De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Ἅλις μὲν δὴ τῶν καθ’ ἕκαστον ἄνδρα τιθεμένων ἄθλων· τίθεται δὲ καὶ ὅλοις οἴκοις καὶ πολυανθρώποις συγγενείαις. αὐτίκα τοῦ ἔθνους εἰς δώδεκα φυλὰς διανεμηθέντος ἰσάριθμοι ταῖς φυλαῖς εἰσιν ἡγεμόνες, οὐ μόνον μιᾶς οἰκίας ἢ συγγενείας, ἀλλὰ καὶ γνησιωτέρας [*](1 κατὰ FH1P αὐτὸν βίου] τὸν βίον F 1.2 μεμήνυται om. A 2 τεττάρων δ’ H1P τυγχάνει om. FA τυχὼν seclusi (cf. Mang.) 4 pr. τε om. F G τὴν ἑκούσιον αἵρεσιν Α: τὴν εἰς τὸ ἑκούσιον αἵρεσιν FHP (v): σπουδὴν εἰς τὴν ἑκούσιον αἵρεσιν coni. Mang. ἄναυδος HP: ἄναυλος FA 7 καὶ ἀκτήμων F: καὶ ἀνούσιος καὶ ἀκτήμων AP, καὶ ἀνακούσιος καὶ ἀκτήμων H; ἀνάκουστος (pro ἀνακούσιος) coni. Cotelier βασιλέων F 8 τοῦ τυφλοῦ F: τοῦ om. ΑΗΡ (v) 9 θεοῦ] τοῦ θεοῦ Α ἰδίας F 10 τοῦτο τοῦ πλάτωνος adnot. mg H 11 δ’ F ἕτερον om. F ἃ χρὴ] ἁ δεῖ Α 12 ἐπεὶ—ἃ μὴ δεῖ (13) om. F 13 d δεῖ] d χρὴ F 14 τρίτον λαβεῖν FAP: λαβεῖν τρίτον Η (v) 15 τοῦ om. F 16 παρὰ θεῶ δ’ F: παρά δὲ θεῶ AHP (v) ἀρχιερωσύνη F 17 θεραπεύει Α ὑπὲρ F: om. ΑΗΡ (v) 20 τοῖς codd.: τῆς v 21 γε om. Tnrn. ἀνειμένος Α 25 ἔθνους om. Α post ἰσάριθμοι add. γάρ Α εἰσιν] ἤσαν coni. Mang.)

v.5.p.349
οἰκειότητος· ἀδελφοὶ γὰρ ὁμοπάτριοι πάντες· ὁ δὲ τούτων πάππος καὶ πρόπαππος σὺν τῷ πατρὶ γεγόνασιν ἀρχηγέται τοῦ ἔθνους.

ὁ μὲν οὖν πρῶτος πρὸς ἀλήθειαν ἐκ τύφου μεταθέμενος καὶ τῆς ἐν τοῖς μαθήμασι Χαλδαϊκῆς τερθρείας ὑπεριδὼν ἕνεκα τελειοτέρας ὄψεως, ἣν θεασάμενος ἑλχθεὶς ἠκολούθησε τῇ φαντασίᾳ, καθάπερ τὸν σίδηρόν φασιν ὑπὸ λίθου τῆς μαγνήτιδος ἕλκεσθαι, ἀντὶ σοφιστοῦ γενόμενος ἐκ διδασκαλίας σοφός, πολλοὺς μὲν ἔσχε παῖδας, ἅπαντας δὲ πλὴν ἑνὸς ὑπαιτίους, ὃς τὰ πείσματα τοῦ γένους ἐκδησάμενος ἀσφαλῶς ἐνωρμίσατο.

τῷ δ’ υἱῷ πάλιν αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ φύσιν δύο συνέβη παῖδας γενέσθαι, τὸν μὲν ἄγριον καὶ ἀτίθασον, θυμοῦ γέμοντα καὶ ἐπιθυμίας καὶ συνόλως τὸ τῆς ψυχῆς ἄλογον μέρος ἐπιτετειχικότα τῷ λογικῷ, τὸν δ’ ἥμερον καὶ φιλάνθρωπον, καλοκἀγαθίας ἐραστὴν ἰσότητός τε καὶ ἀτυφίας, ἐν βελτίονι τεταγμένον τάξει, λογισμοῦ προαγωνιστήν, ἀφροσύνης ἀντίπαλον·

οὗτός ἐστιν ὁ τρίτος τῶν ἀρχηγετῶν, ὁ πολύπαις τε καὶ μόνος εὔτεκνος, ἀσινὴς ἐν ἅπασι τοῖς μέρεσι τῆς οἰκίας, οἷά τις γεωργὸς εὐδαίμων ἅπασαν τὴν σπορὰν ἐπιδὼν σῶον ἥμερόν τε καὶ καρποφόρον.