De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

καὶ γῆ μέντοι κονιορτὸν οἴσει καὶ χοῦς ἄνωθεν ἐξ οὐρανοῦ καταχθήσεται βαρύτατον ἐπιφέρων καρπὸν εἰς τὴν διὰ πνίγους ἀπώλειαν, ἵνα μηδὲν παραλειφθῇ τῶν ἐπ’ ὀλέθρῳ. πολυάνθρωποι μὲν ἐρημωθήσονται συγγένειαι, κεναὶ δὲ αἱ πόλεις ἐξαπιναίως οἰκητόρων ἔσονται, μνημεῖα παλαιᾶς μὲν εὐτυχίας προσκαίρου δὲ βαρυδαιμονίας ὑπολειφθεῖσαι πρὸς νουθεσίαν τῶν δυναμένων σωφρονίζεσθαι.

τοσαύτη δὲ ἐφέξει σπάνις τῶν ἀναγκαίων, ὥστε ἀλλοτριωθέντες τούτων τρέψονται ἐπ’ ἀλληλοφαγίας, οὐ μόνον ὀθνείων καὶ μηδὲν προσηκόντων, ἀλλὰ καὶ τῶν οἰκειοτάτων καὶ φιλτάτων· ἅψεται γὰρ καὶ πατὴρ υἱοῦ σαρκῶν καὶ μήτηρ σπλάγχνων θυγατρὸς καὶ ἀδελφῶν ἀδελφοὶ καὶ γονέων παῖδες· ἀεὶ δὲ οἱ ἀσθενέστεροι τῶν δυνατωτέρων κακαὶ καὶ ἐπάρατοι τροφαί· τὰ Θυέστεια παιδιὰ [καὶ] συγκρινόμενα ταῖς ὑπερβολαῖς τῶν συμφορῶν, ἃς μεγαλουργήσουσιν οἱ καιροί.

μετὰ γὰρ τῶν ἄλλων, ὥσπερ τοῖς ἐν εὐτυχίαις ποθεινὸς ὁ βίος εἰς ἀπόλαυσιν ἀγαθῶν, οὕτως καὶ τοῖς βαρυδαίμοσιν ἐκείνοις ἔρως πολὺς ἐνιδρυθήσεται τοῦ ζῆν πρὸς ἀμέτρων καὶ ἀπαύστων κακῶν μετουσίαν, ἁπάντων ἀνιάτων. ἧττον γὰρ χαλεπὸν ἀπαλγήσαντας ἐπιτεμεῖν θανάτῳ τὰς ἀνίας, ὃ τοῖς μὴ λίαν φρενοβλαβέσιν ἔθος δρᾶν· οἱ δ’ ἐκ παραπληξίας ἐθέλοιεν ἂν καὶ μακροβιώτατοι γενέσθαι, τῆς ἀνωτάτω βαρυδαιμονίας ἀπλήστως καὶ ἀκορέστως ἔχοντες.

τοιαῦτα [*](2 ἐσταχυηφόρησεν scripsi: ἐσταχυφόρησεν codd. 2.3 ὑετὸν ἤνεγκε χαλκός Α: χαλκοῦς (sic) ὑετὸν ἤνεγκε HP (χαλκὸς ὑετὸν ἤνεγκε v) 3 ὧν om. H (Turn.) 4 ὡρῶν] καρπῶν coni. Mang. 5 γενέσεις] κινήσεις coni. Mang. 7 μέντοι] μὲν Α ἐξ οὐρανοῦ ἄνωθεν transp. Α 8 καρπὸν] κακόν conicio διαπνίγουσαν ἀπώλειαν A 8.9 ἵνα—ὀλέθρῳ] ἵνα μηδενός παραλειφθέντος Α 12 δ’ Α 13 ἀλλοτριωθέντςε] ἐλαττωθέντες conicio 14 ἀλληλοφαγίαις Η1P ὀθνείων Mang.: ἐθνῶν codd. 16 γονέως Η1P 17 ἀεὶ δέ] ἔσονται coni. Mang. 18 τὰ θυἐστεια Α, τὰ θυέστια HP: τὰ Θυέστου v παιδιὰ scripsi (ludas vertit Mang.): παιδία codd. (v) καὶ seclusit Mang. 19 τοῖς Α: om. ΗP (v) 20 ὁ βίος ποθεινὸς transp. Α 21 καὶ] ἢ Α 22 ἧττον γὰρ χαλεπὸν scripsi: ἧττον γὰρ codd.; αἱρετώτερον γὰρ coni. Mang. 23 ἀνίας] ἡνίας Η(Turn.) 24 καὶ om. Α) [*](7 Deut. 28,24. Lev. 26,31. 15 Lev. 26,29. Deut. 28,53.)

v.5.p.368
τὸ κουφότατον εἶναι δοκοῦν τῶν κακῶν, ἀπορία, προσεργάζεσθαι πέφυκεν, ὅταν θεήλατος ἐπάγηται δίκη· καὶ γὰρ εἰ χαλεπὰ ῥῖγος, δίψος, ἔνδεια τροφῆς, ἀλλ’ εὐκταιότατα γένοιτ’ ἂν ἐπὶ καιρῶν, εἰ μόνον ἀνυπέρθετον φθορὰν ἐργάσοιτο· χρονίζοντα δὲ καὶ τήκοντα ψυχήν τε καὶ σῶμα τῶν τετραγῳδημένων, ἃ δι’ ὑπερβολὰς μεμυθεῦσθαι δοκεῖ, βαρύτερα πέφυκε καινουργεῖν.