De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

γενομένη δὲ πλήρωμα ἀρετῶν ἥδε ἡ ψυχὴ διὰ τριῶν τῶν ἀρίστων, φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως, οὐδὲν ἐν ἑαυτῇ καταλιποῦσα κενὸν εἰς πάροδον ἄλλων, γεννᾷ τέλειον ἀριθμόν, διττὰς υἱῶν ἑξάδας, ἀπεικόνισμα καὶ μίμημα τοῦ ζῳδιακοῦ κύκλου, πρὸς τὴν τῶν ἐνταῦθα βελτίωσιν. οὗτός ἐστιν ὁ ἀσινὴς οἶκος, ὁ τέλειος καὶ συνεχὴς ἐν ταῖς ῥηταῖς γραφαῖς καὶ ἐν ταῖς καθ’ ὑπόνοιαν ἀλληγορίαις, ὃς ἔλαβεν ἆθλον, καθάπερ εἶπον, ἡγεμονίαν τῶν τοῦ ἔθνους φυλῶν.

ἐκ τοῦδε τοῦ οἴκου χρόνοις εἰς πολυανθρωπίαν ἐπιδόντος εὔνομοι πόλεις ἐκτίσθησαν, διδασκαλεῖα φρονήσεως καὶ δικαιοσύνης καὶ ὁσιότητος, [*](1 ἕτερα F πως Α 3 πρὸς αὐτὸν A συγγεγεννημένον P: συγγεγενημένον FAH (v) 5 τοῦτ’ ἔσθ’ F 7 ὡς] ὃ Α 8 ἑκάτερα Α 9 ὁλκῇ] ἀλκὴ Α ῥέποι HP ἐπὶ θάτερα FA: ἐπὶ θάτερον HP (v) 11 δὲ καὶ FHP: καὶ om. Α (v) συνασκηθεῖσα] πολλάκις συγγυμνασθεῖσα ss. F2; ἐνασκηθεῖσα coni. Mang. 12 μηδὲ Η πλαδᾶν scripsi: ἐπιπλαδᾶν codd. (v), ἐπιπολάζειν ss. F2 13 τὰ om. Α 14 οἶς] ἧ Η2 (Turn.) μὲν om. F 15 ἥδε FA: ἧ δὲ Η1Ρ, ἡ δὲ Η2, om. v Ψυχὴ—ἐν ἑαυτῇ (16) om. Α 16 καὶ μαθήσεως F: καὶ om. HP (v) ἐν ἑαυτῇ F: ἐν om. HP (Turn.) ; ἐν αὑτὴ Maiig. 17 λιποῦσα Α; ἀπολιποῦσα coni. Mang. πᾶν κενὸν Α καινόν li (Turn.) 19. 20 καὶ συνεχὴς HP: ὁ συνεχῶς F, κύκλος καὶ (sic) Α; καὶ καλὸς coni. Mang. 21 ὃς] ἧς Α ἡγεμονίαν AHP: ἡγεμονίας F (v) 22 ἐκ τοῦδε F: ἐκ τοῦδε οὑν AHP (v) ἐπιδόντος F: ἐπιδιδόντος AHP (v) 23 post ἐκτίσθησαν add. καὶ HP (v) διδασκαλεῖα Mang.: διδασκαλία HP1, διδασκαλίαι AP2, διδασκαλίας F) [*](6—8 DP fol. 376v Φίλωνος: παντὸς ἀνθρώπου κατ’ ἀρχὰς ἄμα τῇ γενέσει κυοφορεῖ ἡ ψυχή, κακὸν καὶ ἀγαθόν, ἑκάτερον φαντασιούμενον.)

v.5.p.351
ἐν οἷς καὶ ἡ τῆς ἄλλης ἀρετῆς μεταποίησις μεγαλοπρεπῶς διερευνᾶται.

Τὰ μὲν οὖν ἀπονεμηθέντα πάλαι τοῖς ἀγαθοῖς ἆθλα κοινῇ τε καὶ ἰδίᾳ λέλεκται τυπωδέστερον, ἀφ’ ὧν καὶ τὰ παραλειφθέντα δύναιτ’ ἄν τις εὐμαρέστατα συνορᾶν. ἑξῆς δὲ τὰς προτεθείσας τοῖς πονηροῖς κολάσεις [ἐν μέρει] πάλιν ἐπισκεπτέον γενικώτερον, ἐπεὶ τὰς κατὰ μέρος ἀναγράφειν οὐ καιρός.

ἐγένετό τις κατ’ ἀρχὰς εὐθύς, ὅτ’ οὔπω τὸ τῶν ἀνθρώπων γένος ἐπλήθυνεν, ἀδελφοκτόνος. οὗτός ἐστιν ὁ πρῶτος ἐναγής, ὁ πρῶτος καθαρευούσῃ τῇ γῇ μίασμα προσβαλὼν ἄηθες ἀνθρωπείου αἵματος, ὁ πρῶτος ἀνιεῖσαν καὶ βλαστάνουσαν γένη ζῴων καὶ φυτῶν καὶ οἷς εὐτοκεῖ πᾶσι τεθηλυῖαν τῆς εὐτοκίας ἐπισχών, ὁ πρῶτος φθορὰν γενέσει καὶ θάνατον ζωῇ καὶ πένθος χαρᾷ καὶ κακὰ ἀγαθοῖς ἐπιτειχίσας.