De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
τί ἂν οὖν παθὼν ἀξίαν ἐδεδώκει δίκην, ὃς διὰ μιᾶς πράξεως οὐδὲν τῶν βιαίων καὶ ἀσεβῶν παρέλιπεν; ἴσως ἂν εἴποι τις· ἀναιρεθείς. ὁ λογισμὸς οὗτος ἀνθρώπου τὸ μέγα δικαστήριον οὐ βλέποντος· ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομίζουσι τὸν θάνατον, ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόλις οὗτός ἐστιν ἀρχή.
ἐπεὶ τοίνυν καινὸν τὸ ἔργον, ἔδει καὶ τὴν ἐπ’ αὐτῷ τιμωρίαν καινὴν εὑρεθῆναι. τίς οὖν ἐστιν αὕτη; ζῆν ἀποθνῄσκοντα ἀεὶ καὶ τρόπον τινὰ θάνατον ἀθάνατον ὑπομένειν καὶ ἀτελεύτητον. θανάτου γὰρ διττὸν εἶδος· τὸ μὲν κατὰ τὸ τεθνάναι, ὅπερ ἀγαθόν ἐστιν ἢ ἀδιάφορον, τὸ δὲ κατὰ [*](1 ἐν οἷς καὶ om. HP (έν οἷς om. Turn.) ἦς (sic) F ἠ FA: om. HP μεταποίησις FHP: πόνησις Α 5 εὐμαρέστατα scripsi: εὐμαρέστερον codd. (v) 6 ἐν μέρει seclusi τὰς] πάσας conicio 8 τὸ om. Turn. τῶν ἀνθρώπων] ἀνθρώπινον F 8. 9 6 πρῶτος ἐστὶν transp. Α 9 μίασμα codd.: τὸ μίασμα Mang. ἐμβαλὼν Α 10 ἄηθες FAP: ἀπειθὲς (sic) H (Turn.) ἀνθρωπείου FA: τοῦ ἀνθρωπείου HP (v) ἀνιεῖσαν A: ἀνεῖσαν FHP (Turn.) 11 καὶ ante οἷς om. HP (Turn.) 13 τί ἂν οὖν] ἄν om. F, τίνα οὑν coni. Mang. δεδώκει FA 14 παρέλιπεν FA: παρέλειπεν HP (v) 15 ἀναιρεθείς Ε: ἀναιρεθεὶς θάνατον HP (Turn.), ἀναιρεθεὶς θᾶττον Α (Mang.) ὁ λογισμὸς δ’ HP (v), δ’ om. FA ἀνθρώπου Α: ἀνθρώπινος FHP (v) 16 πέρα ΗΡ νομίζουσιν εἶναι DM 16.17 τὸν θάνατον D: τόν om. codd. (v) 17 μόλις F: μόγις AHPI) ν) οὗτός ἐστιν D: ἐστὶ οὗτος codd. (v) 20 ἀθάνατον om. L (Turn.) 21 ἡ ἀδιάφορον v ἢ add. Turn.): ἡ om. FHP, ἡ ἀδιάφορον om. Α) [*](7 sqq. Gen. cap. 4. 12.13 N fol. ν: πρῶτος—ἐπιτειχίσας. 10. 17 DM fol. 287v Φίλωνος ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων λόγου DH fol. 334v DV p. 730 Mel. Harocc. fol. 259 v Φίλωνος: ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομίζουσι τὸν θάνατον ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόγις οὗτός ἐστιν ἀρχή ἡ ἀρχὴ Bar.))
πῶς οὖν ὁ θάνατος αὐτῷ συνδιαιωνίζει, σκόπει. τεττάρων ὄντων ἐν τῇ ψυχῇ παθῶν, δυοῖν μὲν περὶ τὸ ἀγαθὸν ἐνεστὸς ἢ μέλλον, ἡδονῆς καὶ ἐπιθυμίας, δυοῖν δὲ περὶ τὸ κακὸν παρὸν ἢ προσδοκώμενον, λύπης καὶ φόβου, τὴν μὲν τοῦ ἀγαθοῦ ῥίζαις αὐταῖς ἐξέτεμε συζυγίαν, ἵνα μηδ’ ἐκ τύχης ἡσθῇ ποτε ἢ ἐπιθυμήσῃ τινὸς ἡδέος, τὴν δὲ τοῦ κακοῦ μόνην ἐνεφύτευσεν εἰς λύπην εὐθυμίας ἀμιγῆ καὶ φόβον ἄκρατον.
φησὶ γάρ, ὅτι ἀρὰν ἐπηράσατο τῷ ἀδελφοκτόνῳ, ὡς „στένειν καὶ τρέμειν ἀεί“ (Gen. 4, 12), καὶ σημεῖον ἔθετο αὐτῷ μὴ ἀναιρεθῆναι πρός τινος (ib. v. 15), ἵνα μὴ ἅπαξ ἀποθάνῃ, διαιωνίζῃ δέ, ὡς εἶπον, ἀποθνῄσκων ἐν ἀλγηδόσι καὶ ἀνίαις καὶ συμφοραῖς ἀδιαστάτοις καί, ὃ δὴ πάντων ἀργαλεώτατον, αἰσθάνηται τῶν ἰδίων κακῶν καὶ ἐπὶ τοῖς ἐν χερσὶν ἄχθηται καὶ τὴν φορὰν τῶν μελλόντων προορώμενος μὴ δύνηται φυλάξασθαι, τῆς ἐλπίδος ἐκτετμημένης αὐτῷ, ἣν ὁ θεὸς ἀνθρώπων γένει κατέσπειρεν, ἵν’ ἔχοντες συμφυὲς παραμύθιον ἐπελαφρίζωνται τὰς ἀνίας οἱ μὴ ἀνίατα δράσαντες.