De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

κρειττόνων ἄρχειν. ὅταν δὲ τύχωσι τῆς ἀπροσδοκήτου ταύτης ἐλευθερίας, οἱ πρὸ μικροῦ σποράδες ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ νήσους καὶ κατὰ ἠπείρους ἀναστάντες ὁρμῇ μιᾷ πρὸς ἕνα συντενοῦσιν ἀλλαχόθεν ἄλλοι τὸν ἀποδειχθέντα χῶρον, ξεναγούμενοι πρός τινος θειοτέρας ἢ κατὰ φύσιν ἀνθρωπίνην ὄψεως, ἀδήλου μὲν ἑτέροις, [*](1 καθ᾿ ἕτερα A 2 λιπαίνει] λύει coni. Mang. 8 δεῖ] δὴ P 9 μύθων om. Α 10 δεδήλωκα Η2: δεδήλωκεν AH1P 11 δυνάμεις corruptum; δυσμενείας conicio, ἐπανατάσεις coni. Mang. μεταβάλωσι Α: μεταβάλλωσι HP 12 αὑτοὺς Η2: αὐτοὺς ’P 13 καθ’ αὑτοὺς A: καθ’ αὑτῶν HP, καθ’ ἑαυτῶν L (Turn.) 15 τοῦ Α: ἐκ τοῦ HP (v) καὶ om. Richt. 16 καὶ om. H (Turn.) τὴν] ταῖς Richt. 16. 17 τὴν πρὸς τὴν αὐτοῦ συγγένειαν (om. λόγον) A 18 ἀνθρώπινος codd.: ἀνθρώπειος v 21 μεθήσονται] μαθήσονται L (Turn.) 22. 23 ἀπροσδοκήτου ταύτης om. Α 23 σποράδην Α 24 καὶ om. H1P alt. κατά om. Α 24.25 συντενοῦσιν Mang.: συντείνουσιν codd. 26 ἀνθρωπίνην Mang.: ἀνθρωπίνης codd.) [*](13 sqq. Lev. 26,40, 44. Deut. 30,15.)

v.5.p.375
μόνοις δὲ τοῖς ἀνασῳζομένοις ἐμφανοῦς,

τρισὶ χρησάμενοι παρακλήτοις τῶν πρὸς τὸν πατέρα καταλλαγῶν, ἑνὶ μὲν ἐπιεικείᾳ καὶ χρηστότητι τοῦ παρακαλουμένου συγγνώμην πρὸ τιμωρίας ἀεὶ τιθέντος, δευτέρῳ δὲ τῇ τῶν ἀρχηγετῶν τοῦ ἔθνους ὁσιότητι, ὅτι ταῖς ἀφειμέναις σωμάτων ψυχαῖς ἄπλαστον καὶ γυμνὴν ἐνδεικνύμενοι πρὸς τὸν ἄρχοντα θεραπείαν τὰς ὑπὲρ υἱῶν καὶ θυγατέρων ἱκετείας οὐκ ἀτελεῖς εἰώθασι ποιεῖσθαι, γέρας αὐτοῖς παρέχοντος τοῦ πατρὸς τὸ ἐπήκοον ἐν εὐχαῖς,

τρίτῳ δὲ δι’ ὃ μάλιστα καὶ ἡ τῶν λεχθέντων εὐμένεια φθάνει προαπαντῶσα, τοῦτο δέ ἐστι βελτίωσις τῶν ἀγομένων εἰς σπονδὰς καὶ συμβάσεις, οἳ μόλις ἐξ ἀνοδίας εἰς ὁδὸν ἐδυνήθησαν ἐλθεῖν, ἧς τὸ πέρας οὐδὲν ἕτερον ἢ εὐαρεστεῖν τῷ θεῷ καθάπερ υἱοὺς πατρί.

παραγενομένων δὲ πολισθήσονται πάλιν αἱ ἐρείπιοι γενόμεναι πρὸ μικροῦ καὶ ἡ ἔρημος οἰκισθήσεται καὶ ἡ στειρωθεῖσα γῆ μεταβαλεῖ πρὸς εὐγονίαν· αἵ τε πατέρων καὶ προγόνων εὐτυχίαι βραχὺ μέρος εἶναι νομισθήσονται διὰ τὰς ἀφθόνους τῶν ἐν χερσὶ περιουσίας, αἳ καθάπερ ἀπ’ ἀενάων πηγῶν τῶν τοῦ θεοῦ χαρίτων ῥέουσαι βαθὺν πλοῦτον ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ περιποιήσουσι φθόνου κρείττονα.