De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ἐφ’ οἷς ὁ τοῦ ἔθνους ἐπιμελητὴς καὶ προστάτης ἠγανάκτει. καὶ τὸ μὲν πρῶτον ἤθει βαρυτέρῳ χρώμενος χωρὶς ὀργῆς — ἦν γὰρ καὶ τὴν φύσιν ἀόργητος — λόγοις ἀναδιδάσκειν ἐπειρᾶτο μεταβάλλεσθαι καὶ τοὺς ταχθέντας ὅρους μὴ ὑπερβαίνειν μηδὲ νεωτερίζειν εἰς τὰ ἅγια καὶ καθωσιωμένα, ὧν αἱ τοῦ ἔθνους ἐλπίδες ἐκκρέμανται.
ἐπεὶ δ’ οὐδὲν ἤνυεν, ἀλλ’ ἐκεκώφηντο πρὸς ἅπαντα νομίζοντες αὐτὸν ἡττηθέντα φιλοικείου πάθους ἀρχιερέα μὲν τὸν ἀδελφὸν καταστῆσαι, τοῖς δ’ ἀδελφιδοῖς ἐγχειρίσαι τὴν ἱερωσύνην, δεινὸν οὐχὶ τοῦθ’ ὑπελάμβανε καίπερ ὂν δεινόν, ἀλλ’ ἐκεῖνο παγχάλεπον, εἰ δόξει τῶν λογίων, καθ’ ἃ γέγονεν ἡ αἵρεσις τῶν ἱερέων, ἀλογεῖν. * * *
* * * μαρτυρία δὲ σαφὴς ἐν τοῖς ἱεροῖς ἀνάκειται γράμμασι. λέγε τὰς εὐχὰς πρότερον, ἃς „εὐλογίας“ εἴωθεν ὀνομάζειν. ἐάν, φησί, τὰς θείας ἐντολὰς φυλάττητε καταπειθεῖς γινόμενοι τοῖς προστάγμασι [*](2 ἀξιοῦντες—σφετερίζεσθαι post ἡγεμόνα (3) transp. A σφετερίζεσθαι FA: σφετερίσασθαι HP (v) 3 συστάσεως FH: στάσεως AP πρεσβύτερον A 4 συναπονηθέντων Α 5 ἐπὶ] ἄχρι coni. Mang. 5. 6 τὸν χρησμοῖς ἀξιωθέντα Α 6 τὴν ἱερωσύνην Η 7 ἐπεῖχε codd.: ἐπέσχε v 7.8 παρανομουμένων voluit Mang. 8.9 λαβόντος Α 10 βαρύτερον H1; πραοτέρῳ coni. Mang. 12 μεταβάλλεσθαι codd.: μεταβαλέσθαι Turn. 14 ἐκρέμαντο 11 (Turn.) ἐπεὶ δ’ F: ἀλλ’ ἐπεὶ δ’ IIP, ἀλλ’ ἐπειδὴ Α (v) ἐκκεκώφηντο Α ἐκεκώφωντο Mang.) 17 τοῦθ’ F: τοῦτο AHP (v) ὑπελάμβανεν Η 18 καθ’ ἅπερ A post ἀλογεῖν multa deesse videri recte animadvertit Mangey; interciderunt finis capitis de poenis περὶ ἐπιτιμίων) et initium capitis de benedictionibus περὶ εὐχῶν καὶ εὐλογιῶν) 19 tit. περὶ εὐχῶν καὶ εὐλογιῶν addidi 21 λέγε FH1P1: λέγειν AH2P2 (v) ; λέγει coni. Mang. εἴωθεν εὐλογίας transp. Α 22 γινόμενοι F: γενόμενοι AHP (v)) [*](21 sqq, Ex. 23,22. Lev. 26,3 sqq, Deut. 7,12 sqq. 28,1 sqq. 30,1 sqq.)
οὐ γὰρ ὑπέρογκοι καὶ βαρύτεραι τῆς τῶν χρησομένων δυνάμεως αἱ προστάξεις εἰσὶν οὐδὲ μακρὰν τὸ ἀγαθὸν ἀφέστηκεν, ἢ πέραν θαλάττης ἢ ἐν ἐσχατιαῖς γῆς, ὡς δεῖσθαι πολυχρονίου καὶ καματηρᾶς ἀποδημίας, οὐδ’ ἐξαίφνης ἐστείλατο τὴν ἐνθένδε εἰς οὐρανὸν ἀποικίαν, ἵνα τις μετέωρος καὶ πτηνὸς ἀρθεὶς μόλις ἐφικέσθαι τούτων δυνηθῇ· πλησίον δ’ ἐστὶ καὶ ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἕκαστον ἡμῶν ἐνιδρυμένον, "στόματι καὶ καρδίᾳ καὶ χερσί“, τροπικώτερον λόγῳ καὶ διανοίᾳ καὶ πράξεσιν.