De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Ἐπάρατοι μὲν ἐν πόλεσι καὶ κώμαις, ἐπάρατοι δ’ ἐν οἰκίαις καὶ ἐπαύλεσιν ἔσονται· ἐπάρατος μὲν ἡ πεδιὰς καὶ ὅσα κατεβλήθη σπέρματα, ἐπάρατος δὲ ἡ βαθύγειος τῆς ὀρεινῆς καὶ ὅσα γένη δένδρων ἡμέρων· ἐπάρατοι τῶν θρεμμάτων αἱ ἀγέλαι, στειρωθήσονται γὰρ πρὸς ἀγονίαν· ἐπάρατοι πάντες οἱ καρποί, τῷ γὰρ καιριωτάτῳ τῆς ἀκμῆς ἀνεμόφθοροι γενήσονται.
τὰ πλήρη ταμεῖα τροφῶν καὶ χρημάτων κενωθήσεται· πόρος οὐδεὶς εὐοδήσει, τέχναι πᾶσαι, πραγματεῖαι πολύτροποι, βίων ἰδέαι μυρίων τοῖς χρωμένοις οὐδὲν ὄφελος· ἀτελεῖς γὰρ αἱ τῶν σπουδαζομένων ἐλπίδες ἔσονται καὶ συνόλως ὅτου ἐφάψονται διὰ πονηρῶν ἐπιτηδευμάτων ἢ ἔργων, ὧν κεφαλὴ καὶ τέλος ἀπόλειψις θεραπείας θεοῦ· τὰ γὰρ ἀσεβείας καὶ παρανομίας ἐπίχειρα ταῦτα.
Καὶ πρὸς τούτοις αἱ σωματικαὶ νόσοι μέλος ἕκαστον καὶ μέρος ἰδίᾳ κατεργαζόμεναι καὶ διεσθίουσαι καὶ πάλιν ὅλα δι’ ὅλων καταξαίνουσαι, πυρετοῖς, ῥίγεσι, φθινάσι τηκεδόσι, ψώραις ἀγρίαις, ἰκτέροις, σφακελίζουσιν ὀφθαλμοῖς, ἕλκεσιν ὑποπύοις καὶ ἑρπηνώδεσι κατὰ πάσης χεομένοις τῆς δορᾶς, κακώσεσι τῶν ἐντοσθίων, ἀνατροπαῖς στομάχου, τῶν ἐν πνεύμονι πόρων ἀποφράξεσιν ὑπὲρ τοῦ μὴ εὐοδεῖν τὴν ἀναπνοήν — πάρεσις γλώσσης, κώφωσις ὤτων, πήρωσις ὀφθαλμῶν, τῶν ἄλλων [*](1 καὶ addidi ἑταιρῶν Α, ἑταίρων HP: ἑτέρων L (Turn.) ὑβριζομένας A: ἀφαιρομένας H1P, ἀφαιρουμένας H2 (Turn.) 2 καὶ] κἄν Α μὲν om. Α ὁρμήσωσιν Α 2. 3 ἐργάσεσθαι Η2, ἐργάσασθαι om. Α (fort. recte) 6 κλημάτων A εὔστοχα καὶ εὔσκοπα Α 7 pr. καὶ om. HP 10 ἀγονίας Α 11 ἀνεμοφθόροι Η (v) 11.12 γενήσονται] γεγόνασι Α 12 κενωθήσεται scripsi: κενωθήσονται codd. πόρος] σπόρος P 13 εὐοδήσει scripsi: εὐοδώσει codd. 14 μυρίαι coni. Mang. ὤφελος L (Turn) 15 ὅτου] ὅτων conicio 16 ἀπόλειψις A: ἀπόδειξις HP (Turn.) 19 ἐσθίουσαι A 20 φθινάσι HP: φθινώδεσι A 21 ὑποπύοις Α. ὑποποιοῖς H1P, ὑποποίοις 2 καὶ add. Mang. πᾶσι (sic) P 23 εὐωδεῖν P 24 κώφωσις ὤτων A: κωφὸν οὖς HP (Turn.)) [*](2 Deut. 28,32. 7 Deut. 28,16. 8 sqq. Deut. 28,18. 12 Deut. 28,17.) [*](18 sqq. Lev. 26,16. Deut. 28,22. 27.)
τοῦ μὲν ἐν φλεψὶν αἵματος ἀποβαλόντος ὅσον ἦν ἐν αὐτῷ ζωτικόν, τοῦ δ’ ἐν ἀρτηρίαις πνεύματος τὴν ἔξωθεν ἀπὸ τοῦ συμφυοῦς ἀέρος μηκέθ’ ὁμοίως ἐπιδεχομένου σωτήριον κρᾶσιν, τῶν δὲ νεύρων ἀνεθέντων καὶ χαλασθέντων·