De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Δουλεία τοῖς ἐλευθέροις ἀφορητότατόν ἐστιν, ὑπὲρ ἧς σπουδάζουσιν ἀποθνῄσκειν οἱ σώφρονες ἀγωνιζόμενοι φιλοκινδύνως πρὸς τοὺς ἐπανατεινομένους δεσποτείαν· ἀφόρητον δὲ καὶ ἐχθρὸς ἄμαχος· εἰ δ’ ὁ αὐτὸς ἀμφότερα γένοιτο, δεσπότης ὁμοῦ καὶ πολέμιος, τίς ἂν ὑποσταίη τὸν τὸ μὲν δύνασθαι ἀδικεῖν ἐκ δεσποτικῆς ἐξουσίας, τὸ δὲ μηδὲν συγγινώσκειν ἐξ ἀσυμβάτου δυσμενείας περιπεποιημένον;

ἐχθροῖς οὖν φησι δεσπόταις εἰς τὸ ἀνηλεὲς χρήσεσθαι τοὺς ἀλογοῦντας νόμων ἱερῶν, οὐ μόνον ἐξ ἐπιθέσεως τῆς ἐκείνων ὑπαχθέντας, ἀλλὰ καὶ γνώμαις ἑκουσίοις ἐκδόντας αὑτοὺς ἕνεκα τῶν ἀβουλήτων, ἃ λιμὸς καὶ σπάνις τῶν ἀναγκαίων ἀπεργάζεται· τὰ γὰρ ἐλάττω κακὰ φυγῇ μειζόνων αἱρετὰ νομίζουσί τινες, εἰ δή τι βραχὺ τῶν εἰρημένων ἐστί.

δουλεύοντες γὰρ πικρῶν μὲν ἐπιταγμάτων ὑπηρεσίας ἀναδέξονται τοῖς σώμασι, πικροτέρων δὲ θεαμάτων ἀνίαις κατατεινόμενοι τὰς ψυχὰς ἀπαγορεύσουσιν· ὄψονται γὰρ ὧν συνῳκοδόμησαν ἢ κατεφύτευσαν ἢ περιεποιήσαντο κληρονόμους γεγονότας ἐχθρούς, ἀλλοτρίων ἀπολαύοντας ἀγαθῶν καὶ ἑτοίμων· ὄψονται καὶ τὰ πίονα τῶν ἰδίων θρεμμάτων εὐωχουμένους, ἱερεύοντας καὶ παραρτύοντας εἰς ἀπόλαυσιν ἡδίστην, οἱ στερόμενοι τοὺς ἀφελομένους· ὄψονται καὶ γυναῖκας, ἃς ἠγάγοντο κουριδίας ἐπὶ γνησίων παίδων σπορᾷ, [*](1 δοκούντων κακῶν H κακῶν] ἀρῶν A 2 ῥῖγος suspectum; πνῖγος conicio 3 γένοιντ’ A μόνην A 4 ἐργάσοιτο om. Α; ἐργάσαιτο conicio 5 βαρύτερα Mang.: βαρύτατα codd. (βαρύτατον ν) 7 ἀφορητότατος 7.8 σπουδάζουσιν ἀποθνήσκειν ΑΗΡ: σπουδάζουσιν om. L ἀποθνήσκουσιν Τurn., ἀποθνήσκειν σπουδάζουσιν Mang.) 9 δεσποτείαν HP: δεσπότας Α ἀφόρητος Α 11 τὸν addidi μηδὲν Α: μηδενὶ HP (v) 12 περιπεποιημένον Μang.: περιπεποιημένος codd. 13 ἀνηλεὲς AHP: ἀνηλεὲς in ἀνηλεῶς corr. L (ἀνηλεῶς v) ; καὶ τοῖς ἀνηλεέσι coni. Mang. χρήσεσθαι v: χρήσασθαι codd. 14 ἐπιθεσίας (sic) Α γνώμαις scripsi: νόμοις codd.; σπονδαῖς coni. Mang. 15 αὐτοὺς H1P ἕνεκα codd. (Mang.): ἕνεκεν v ἃ λιμός Α: d καὶ λιμὸς II P (v) 17 γάρ add. Mang. 22 ἱερεύοντας Mang.: ἱεροῦντας codd. 23 01 στερόμενοι AP (Mang.): ὑστερούμενοι H (v) τοὺς ἀφελομένους Mang.: τοῖς ἀφελομένοις codd. τῆς ἀφελομένης v) 24 ἅς] οὓς P κουριδίας H: κουριδίοις AP; scribondum fortasse κουριδίους σπορὰ Α: σπορὰν ΗΡ (Turn.)) [*](13 Deut. 28,48. 20 Deut. 28,30. 22 Deut. 28,31. 51. 24 Deut. 28,30.)

v.5.p.369
σώφρονας καὶ οἰκουροὺς καὶ φιλάνδρους ἑταιρῶν τρόπον ὑβριζομένας. καὶ πρὸς μὲν ἄμυναν ὁρμήσουσιν,

ἔξω δὲ τοῦ σφαδᾴζειν οὐδὲν ἐργάσασθαι δυνήσονται πᾶσαν ἰσχὺν ἐκτετμημένοι καὶ ἐκνενευρισμένοι· προκείσονται γὰρ σκοποὶ τοῖς ἐθέλουσιν ἄγειν, φέρειν, ἁρπάζειν, ὑβρίζειν, τιτρώσκειν, εἰς βλάβας, εἰς αἰκίας, εἰς πανωλεθρίαν, ὡς μηδὲν ἀφεθῆναι τῶν βλημάτων κωφόν, ἀλλ’ εὔσκοπα καὶ εὔστοχα πάντα.