De Praemiis Et Poenis Et De Exsecrationibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
οἷς ἐπακολουθεῖ τῆς ἁρμονίας καὶ συμφωνίας τῶν μελῶν πάρεσις πρότερον πονηθέντων ἁλμυροῦ καὶ πάνυ πικροῦ φορᾷ ῥεύματος εἴσω παραδυομένου καί, ὁπότε στενοῖς ἐγκατακλεισθείη πόροις εὐμαρεῖς διεξόδους οὐκ ἔχουσι, θλιβομένου τε καὶ θλίβοντος εἰς πικρῶν καὶ δυσυπομονήτων γένεσιν ἀλγηδόνων, ἐξ ὧν φύεται τὰ ποδαγρικὰ καὶ ἀρθριτικὰ πάθη καὶ νοσήματα, πρὸς ἃ σωτήριον οὐδὲν ἐπενοήθη φάρμακον, ἀλλ’ ἔστιν ἀνθρωπίναις ἐπινοίαις ἀνίατα.
ταῦτα ὁρῶντες ἔνιοι καταπλαγήσονται, πῶς οἱ πρὸ μικροῦ πίονες εὔσαρκοί τε καὶ εὐεξίᾳ μάλιστα θάλλοντες οὕτως αἰφνίδιον ἐκτακέντες ῥικνοὶ γεγόνασιν ἶνες αὐτὸ μόνον καὶ λεπτὴ δορά, καὶ πῶς γυναῖκες ἁβροδίαιτοι καὶ πανάπαλοι διὰ τὴν ἐκ πρώτης ἡλικίας συναυξηθεῖσαν τρυφὴν ὑπὸ κακώσεως δεινῆς ἅμα ταῖς ψυχαῖς καὶ τὰ σώματα ἐξηγρίωνται.
τότε δὴ τότε διώξονται μὲν ἐχθροὶ καὶ μάχαιρα ἐκδικήσει δίκην, οἱ δ’ εἰς τὰς πόλεις καταφεύγοντες, ὅταν ἐν ἀσφαλεῖ γεγενῆσθαι νομίσωσιν, ἐλπίδος ἀπάτῃ φενακισθέντες ἡβηδὸν ἀπολοῦνται προκαταδύντες ἐνέδραις ἐχθρῶν.
Κἂν εἰ ἐπὶ τούτοις μὴ σωφρονίζοιντο πλαγιάζοντες καὶ τὰς ἐπ’ ἀλήθειαν ἀγούσας εὐθυτενεῖς ὁδοὺς ἐκτρεπόμενοι, δειλία καὶ φόβος ταῖς ψυχαῖς αὐτῶν ἐνιδρυθήσεται, καὶ φεύξονται μὲν οὐδενὸς διώκοντος, φήμαις δὲ οἷα φιλεῖ ψευδέσι πεσοῦνται προτροπάδην, φύλλου τε κτύπος κουφότατος δι’ ἀέρος φερόμενος τοσαύτην ἀγωνίαν καὶ πτοίαν ἐργάσεται, [*](1.2 συγκρινόμενα—δεινά HP1 (Turn.) 3 ἐν ante αὐτῷ om. Α τοῦ δ’ codd.: τοῦ δ’ ἑτέρου v (Turn.) 4 ἀποδεχομένου Α 7 εἴσω παραδυομένου Α: εἰσπαραδυομένου HP (v) ; παρεισδυομένου conieceram 9 καὶ om. Turn. ἀλγηδόνων γένεσιν transp. Α 10 τὰ om. P ἀρθρητικὰ L (Turn.) 14 αὐτὸ Η2: αὐτοὶ AH1P 15 πανάπαλοι HP: παράπολοι Α συνασκηθεῖσαν coni. Mang. τροφὴν P 17 καὶ μάχαιρα Α καὶ μάχαιρα Α καὶ ss. P2): μάχαιρα HP μάχαιρα δ’ Turn., μάχαιρα δὲ Mang.) 18 ἐν ἀσφαλεία Α 19 προκαταδύντες scripsi: προκαταδύντων codd. 21 εἰ addidi πλησιάζοντες Α 22 ἐπ’ ἀλήθειαν Η: ἐπ’ ἀληθεία AP ἀγούσας Η2: ἀναγούσας H1P, ἀλγούσας A 23 ἐνιδρυθήσεται codd.: ἐνιδρυθήσονται Mang. 24 φύλλου codd. (Mang.): φύλλων Turn. τε Α, ss. P: om. H (Turn.) 25 πτοίαν] ποίαν Α) [*](15 πανάπαλοι Hom. Od. ν223 17 Lev. 26,25. 21 spp. Lev. 26,23. 36.)