De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ὥσπερ οὖν τῷ συναρπασθέντι ὑπὸ χειμάρρου φοβερὸν μὲν τὸ πλησίον ῥεῦμα ᾧ κατασύρεται, φοβερώτερον δὲ τὸ ἄνωθεν ἐπιφερόμενον, ὃ τῇ μὲν βίᾳ συντόνως ἐπωθεῖ καὶ ἀλήκτως, τῇ δ’ ἐπαναστάσει μετεωριζόμενον ἐπικλύζει, τὸν αὐτὸν τρόπον καὶ τῶν κακῶν ἀνιαρὰ μὲν τὰ ἐν χερσίν, ἀργαλεώτερα δὲ τὰ ἐκ φόβου ῥέοντα· χορηγεῖ γὰρ ὁ φόβος καθάπερ ἐκ πηγῆς τὰ ὀδυνηρά.
Ταῦτα μέν ἐστι τὰ ὁρισθέντα κατὰ τοῦ πρώτου γεγονότος ἀδελφοκτόνου· ὡρίσθη δὲ καὶ ἐπ’ οἰκίαις ἕτερα συνθεμέναις κοινοπραγίαν ἁμαρτημάτων. ἦσάν τινες νεωκόροι καὶ ἱερόδουλοι τὴν πυλωρῶν [*](3 δυοῖν] θάτερον Α ἐνεστὸς Η2: ἐνεστὼς FAH1P μέλλων H1P 5 ῥίζαν ἐν αὐταῖς ἐξέτεμε συζυγίαις Α μηδ’] μὴ Α 6 μόνην FAP: μόνον H (v) 7 εὐθυμία A φόβου L (Turn.) ἑκάτερα καὶ ἄκρατον Α 8 ἐπηράσατο FAH1P: ἐπηρᾶτο Η2 (v) ὡς oiu. F ἀεὶ καὶ τρέμειν transp. F 9 αὐτῷ] αὐτόν F μὴ ἀναιρεθῆναι om. Α 10 διαιωνίζει P δ’ F 11 ἀλγηδόναις (sic) Η 13 φθοράν Η (Turn.) 14 ὁ θεὸς F: ὁ om. AHP (v) 15 ἐγκατέσπειρεν voluit, Mang. ἐπελαφρίζονται F ωνται scripsi): ἐπελαφρίζοιντο ΑΗΡ (v) τὰς] τῆς Α 16 τῶν συναρπασθέντων N χειμάρου Α 18. 19 ὃ τῆ ἀναστάσει μετεωριζόμενον (cet. om.) Η 19 ἐπικλύζῃ F 22 ἐστι om. Α πρώτου] ᾱ L; αὖ Turn. 23 κοινοπραγία HP (-ίᾳ 24 ἦσάν τινες FA: ἤσαν τέ τινες HP; ἤσαν δέ τινες v, δή pro δέ coni. Μang. post τινες add. τεταγμένοι AHP (v), om. F τὴν] τῶν A) [*](16—21 N fol. 160v: ὥσπερ—ὀδυνηρά. 24 sqq. Num. cap. 16.)
προστησάμενοι δὲ τῆς συστάσεως ἡγεμόνα τὸν πρεσβύτατον, ὃς καὶ τοῦ τολμήματος μετ’ ὀλίγων τῶν συναπονοηθέντων εἰσηγητὴς ἐγένετο, καταλιπόντες τὰ προπύλαια καὶ τὰς ἐσχατιὰς ἐπὶ τῶν ἀδύτων ἐχώρουν τοὺς χρησμοῖς ἀξιωθέντας τῆς ἱερωσύνης μεθιστάντες.
ταραχὴ μὲν οὖν, ὡς εἰκός, ἐπεῖχε τὴν πληθὺν ἅπασαν, ἅτε κινουμένων τῶν ἀκινήτων καὶ παρασπονδουμένων τῶν νόμων καὶ τοῦ περὶ τὸ ἱερὸν κόσμου σύγχυσιν λαμβάνοντος ὑπ’ ἀταξίας δεινῆς.