De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Οὕτως καθάπερ ὑπὸ πυρὸς δαπανηθεισῶν τῶν πόλεων καὶ τῆς χώρας ἐρημωθείσης, ἄρξεταί ποτε διαπνεῖν καὶ ἀνακύπτειν ἡ πολλὰ γυμνασθεῖσα καὶ τραχηλισθεῖσα γῆ πρὸς οἰκητόρων ἀφορήτου βίας, οἳ τὰς παρθένους ἑβδομάδας ὑπερορίους καὶ τῆς χώρας καὶ τῆς αὑτῶν διανοίας ἀπήλασαν. μόνας γὰρ ἢ τό γε ἀσφαλέστερον εἰπεῖν πρώτας ἀνέδειξεν ἑορτὰς ἡ φύσις τὰς ἑβδομάδας ἡμερῶν τε καὶ ἐνιαυτῶν, πρὸς ἀνάπαυλαν ἀνθρώποις μὲν τὰς ἡμερῶν, τῇ δὲ χώρᾳ τὰς ἐνιαυτῶν.

οἱ δ’ ὅλον τοῦτον παρακαλυψάμενοι τὸν νόμον, τοὺς ἅλας, τὰς σπονδάς, τὸν ἐλέου βωμόν, τὴν κοινὴν ἑστίαν, ἐξ ὧν φιλία καὶ ὁμόνοια ἡρμόζετο — πάντα γὰρ δι’ ἑβδομάδος καὶ ἑβδομάς —, ἐβάρυναν μὲν ἀνθρώπους ἀσθενεστέρους οἱ δυνατώτεροι συνεχέσι καὶ ἀδιαστάτοις ἐπιτάγμασιν, ἐβάρυναν δὲ καὶ τὰς ἀρούρας ἀεὶ κέρδη μεταδιώκοντες ἐκ πλεονεξιῶν ἄδικα, ταῖς ἐπιθυμίαις ἐφιστάντες ἀχαλίνους καὶ ἀδίκους ὁρμὰς εἰς τὸ ἀκόρεστον.

ἀντὶ γὰρ τοῦ παρασχεῖν μὲν ἀνθρώποις, κατὰ τὸν ἀψευδέστατον λόγον ἀδελφοῖς, ὧν μία μήτηρ ἡ κοινὴ φύσις, τὰς προστεταγμένας δι’ ἓξ ἡμερῶν ἐκεχειρίας, παρέχειν δὲ καὶ τῇ χώρᾳ τὰς δι’ ἓξ ἐνιαυτῶν ἀνέσεις μήτε σποραῖς μήτε φυτείαις βαρύνοντας, ἵνα μὴ καμάτοις ἐπαλλήλοις ἀπαγορεύσῃ,

ἀμελήσαντες τουτωνὶ τῶν χρηστῶν παραινέσεων εἰς ἡμερότητα προκαλουμένων τὰ μὲν σώματα καὶ τὰς ψυχὰς ὧν ἐδύναντο πάντων ἀνάγκαις ἀτρύτοις ἐπίεσαν, τῆς βαθυγείου δὲ τὴν ἰσχὺν ὑπετέμοντο φοραῖς ταῖς ὑπὲρ δύναμιν ἀπλήστως προσοδευόμενοι [*](2 δυσγενείας Mang.: δυσμενείας codd. 3 φυομένην v (Turn.): φθιομένην H1P, φθινομένην H2, οὐ φθειρομένην Α (prob. Mang.) στελεχωθὲν Α: στελεχόθεν HP (Turn.) 4 ἡμερωθὲν om. Α πρὸς] εἰς Α 6 διαναπνεῖν P 7 γυμνωθεῖσα A S ἑβδομάδας AH2: ἑβδόμας H1P αὐτῶν codd. 9 ἀπήλαυσαν P 10 ἀπέδειξεν Α 11 pr. τὰς] τῶν H 12 περικαλυψάμενοι Α τὰς ἁλιστὰς σπονδάς H 13 ἐλέου Α: ἐλαίου HP (Turn.) βωμόν AP: ζωμόν H (Turn.) 14 δι’ ἑβδομάδων coni. Mang. 16 κέρδος P 17 ἐφιστάντες scripsi: ἐπιστάντες codd.; ἐπιστήσαντες v ἐς HP (Turn.) 19.20 προτεταγμένας A 20 ἐκκεχειρίας H παρέχειν H: παρέχει AP; παρασχεῖν coni. Mang. 23 μὲν Α: μὲν γὰρ Η1P, γὰρ expunxit H2 24 ἡδύναντο codd. (v) τῆς βαθυγαίου (sic) δὲ A: τῆς δέ βαθυγείου HP (v) 25 προοδευόμενοι Α) [*](5 sqq. Lev. 26,33—35.)

v.5.p.373
καὶ δασμοῖς οὐκ ἐτησίοις μόνον ἀλλὰ καὶ ἐφημέροις ὅλην δι’ ὅλων ἐκτραχηλίζοντες.