De Praemiis Et Poenis Et De Exsecrationibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τοὺς ἐλαιῶνας ὅταν ἴδῃς εὐθηνοῦντας καὶ καρπῶν ἄφθονον πλῆθος, ἡσθήσῃ, ὥσπερ εἰκός, δι’ ἐλπίδα συγκομιδῆς εὐτυχοῦς, ὅταν δὲ ἄρξῃ συγκομίζειν, αἰσθήσῃ τῆς ἀτυχίας μᾶλλον ἢ τῆς ἀσεβείας· τὸ μὲν γὰρ ἔλαιον καὶ ὅσον πῖον ἐκρυήσεται σύμπαν ἀφανῶς, ὁ δ’ ἐκτὸς ὄγκος αὐτὸς εἰς ἀπάτην ψυχῆς κενὸς κενῆς ὑπολειφθήσεται. καὶ συνόλως ὅσα σπαρτὰ ἢ δένδρα καρποῖς

αὐτοῖς ἐξαναλωθήσεται πρὸς ἐρυσίβης. ἐφεδρεύουσι δὲ καὶ ἄλλαι συμφοραὶ δίχα τῶν εἰρημένων, ἐνδείας καὶ ἀπορίας δημιουργοί. δι’ ὧν γὰρ ἀνθρώποις ἡ φύσις ἐχορήγει τὰ ἀγαθά, στειρωθήσεται, γῆ καὶ οὐρανός, ἡ μὲν ἀμβλίσκουσα καὶ τελειογονεῖν ἀδυνατοῦσα τοὺς καρπούς, ὁ δὲ μεταβεβηκὼς εἰς ἀγονίαν, τῶν ἐτησίων ὡρῶν μὴ χειμῶνος, μὴ θέρους, μὴ ἔαρος, μὴ μετοπώρου πρὸς τὰς οἰκείας τάξεις ἀνιόντων, ἀλλ’ εἰς ἄποιον καὶ πεφορημένην σύγκρισιν βιασθέντων ἀποκριθῆναι δεσποτικοῦ κράτους ἀρχῇ. οὐ γὰρ ὄμβρος, οὐχ

ὑετός, οὐ λεπτὴ ψεκάς, οὐ βραχεῖα λιβάς, οὐ δρόσος, οὐκ ἄλλο τι τῶν αὔξειν δυναμένων ἐπιγενήσεται, τοὐναντίον δὲ ὅσα λυμαντικὰ μὲν φυομένων, φθοροποιὰ δὲ καρπῶν καταπεπανθέντων καὶ ἵνα μὴ τελειωθῇ παρεσκευασμένα· „θήσω“ γάρ φησι „τὸν οὐρανὸν ὑμῖν χαλκοῦν καὶ τὴν γῆν σιδηρᾶν“ (Lev. 26, 19. [*](1 ἡσυχάσουσιν HP (coni. Μang.): ἡσυχάζουσιν Α (v) post ἀργαλεώτεραι add. δέ v, om. codd. 2 γάρ οm. A κατασπερεῖς coni. Mang. τὴν βαθύγειον Η: τὸ βαθύγειον P, τὸ βαθύγαιον Α 3 ἐκθεριεῖ conicio 4 ἀμπελῶνας Α φυτεύεις codd.: φυτεύσεις V 5 καὶ add. Mang. γεωπόνους A: γεωπόνοις ΗΡ β΄ 6 βρίθοντα καὶ βλαστάνοντα Α 8 εὐθηνοῦντας Η2: εὐθυνοῦντας Η1Ρ, ἀσθενοῦντας Α ἡσθήσῃ Α: ἴσθι P, ἴθι II Τurn.) 9 δὲ A: om. HP (v) 10 ἀσεβείας codd. εὐσεβείας v; ἀσεβείας corruptum, ἀφθονίας vel εὐθηνίας conicio, εὐπαθείας coni. Mang. 11 αὐτός] αὖος coni. Mang., αὐτὸ μόνον couicio 13 ἐφεδρεύουσι codd.: ἐφεδρεύσουσι V 15 ἀνθρώποις ἡ φύσις Α: ἡ φύσις ἀνθρώποις ΗΡ (v) 18 μὴ ἔαρος om. A ἀνιόντων A: ἰόντων ΗΡ (Turn.) 19 σύγκρισιν] σύγχυσιν conicio βιασθέντων ἀποκριθῆναι Α: ἀποκριθῆναι βιασθέντων 11 P (v) 23 παρεσκευασμένα Α: παρεσκευασμένων HP 24 ἡμῖν Η (Turn.)) [*](2 Deut. 28,38. 4 Deut. 28,39. 10 Dent. 28,40. 12. 13 Deut. 28,42.)

v.5.p.367
ξφ. δευτ. 28,23), αἰνιττόμενος τὸ μηδέτερον αὐτῶν τὰ οἰκεῖα καὶ πρὸς ἃ γέγονεν ἐπιτελέσειν ἔργα·

ποῦ γὰρ ἢ σίδηρος ἐσταχυηφόρησεν ἢ ὑετὸν ἤνεγκε χαλκός, ὧν χρεῖα τὰ ζῷα καὶ μάλιστα τὸ ἐπίκηρον καὶ πολλῶν ἐπιδεές, ἄνθρωπος; μηνύει δ’ οὐ μόνον ἀφορίαν καὶ τῶν ἐτησίων ὡρῶν φθοράν, ἀλλὰ καὶ πολέμων γενέσεις καὶ τῶν ἐν τούτοις ἀφορήτων καὶ ἀμυθήτων κακῶν· χαλκὸς γὰρ καὶ σίδηρος πολεμιστηρίων ὅπλων ὗλαι.