De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
πᾶσαι μὲν οὖν αἱ ἀρεταὶ παρθένοι, καλλιστεύει δὲ ὡς ἐν χορῷ παραλαβοῦσα τὴν ἡγεμονίαν ἡ εὐσέβεια, ἣν ἐκληρώσατο διαφερόντως ὁ θεολόγος Μωυσῆς, δι’ ἣν μετὰ [*](2 γάρ] μὲν γὰρ A παιδεύεσθαι FAP: παιδευθῆναι Η (v) 4 εὐθιξίαις F: εὐθηξίαις HP, ἐν εὐεξίαις Α καὶ κόποις (sic) καὶ ἐπιβουλαῖς Α προγανουμένης conicio 5 αἷς] οἷς codd. (v) εὑρίσκει] ἂν εὑρίσκῃ Α 6 χαρτόν] χαρτή Α 7 περιπεποιημένω F φρόνησις F 8 πρακτικὸν] πνικὸν (i. e. πνευματικόν) Α βίος ἄριστος DR, ἄριστος βίος F: βίος οm. AHP (v) 9 κυβερνήτην D (v): κυβερνήτης codd. παραπέμψας FAD: ἄνωθεν παραπέμψας ΗΡ (v) ἐπὶ πρύμναν παραπέμψας transp. Α, ἐπὶ πρύμναν om. D 10 ἱκανὸν D πηδαλιουχῆσαι Α 13 τἀκόλουθα F τῶν λόγων HP: τὸν λόγον FA 14 ἑξῆς F: om. AHP (v) δ’ F 14. 15 παρὰ πολλοῖς Α: παρ’ ἄλλοις FHP (v) 17 μὲν om. L (Turn.) 18 pr. δ’ F ἀνδρεία codd.: ἀνδρίᾳ v 19 ἀντιθέους (sic) Α 20 μήθ’ FA: μήτε HP μήτε FHP: μήτ’ Α συμφέρουσιν scripsi: συμφέρονται codd. (v) αἱ om. Α 21 δ’ F 21.22 ἡ εὐσέβεια Α: ἡ δικαιοσύνη F, ἡ εὐσέβεια καὶ δικαιοσύνη HP (v) 22 μωσῆς codd. δι’ ἣν FAH1P: διὸ Η2 (v)) [*](7—11 DR fol. 131r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἄθλων καὶ ἐπιτιμίων Anton. Mel. II 17 Col. 1056 Φίλωνος: μετὰ τόν ἐν νεότητι πρακτικὸν βίον—οὐδὲν τῶν πραττομένων καλόν.) [*](10.11 DP fol. 97v Φίλωνος: χωρὶς θεωρίας ἐπιστημονικῆς οὐδὲν τῶν πραττομένων καλόν·)
βασιλεύς τε γὰρ γέγονεν, οὐκ ἔθει τῷ καθεστῶτι μετὰ στρατιᾶς τε καὶ ὅπλων ναυτικῆς τε καὶ πεζικῆς καὶ ἱππικῆς δυνάμεως, ἀλλ’ ὑπὸ θεοῦ χειροτονηθεὶς ἑκουσίῳ γνώμῃ τῶν ἀρχομένων, ὃς τοῖς ὑπηκόοις ἐνειργάσατο τὴν ἑκούσιον αἵρεσιν. ἄναυδος γὰρ καὶ ἀκτήμων καὶ ἀχρήματος μόνος οὗτος βασιλεὺς ἡμῖν ἀνεγράφη, πρὸ τοῦ τυφλοῦ τὸν βλέποντα πλοῦτον ἀσπασάμενος καί, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, τὸν θεοῦ κλῆρον ἰδίαν οὐσίαν ὑπολαμβάνων.
ὁ δ’ αὐτὸς γίνεται καὶ νομοθέτης· δεῖ γὰρ τὸν βασιλέα προστάττειν καὶ ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον — ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν —, οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ, παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον.
τέταρτον δ’ ἀρχιερωσύνην, δι’ ἧς προφητεύων ἐπιστημονικῶς θεραπεύσει τὸ ὂν καὶ τὰς ὑπὲρ τῶν ὑπηκόων κατορθούντων μὲν εὐχαριστίας, εἰ δὲ διαμαρτάνοιεν, εὐχὰς καὶ ἱκεσίας ἱλασκόμενος ποιήσεται. ταῦτα μιᾶς ὄντα ἰδέας ἀλληλουχεῖν ὀφείλει τοῖς ἁρμονίας δεσμοῖς ἑνωθέντα καὶ περὶ τὸν αὐτὸν ἐξετάζεσθαι, ὡς ὅ γέ τινος τῶν τεττάρων ὑστερίζων ἀτελὴς εἰς ἡγεμονίαν, χωλὴν ἀνημμένος κοινῶν πραγμάτων ἐπιμέλειαν.