De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ἐλπὶς δὲ χαρὰ πρὸ χαρᾶς ἐστιν, εἰ καὶ ἐνδεὴς παρὰ τελείαν, ἀλλά τοι [*](2 ἀρὰς AH2: ἀρετὰς H1P 3 χώρα om. Turn. 4 ἀσεβῶν om. Α ἐπελαφρισθήσεται H2: ἀπελαφρισθήσεται AH1P 6 alt. αὐτῆς Α (coni. Mang.): αὐτοῦ HP ἀγορὰς] ἀγροὺς coni. Mang. 7 ἀδικημάτων καὶ πολέμων transp. Α 8 ἐπακμάσει AH2: ἐπακμάζει H1P 9 ἠρεμίσει H 11 οὖς codd.: ἃς Turn. 12 ὀδύναι τοῖς τοκεῦσιν HP: τοῖς τοκεῦσι πένθος Α (Mang.) 13 τῆς προτέρας H1P: τῆς πρότερον H2 (v), om. Α ἡ γὰρ] οὐ γὰρ A 14 ἔρημος om. A τε] γε ἡ Α 18 ἀτονήσασα (sic) Α ἀθρόα codd.: ἀθρόως v 20 περιμαχήτους φύσεις APH: περιμάχεται φύσεις L; περιμάχητα φύσει v καὶ ante θαυμαστὰ add. Turn. (v), om. codd. 21 ἀνδρίαν Α ὁσιότητα om. Α 22 εὔτεκνος Mang.: εὔτεκνον codd. 23 προγανοῦσα AP2: προγανῦσα Η (Turn.), προγανεῖσα P1 ἀσθένειαν] διάνοιαν coni. Mang. 24 ἐνδεὲς H1P παρὰ τελείαν HP: παρατέλεια Α) [*](13.14 cf. lesai. 54,1 εὐφράνθητι στεῖρα . . ., ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.)
Τὰς μὲν οὖν ἀρὰς καὶ τιμωρίας, ἃς ὑπομένειν ἄξιον τοὺς τῶν ἱερῶν νόμων δικαιοσύνης καὶ εὐσεβείας ὑπερορῶντας καὶ ταῖς πολυθέοις δόξαις ὑπαχθέντας, ὧν ἀθεότης τὸ τέλος, λήθῃ τῆς συγγενοῦς καὶ πατρίου διδασκαλίας, ἣν ἐκ πρώτης ἡλικίας ἐπαιδεύθησαν τὴν τοῦ ἑνὸς φύσιν τὸν ἀνωτάτω νομίζειν θεόν, ᾧ δεῖ μόνῳ προσκεκληρῶσθαι τοὺς ἄπλαστον ἀλήθειαν ἀντὶ πεπλασμένων μύθων μεταδιώκοντας, οὐδὲν ὑποστειλάμενος δεδήλωκα.
ἐὰν μέντοι μὴ ἐπ’ ὀλέθρῳ δέξωνται τὰς δυνάμεις μᾶλλον ἢ νουθεσίᾳ καὶ καταιδεσθέντες ὅλῃ ψυχῇ μεταβάλωσι, κακίσαντες μὲν αὑτοὺς τῆς πλάνης, ἐξαγορεύσαντες δὲ καὶ ὁμολογήσαντες ὅσα ἥμαρτον καθ’ αὑτοὺς διανοίᾳ κεκαθαρμένῃ τὸ πρῶτον εἰς τὸ τοῦ συνειδότος ἀψευδὲς καὶ ἀνύπουλον, ἔπειτα καὶ γλώττῃ πρὸς βελτίωσιν τῶν ἀκουόντων, εὐμενείας τεύξονται τῆς τοῦ σωτῆρος καὶ ἵλεω θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐξαίρετον παρασχομένου καὶ μεγίστην δωρεάν, τὴν πρὸς τὸν αὐτοῦ λόγον συγγένειαν, ἀφ’ οὗ καθάπερ ἀρχετύπου γέγονεν ὁ ἀνθρώπινος νοῦς·
κἂν γὰρ ἐν ἐσχατιαῖς ὦσι γῆς δουλεύοντες παρὰ τοῖς αἰχμαλώτους αὐτοὺς ἀπάγουσιν ἐχθροῖς, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος ἡμέρᾳ μιᾷ πάντες ἐλευθερωθήσονται, τῆς ἀθρόας πρὸς ἀρετὴν μεταβολῆς κατάπληξιν ἐργασαμένης τοῖς δεσπόταις· μεθήσονται γὰρ αὐτοὺς αἰδεσθέντες