De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ὑπὲρ ὧν οἱ μὲν τὰς λεχθείσας ἀρὰς καὶ δίκας ἀναπλήσουσιν, ἡ δ’ ἐκνευρισθεῖσα χώρα καὶ μυρίας ὑπομείνασα κακώσεις, ἀποφορτισαμένη τὸ τῶν ἀσεβῶν οἰκητόρων ἄχθος, ἐπελαφρισθήσεται· καὶ ὅταν ἐν κύκλῳ περιβλεψαμένη μηδένα θεάσηται τῶν καθελόντων αὐτῆς τὸ μεγαλαύχημα καὶ ἀξίωμα, ἀλλὰ κενὰς μὲν αὐτῆς τὰς ἀγορὰς θορύβων καὶ πολέμων καὶ ἀδικημάτων, πλήρεις δὲ ἡσυχίας καὶ εἰρήνης καὶ δικαιοσύνης, ἀνηβήσει καὶ ἐπακμάσει καὶ τοὺς τῶν ἱερῶν ἑβδομάδων καιροὺς ἑορτώδεις ἠρεμήσει καὶ ἀναπαύσεται συλλεγομένη καθάπερ ἀθλητὴς προηγωνισμένος δύναμιν.
εἶθ’ οἷα μήτηρ φιλόστοργος οἰκτιεῖται μὲν υἱοὺς καὶ θυγατέρας οὓς ἀπέβαλεν, οἳ καὶ ἀποθανόντες καὶ ζῶντες ἔτι μᾶλλον ὀδύναι τοῖς τοκεῦσιν ἐγένοντο· πάλιν δὲ νεάσασα εὐφορήσει καὶ τέξεται γενεὰν ἀνεπίληπτον, ἐπανόρθωμα τῆς προτέρας· ἡ γὰρ ἔρημος, ᾗ φησιν ὁ προφήτης, εὔτεκνός τε καὶ πολύπαις, ὅπερ λόγιον καὶ ἐπὶ ψυχῆς ἀλληγορεῖται.
πολλὴ μὲν γὰρ ὅταν ᾖ, παθῶν καὶ κακιῶν ἀνάπλεως, οἷα περικεχυμένων αὐτῇ τέκνων, ἡδονῶν, ἐπιθυμιῶν, ἀφροσύνης, ἀκολασίας, ἀδικίας, ἀσθενεῖ καὶ νοσεῖ καὶ ἐπικήρως ἔχουσα θανατᾷ, στειρωθεῖσα δὲ καὶ ἀγονήσασα τούτων ἢ καὶ ἀποβαλοῦσα ἀθρόα γίνεται μὲν ἐκ μεταβολῆς ἁγνὴ παρθένος,
παραδεξαμένη δὲ τὸν θεῖον σπόρον διαπλάττει καὶ ζῳογονεῖ περιμαχήτους φύσεις, θαυμαστὰ κάλλη, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δικαιοσύνην, ὁσιότητα, εὐσέβειαν, τὰς ἄλλας ἀρετάς τε καὶ εὐπαθείας, ὧν οὐ μόνον ἡ γένεσις εὔτεκνος ἀγαθόν, ἀλλὰ καὶ ἡ προσδοκία τῆς γενέσεως ἐλπίδι προγανοῦσα τὴν ἀσθένειαν.