De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἔχει δ’ ἕκαστος τῶν τριῶν τὴν ῥητὴν διήγησιν σύμβολον διανοίας ἀφανοῦς, ἣν ἐπισκεπτέον. αὐτίκα παντὶ τῷ διδασκομένῳ συμβαίνει μετιόντι πρὸς ἐπιστήμην ἀπολιπεῖν ἀμαθίαν· ἀμαθία δὲ πολύχουν. διὰ τοῦτο ὁ πρῶτος λέγεται πολύπαις μέν, οὐδένα δὲ τῶν ἄλλων ἀξιώσας υἱὸν αὑτοῦ χρηματίζειν πλὴν ἑνός· τρόπον γάρ τινα καὶ ὁ μανθάνων ἀποκηρύττει τὰ τῆς ἀμαθίας ἔκγονα καὶ ὡς ἐχθρὰ καὶ δυσμενῆ παραιτεῖται.

φύσει γε μὴν πάντες οἱ ἄνθρωποι, πρὶν τελειωθῆναι τὸν ἐν αὑτοῖς λόγον, κείμεθα ἐν μεθορίῳ [*](2 σὺν τῷ πατρὶ om. F 3 πρὸς] εἰς F μετατιθέμενος Α 5 ἑλχθεὶς scripsi: θελχθεὶς codd. (v) 6 μαγνίτιδος F 7 post σοφὸς interpung. et οὗτος ante πολλοὺς add. AHP (v), οὗτος om. FN 7.8 πλὴν ἑνὸς ὑπαιτίους FNHP (Turn.): οὐ καλοὺς πλὴν ἑνὸς ἀνυπαιτίου Α (Mang.) 8 ὃς FNHP (Turn.): ὧ Α (Mang.) 9 φύσιν κτησαμένῳ transp. Α 10 γίνεσθαι 1 ἀτίθασσον FA 11 ἐπιτετειχηκότα H 12 δὲ V ἐραστὴν Mang.: ἐργάτην codd. 13 βελτίονι FN: τῆ βελτίονι ΑΗΡ ν) 15 ἅπασι A 10 ἐπιδὼν] ἐπιδιδοὺς AP2 σῶον om. N 17 δ’] μὲν οὖν conicio 18 post διήγησιν videntur decsse nonnulla; διήγησιν ταύτην· ἔστι δὲ καὶ e. gr. διανοίας] ἐννοίας vel ὑπονοίας coni. Mang. 19 πρὸς F: εἰς AHP (v) 20 διὰ τοῦθ’ F 21 δὲ FH2: καὶ Η1Ρ, om. Α υἱὸν Α: υἱῶν FHP (Turn.) αὐτοῦ codd. (v) πλὴν ἑνὸς χρηματίζειν transp. F 23 γε μὴν] μὲν οὖν F οἱ om. HP πάντες οἱ ora. Turn.) 24 αὐτοῖς codd.) [*](7—17 N fol. 160r: ἀδελφοὶ—καρποφόρον.)

v.5.p.350
κακίας καὶ ἀρετῆς πρὸς μηδέτερά πω ταλαντεύοντες· ἐπειδὰν δὲ πτερυξάμενος ὁ νοῦς ὅλῃ τῇ ψυχῇ διὰ πάντων αὐτῆς τῶν μερῶν φαντασιωθῇ τὸ ἀγαθόν, ἄφετος πρὸς αὐτὸ καὶ πτηνὸς ὁρμᾷ τὸ συγγεγεννημένον ἀδελφὸν κακὸν ὀπίσω καταλιπών, ὃ καὶ ἀποφεύγει τὴν ἐναντίαν ὁδὸν ἀμεταστρεπτί.

τοῦτ’ ἐστὶν ὃ αἰνίττεται φάσκων υἱοὺς δύο γεγενῆσθαι διδύμους τῷ φύσεως εὐμοίρου λαχόντι· παντὸς γὰρ ἀνθρώπου κατ’ ἀρχὰς ἅμα τῇ γενέσει κυοφορεῖ δίδυμα ἡ ψυχή, κακόν, ὡς ἔφην, καὶ ἀγαθόν, ἑκάτερον φαντασιουμένη· μακαρίας δὲ καὶ εὐδαίμονος ὅταν τύχῃ μερίδος, ὁλκῇ μιᾷ ῥέπει πρὸς τὸ ἀγαθόν, μήτ’ ἐπὶ θάτερά ποτε ταλαντεύσασα μήτ’ ἐπαμφοτερίσασα πρὸς τὸ ἰσόρροπον.

ἡ δ’ ἀγαθῆς μὲν φύσεως ἀγαθῆς δὲ καὶ παιδεύσεως ἐπιλαχοῦσα κἀκ τρίτου συνασκηθεῖσα τοῖς τῆς ἀρετῆς θεωρήμασιν, ὡς μηδὲν αὐτῶν ἐξ ἐπιπολῆς πλαδᾶν, ἔγκολλα δ’ εἶναι καὶ ἐντετυπωμένα τὰ πάντα καθάπερ νεύροις τισὶν ἑνωθέντα, κτᾶται μὲν ὑγείαν, κτᾶται δὲ δύναμιν, οἷς εὔχροια μὲν ἐξ αἰδοῦς, εὐεξία δὲ καὶ κάλλος ἐπιγίνεται.