): λάμβανε MFH1P, λάμβανε καὶ AQTH2 (v) κρείσσων] κρεῖττον MH1P, κρείττων ceteri ἔσῃ] ἔτι M 6 ἀποφαντέον τοῦ δεσπότου M: τοῦ δεσπότου ἀποφαντέον ceteri (v) ante μὴ add. ὡς AQT 7 ἐπίταγμα Α ἐπιτάττειν M: ἐπιτάσσειν ceteri (v) post κτησαμένῳ add. τολμῶνται ὡς Mang. (cf. 1. 9) 8 ἀφηνιάζει AQT εἰ δέ om. M 9 ἄρδην] ἀρ’ οὖν M τολμῶντα M: om. ceteri (v) γέλως] ὡς M ἂν οὑν transp. FG εἴη om. M καὶ φλυαρία εἴη transp. F πολλὴ om. AT 10 τῆ G: om. ceteri (v) ὧν] 5 AQT γράφηται FH1P 11 παρευημερηθῇ M: παρευημερηθείη ceteri (Turn.) σθεναρώτερον F1 χαρτίδια T ἀκυρώτερα MFGA 12 ὑπὸ σέων G: ὑπόψεων M, ὑπὸ σητῶν ceteri (v) χρόνου] χρόνων HP (v) ἢ εὐρῶτος ἢ χρόνου transp. AQT εἰσάπαν M, ἐσάπαν Α τὰ διαφθαρησόμενα M 13 παράγειν] παρασκευὰς M ἐς Α 14 ἢ] καὶ F κατ’ FG φύσιν] οὐσίαν M 15 post ἁμιλλᾶσθαι add. δεῖ Α μικτῆς] τῆς Α καὶ] ἡ AT 16 ἡμιθέου εἰκότως προσαγορευθέντος P 19 μὴ καὶ] καὶ μὴν AQT) [*](4 Eur. frg. 691. 13 sqq. cf. Cic. de offic. I 118 sq.)

    v.6.p.31
    ὅμως ὑπὸ τυράννων ὠμοθύμων καὶ τὴν φύσιν πικρῶν ἔτι μᾶλλον ἐπ’ αὐτοῖς ἐκθηριωθέντων στρεβλούμενοι κεκαινουργημέναις αἰκίαις, ὥσπερ ἀλλότρια ἢ ἐχθρῶν ἐπιφερόμενοι σώματα, μάλα καταφρονητικῶς ἠλόγουν τῶν φοβερῶν.

    τὴν γὰρ ψυχὴν ἐθίσαντες ἐξ ἀρχῆς δι’ ἐπιστήμης ἔρωτα τῆς μὲν πρὸς τὰ πάθη κοινωνίας ἀφίστασθαι, παιδείας δὲ καὶ σοφίας περιέχεσθαι, μετανάστιν μὲν σώματος εἰργάσαντο, φρονήσει δὲ καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς σύνοικον ἀπέφηναν.

    τοιγαροῦν ὁ μὲν κρινόμενος καὶ κατατεινόμενος ὑπὲρ τοῦ τι τῶν ἀρρήτων ἐκλαλῆσαι, πυρὸς καὶ σιδήρου, τῶν ἐν τῇ φύσει κραταιοτάτων, φανεὶς δυνατώτερος, ἀποτραγὼν τοῖς ὀδοῦσι τὴν γλῶτταν εἰς τὸν βασανιστὴν ἠκόντισεν, ἵνα μηδ’ ἄκων ἃ καλὸν ἡσυχάζειν φθέγξηται βιασθείς.

    ὁ δὲ τλητικώτατα εἶπε· „πτίσσε τὸν Ἀναξάρχου ἀσκόν· Ἀνάξαρχον γὰρ οὐκ ἂν δύναιο." αὗται γέμουσαι θράσους αἱ εὐτολμίαι τὴν ἡρωϊκὴν εὐγένειαν οὐ μετρίως ὑπερβάλλουσι, διότι τοῖς μὲν τὸ κλέος ἐν τοῖς φυτεύσασιν ἀκούσιον, τῶν δ’ ἐν ἑκουσίοις ἀρεταῖς, αἳ τοὺς ἀδόλως χρωμένους ἀθανατίζειν πεφύκασι.

    Παλαιστὰς οἶδα καὶ παγκρατιαστὰς πολλάκις ὑπὸ φιλοτιμίας καὶ τῆς εἰς τὸ νικᾶν σπουδῆς, ἀπαγορευόντων αὐτοῖς τῶν σωμάτων, μόνῃ ψυχῇ διαπνέοντας ἔτι καὶ διαθλοῦντας, ἣν ἐθίσαντες καταφρονητικῶς ἔχειν τῶν φοβερῶν ἐγκαρτεροῦσιν ἄχρι τῆς τοῦ βίου τελευτῆς.

    εἶτ’ οἰόμεθα τοὺς μὲν ἀσκητὰς τῆς ἐν σώμασιν εὐτονίας ἐπιβεβηκέναι φόβῳ [*](1 τὴν φύσιν M: τῆ φύσει ceteri (v) πικρῶν] μικρῶν M ἔτι om. G 2 αἰκίαις] αἰτίαις PQT 3 ἀλλοτρίων AQT ἠλόγουν] ἢ λόγους T 4 δι’ ἐπιστήμης ἔρωτα] ἐπιστήμης ἔρωτι M 5 τῆς πρός μὲν M 6 περιέχεσθαι GH: παρέχεσθαι MFP, ἔχεσθαι AQT μετανάστιν] μεταναστεῖν FHP; μετανάστασιν εἰ Mang. σώματος] τοῦ σώματος Η (v) ἀνδρία Α, ἀνδρία FG 7 ἀπέφηναν] ἀπέδειξαν M ὁ μὲν om. M κρινόμενος M: κρεμάμενος ceteri (v) 8 τι om. M ἀρρήτων] ἀπορρήτων PT 9 δυνατότερος M 9. 10 ἀποτραγὼν MF: ἀποτρώγων ceteri (v) 10 ἠκόντισεν] προσέπτυσεν coni. Mang. 11 ἃ καλὸν ἡσυχάζειν M: ἡσυχῆ λόγον F, λόγον ἡσυχῆ ceteri (Turn.) φθέγξηται FGHP: φθέγξοιτο M (Mang.), φθέγγηται AQT πληκτικώτατα HAQT (Turn.) 12 πτίσσε] πίττε HL (sed πτῆσσε mg L), πῖπτε F1, τύπτε AP ἀσκὸν] θύλακον scribi voluit Mang. 13 γέμουσι Α θάρσους Α 14 ὑπερβάλλουσι v: ὑπερβάλλουσαι codd. τοῖς μέν] τῆς μέν FAP τῶν] τὸ M 15 ἐν om. AQT 15. 16 πεφύκασι παλαιστάς. Οἶδα Turn. (Richt.) φιλοτιμίας] φιλονεικίας M 18 διαπλέοντας Q ἐγκαρτερῶσιν M τῆς om. AQT τοῦ] καὶ QT 20 φόβου Μ) [*](7 sqq. cf. Cic. Tusc. II 52. Valer. Max. III 3, 4 [Dio Chrys.] 37, 45. Diog. La. IX 27. 59. Clem. Alex. Strom. IV 7 p. 589 P. Tertull. Apolog. 50.)

    v.6.p.32
    θανάτου ἢ δι’ ἐλπίδα νίκης ἢ ὑπὲρ τοῦ μὴ τὴν ἰδίαν ἧτταν ἐπιδεῖν, τοὺς δὲ τὸν ἀόρατον νοῦν γυμνάζοντας ἐν ἑαυτοῖς, ὃς ἀψευδῶς ἄνθρωπός ἐστιν οἶκον ἐπιφερόμενος τὸ αἰσθητὸν εἶδος, καὶ λόγοις μὲν τοῖς ἐκ φιλοσοφίας ἔργοις δὲ τῆς ἀρετῆς ἀλείφοντας οὐχ ὑπὲρ ἐλευθερίας ἐθελήσειν ἀποθνῄσκειν, ἵν’ ἐν ἀδουλώτῳ φρονήματι τὴν εἱμαρμένην ἀνύσωσι πορείαν;

    ἐν ἀγῶνί φασιν ἱερῷ δύο ἀθλητὰς ἰσορρόπῳ κεχρημένους ἀλκῇ, τὰ αὐτὰ ἀντιδρῶντάς τε καὶ ἀντιπάσχοντας, μὴ πρότερον ἀπειπεῖν ἢ ἑκάτερον τελευτῆσαι.

  • „δαιμόνιε, φθίσει σε τὸ σὸν μένος",
  • εἴποι τις ἂν ἐπὶ τῶν τοιούτων.

    ἀλλὰ γὰρ οὖν κοτίνων μὲν χάριν καὶ σελίνων εὐκλεὴς ἀγωνισταῖς ἡ τελευτή, σοφοῖς δὲ οὐ πολὺ μᾶλλον ἐλευθερίας, ἧς ὁ πόθος ταῖς ψυχαῖς μόνον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐνίδρυται καθάπερ τι μέρος ἡνωμένον οὐ τῶν ἐπιτυχόντων, οὗ διακοπέντος ἅπασαν τὴν κοινωνίαν φθείρεσθαι συμβέβηκε;

    Λακωνικοῦ παιδὸς ᾄδεται παρ’ οἷς ἔθος ἰχνηλατεῖν ἀρετὰς τὸ ἐκ γένους ἢ φύσεως ἀδούλωτον· ἐπειδὴ γὰρ αἰχμάλωτος ἀπαχθεὶς ὑπό τινος τῶν Ἀντιγόνου τὰς μὲν ἐλευθέρας χρείας ὑπέμενε, ταῖς δὲ δουλικαῖς ἠναντιοῦτο φάσκων οὐχὶ δουλεύσειν, καίτοι μήπω τοῖς Λυκούργου νόμοις παγίως ἐντραφῆναι διὰ τὴν ἡλικίαν δυνηθείς, ὅτι μόνον αὐτῶν ἐγεύσατο, τοῦ παρόντος ἀβιώτου βίου [*](2 ἀκήρατον coni. Mang. ἑαυτοῖς] αὐτοῖς AT ὃς] ὅσον F 3 ἀποφερόμενος AQT τοῖς] τῆς F 3. 4 ἐκ φιλοσοφίας] εἰς φιλοσοφίαν GH (Turn.) 5 εἱμαρμένης FG 6 φησιν F 7 ταὐτὰ δρῶντάς τε καὶ πάσχοντας M 8 τελευτήσειν AQT 10 εἴποι τις ἄν M: εἴποι ἄν τις ceteri (v) οὑν codd. (ἦν G): ὑπὲρ V μὲν χάριν M: om. ceteri (v) 11 εὐκλεὴς] εὐκλείης ἡ τελευτή] ἥδε λύπη M δ’ M πολὺ] πολλῶ Η (v) 12 ἐλευθερία AT ἧς] οἶς F μόνον] μᾶλλον F ἐνίδρυται εἰ δεῖ τἀληθὲς εἰπεῖν H ἵδρυται M 13 ἡνωμένον codd. (Mang.): ἡνωμένων Turn. οὐ τῶν ἐπιτυχόντων om. in lac. G οὐ τῶν] οὗ τῶν ATP, αὐτῶν M post ἐπιτυχόντων add. ἔστιν AQT οὑ eras. F πᾶσαν T 14 ᾅδεται] εἴρηται AQT 15 ἔθος ἰχνηλατεῖν M: ἰχνηλατεῖν ἔθος ceteri (v) ἀρετὰς M: τὰς ἀρετὰς ceteri (v) 16 ἀπαχθεὶς codd.: ἀπήχθη v τῶν ἀντιγόνων M 17 ὑπέμενε M: ὑπέμενεν AQTP, ὑπέμεινεν FGH (Turn.) ταῖς δὲ δουλικαῖς M: ἐν 81 τοῖς δουλικοῖς H (Turn.), ὲν δὲ ταῖς δουλικαῖς ceteri 18 παγίοις M 19 ὅτι] ὅτι μὴ F τοῦ om. M ἀβιώτου βίου M: βιωτοῦ βίαιον PT, βιότου βίαιον AQH (v), βίου βίαιον FG) [*](9 Hom. II. Z 407. 14 sqq. Seneca Epist. 77, 14 exempla nunc magnorum virorum me tibi iudicas relaturum? puerorum referam. Lacon ille memoriae traditur impubis adhuc, qui captus clamabat ‘non serviam’ sua illa dorica lingua et fidem imposuit: ut primum iussus est servili fungi et contumelioso ministerio, . . inlisum parieti caput rupit.)

    v.6.p.33
    θάνατον εὐτυχέστερον κρίνας, ἀπογνοὺς ἀπολύτρωσιν, ἄσμενος ἑαυτὸν διεχρήσατο.

    λέγεται δὲ καὶ πρὸς Μακεδόνων ἁλούσας Δαρδανίδας γυναῖκας αἴσχιστον κακὸν δουλείαν ὑπολαβούσας οὓς ἐκουροτρόφουν παῖδας εἰς τὸ βαθύτατον τοῦ ποταμοῦ ῥίπτειν ἐπιφωνούσας· „ἀλλ’ ὑμεῖς γε οὐ δουλεύσετε, πρὶν δ’ ἄρξασθαι βίου βαρυδαίμονος, τὸ χρεὼν ἐπιτεμόντες ἐλεύθεροι τὴν ἀναγκαίαν καὶ πανυστάτην ὁδὸν περαιώσεσθε.“

    Πολυξένην δὲ ὁ τραγικὸς Εὐριπίδης ἀλογοῦσαν μὲν θανάτου φροντίζουσαν δὲ ἐλευθερίας εἰσάγει δι’ ὧν φησιν·

  • „ἑκοῦσα θνῄσκω, μή τις ἅψηται χροὸς
  • τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως,
  • ἐλευθέραν δέ μ’, ὡς ἐλευθέρα θάνω,
  • πρὸς θεῶν μεθέντες κτείνατε.“
  • εἶτ’ οἰόμεθα γυναίοις μὲν καὶ μειρακίοις, ὧν τὰ μὲν φύσει ὀλιγόφρονα τὰ δὲ ἡλικίᾳ εὐολίσθῳ χρώμενα, τοσοῦτον ἐλευθερίας ἔρωτα ἐντήκεσθαι, ὡς ὑπὲρ τοῦ μὴ ταύτην ἀφαιρεθῆναι πρὸς θάνατον ὡς ἐπ’ ἀθανασίαν ὁρμᾶν, τοὺς δὲ σοφίας ἀκράτου σπάσαντας οὐκ εὐθὺς ἐλευθέρους εἶναι, πηγήν τινα εὐδαιμονίας τὴν ἀρετὴν ἐν ἑαυτοῖς περιφέροντας, ἣν ἐπίβουλος οὐδεμία πώποτε δύναμις κατέζευξε τὸν ἀρχῆς καὶ βασιλείας ἔχουσαν αἰώνιον κλῆρον;

    ἀλλὰ γὰρ καὶ δήμους ὅλους ἀκούομεν ὑπὲρ ἐλευθερίας ἅμα καὶ πίστεως τῆς πρὸς ἀποθανόντας εὐεργέτας [*](1 προκοίνας P ἀσμένως MAQT αὐτόν F 2 Μακεδόνων] λακεδαιμονίων M ἁλούσας M: om. ceteri (Turn.) δαρδανίδας M: τὰς δαρδανίδας ceteri (v) γυναῖκας om. AQT 3 κακῶν FG δουλείας Α 4 ῥιπτεῖν M 5 δ’ ἄρξασθαι G: δ’ ἄρξεσθε (corr. ex δ’ ἄρξασθαι) Α, δράξασθαι M, ἄρξασθαι F, δὲ ἄρξασθαι HPQT τό χρεὼν M: om. in lac. 6—7 litt. G, ceteri (Turn.) 6 πανυστάτην καὶ ἀναγκαίαν transp. Q, ἀναγκαίαν καὶ om. T περαιώσασθε FAQ 7 δ’ MA τραγικὸς MFG: τραγῳδὸς AHP (Turn.), τραγῳδικός QT δ’ MA 9 τις] πως M ἅψαιτο QT ο ος χρωτὸς F 10 γάρ] δέ AQT δέριν F, δέρρϊν Α 11 μ’ G: ἔχουσαν M, μ’ οὖσαν ceteri (Turn.) 11. 12 ὡς—κτείνατε G: om. ceteri (Turn.) 13 εἶτ’ οἰόμεθα] ἐγγυώμεθα M 14 ὀλιγότροφα AT δ’ M 15 πρὸς θάνατον M: εἰς θάνατον ceteri (v) 16 ἀθανασίας P ἀκράτως AQT 17 πηγήν τινα M: γῆν τινα FG, ἀμιγῆ τὴν ceteri (Turn.) εὐδαιμονίας τὴν ἀρετὴν MFG: εὐδαιμονίαν τῆς ἀρετῆς ceteri (Turn.) ἐν add. Mang. περιφέροντες ἃς H, ἐπιφέροντες P 18 δύναμις πώποτε transp. AQT ἀρχῆς] ἐξ ἀρχῆς Μ 19 γάρ om. Α 19.20 ὑπὲρ ἐλευθερίας ἀκούομεν transp. M 20 πρός om. T εὐεργέτας] ἐλευθερίας M) [*](9 sqq. Eur. Hec. 548 sqq.)

    v.6.p.34
    αὐθαίρετον πανωλεθρίαν ὑποστάντας, ὥσπερ φασὶν οὐ πρὸ πολλοῦ Ξανθίους. ἐπειδὴ γὰρ εἷς τῶν ἐπιθεμένων Ἰουλίῳ Καίσαρι, Βροῦτος, ἐπιὼν ἐπ’ αὐτοὺς ἐστράτευσε, δεδιότες οὐ πόρθησιν ἀλλὰ δουλείαν τὴν ὑπ’ ἀνδροφόνου κτείναντος ἡγεμόνα καὶ εὐεργέτην — ἀμφότερα γὰρ ἦν αὐτῷ Καῖσαρ — ἀπεμάχοντο μὲν ἐφ’ ὅσον οἷοί τε ἦσαν δυνατῶς τὸ πρῶτον, ὑπαναλούμενοι δὲ ἐκ τοῦ κατ’ ὀλίγον ἔτ’ ἀντεῖχον.

    ὡς δὲ ἅπασαν τὴν ἰσχὺν ἐδαπάνησαν, γύναια καὶ γονεῖς καὶ τέκνα συνελάσαντες εἰς τὰς σφῶν οἰκίας ἕκαστοι καθιέρευον· καὶ σωρηδὸν τὰ σφάγια νήσαντες, πῦρ ἐνέντες καὶ ἑαυτοὺς ἐπικατασφάξαντες, ἐλεύθεροι τὸ πεπρωμένον ἀπ’ ἐλευθέρου καὶ εὐγενοῦς φρονήματος ἐξέπλησαν.

    ἀλλ’ οὗτοι μὲν πικρίαν ἀμείλικτον τυραννικῶν ἐχθρῶν ἀποδιδράσκοντες πρὸ ἀδόξου βίου τὸν μετ’ εὐκλείας θάνατον ᾑροῦντο. οἷς δὲ ἐπέτρεπε ζῆν τὰ πράγματα τὰ τυχηρά, τλητικῶς ὑπέμενον τὴν Ἡράκλειον εὐτολμίαν ἀπομιμούμενοι·