De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Κελεύουσιν οἱ νόμοι δεκάτας μὲν ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων ἡμέρων καὶ ἐρίων ἀπάρχεσθαι τοῖς ἱερωμένοις, ἀπὸ δὲ τῆς κατ’ ἀγροὺς ὀπώρας καὶ τῶν ἄλλων ἀκροδρύων κατὰ τὸ ἀνάλογον τῆς κτήσεως ἐν ταλάροις πλήρεσι κομίζειν σὺν ᾠδαῖς εἰς τὸν θεὸν πεποιημέναις, ἃς ἀναγράπτους στηλιτεύουσιν αἱ ἱερώταται βίβλοι, καὶ προσέτι βοῶν καὶ προβάτων καὶ αἰγῶν τὰ πρωτότοκα μὴ ὥσπερ ἴδια κατατάττειν ἐν ταῖς ἀγέλαις, ἀλλὰ καὶ ταῦτα νομίζειν ἀπαρχάς, ὅπως ἐξεθιζόμενοι τῇ μὲν τιμᾶν τὸ θεῖον τῇ δὲ μὴ πάντα κερδαίνειν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ ταῖς ἀρετῶν ἡγεμονίσιν ἐπικοσμῶνται.

Πάλιν ἐὰν ἴδῃς, φησί, τινὸς τῶν οἰκείων ἢ φίλων ἢ συνόλως ὧν οἶδας ἀνθρώπων ὑποζύγιον ἐν ἐρημίᾳ πλανώμενον, ἀπαγαγὼν ἀπόδος· κἂν ἄρα τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφύλαξον, ἄχρις ἂν ἐπανελθὼν κομίσηται παρακαταθήκην ἣν οὐκ ἔδωκεν, ἀλλ’ ἣν αὐτὸς ἐξευρὼν ἕνεκα φυσικῆς κοινωνίας ἀποδίδως. [*](1 ἐθελοντής SCG 2: ἐθέλων ceteri (Turn.) 3 tit. περὶ δεκατῶν add. S, περὶ δεκάτῆς mg G 2 μέν om. HP, add. mg P τε S: om. ceteri (v) καὶ ante οἴνου om. HP (Turn.) 4 καὶ ἡμέρων S ἐρίων] ἀγρίων S, ἱερεῖ F 1, ἱερείων F 2 τῆς] τῶν S, τοῦ HP ἀκροδύων C 5. 6 τὸ ἀνάλογον Α: τὸν ἀνάλογον S, ἀνάογον ceteri (v) 6 κτίσεως S ταλάροις] γὰρ λασίοις καὶ S πλήρεσι SH 2: πλήθουσι CG 1, πλήθεσι ceteri 7 ἀνάπτους (sic) S ἱερώταται S: ἱεραὶ ceteri (v) 8 καὶ προβάτων om. CG 2 9 κατατάττει S, κατατάττων G 2 H 1 ἐν] μὲv S 10 ἐξεθιζόμενοι S: ἐρεθιζόμενοι HP (Turn.), ἐξερεθιζόμενοι ceteri 11 φιλανθρωπότητι Α ταῖς] τῶν Α ἡγεμονίσιν] ἡγεμονίαις S; ἡγεμόσι Mang. ἐπικοσμῶνται S: κοσμῶνται ceteri (Turn.) 12 tit. περὶ ὑποζυγίου πλανωμένου add. S mg G 2 φησί om. HP 1 (Turn.) τινὸς SFG 1 H 2: τινά ceteri 13 ἐν ἐρήμω S 14 κἄν S: καὶ ἄν A, καὶ ἐὰν ceteri (v) σαυτοῦ S (Clem. Αl.): σῶν ceteri (v) 14. 15 φύλαξον S 16 ἕνεκα S: ὑπό CG 2, ἐκ ceteri (v) ἀποδίδωσι SAFH 1 P) [*](3 Num. 18,12. Deut. 18,4. 3 sqq. pergit Clem. Alex. l. l. ναὶ μὴν καὶ αἱ δεκάται τῶν τε καρπῶν καὶ τῶν θρεμμάτων εὐσεβεῖν τε εἰς τό θεῖον καὶ μὴ πάντα εἶναι φιλοκεπδεῖς, μεταδιδόναι δὲ φιλανθρωπίας καὶ τοῖς πλησίον ἐδίδασκον. ἐκ τούτων γὰρ οἶμαι τῶν ἀπαρχῶν καὶ οἱ ἱερεῖς διετρέφοντο. 5 Deut. 26,1 sqq. 8 Num. 18,15. 17. 12 Exod. 23,4. Deut. 22,1—3. cf. loseph. Ant. lud. IV §274 . . . ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατ’ ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρ’ αὑτῷ φυλαττέτω μαρτυράμενος τόν θεόν μὴ νοσφίζεσθαι ἀλλότρια. 12 sqq. Clem. Alex. Strom. II IS p.475 P. πάλιν ἐάν τἲδῃς, φησί, τῶν οἰκείων ἡ φίλων ἢ καθόλου ὧν γνωρίζεις ἀνθρώπων ἐν ἐρημίᾳ πλανώμενον ὑποζύγιον, ἀπαγαγὼν ἀπόδος· κἂν οὖν τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετά τῶν σαυτοῦ διαφυλάξας ἄχρις ἄν κομίσηται ἀπόδος. φυσικὴν κοινωνίαν διδάσκει τὸ εὕρημα παρακαταθήίην λογίζεσθαι μηδὲ μνησικακεῖν τῷ ἐχθρῷ.)

v.5.p.294

Τὰ δὲ περὶ τοῦ ἑβδόμου ἔτους νομοθετηθέντα, καθ’ ὃ δεῖ τὴν μὲν χώραν ἀνίεσθαι πᾶσαν ἀργὴν ἀφιεμένην, τοὺς δὲ πένητας ἀδεῶς τοῖς τῶν πλουσίων χωρίοις ἐπιβατεύειν δρεψομένους τὸν ἀπαυτοματισθέντα καρπόν, δώρημα φύσεως, ἆρ’ οὐ χρηστὰ καὶ φιλάνθρωπα;

ἑξαετίαν, φησίν, ἀπολαυέτωσαν οἱ κτήτορες ἀνθ’ ὧν ἐκτήσαντο καὶ ἐγεωπόνησαν, ἕνα δὲ ἐνιαυτὸν ἕβδομον οἱ ἀκτήμονες καὶ ἀχρήματοι, μηδενὸς τῶν κατὰ γεωργίαν ἐπιτελεσθέντος· ἄδικον γὰρ ἦν, ἑτέρους μὲν πονεῖν, ἑτέρους δὲ καρποῦσθαι· ἀλλ’ ἵνα τρόπον τινὰ τῶν χωρίων ἀδεσπότων ἐαθέντων, μὴ συνεφαψαμένης γεωργίας, ἄρτιαι καὶ πλήρεις αἱ χάριτες ἐκ θεοῦ μόνου γίνωνται προαπαντῶσαι τοῖς δεομένοις.

τί δ’ ὅσα περὶ τοῦ πεντηκοστοῦ ἐνιαυτοῦ διατέτακται, οὐχὶ πᾶσαν ὑπερβάλλει φιλανθρωπίαν; καὶ τίς οὐκ ἂν εἴποι τῶν μὴ χείλεσιν ἄκροις ἀπογευσαμένων τῆς νομοθεσίας, ἀλλ’ ἐπὶ πλέον ἑστιαθέντων καὶ ἐντρυφησάντων ἡδίστοις ἅμα καὶ καλλίστοις [*](1 tit. περὶ τοῦ ζ΄ ἔτους add. S mg G 2 καθό AF δεῖ] δὴ F 2 ἀνείεσθαι S πάσαν ἀργὴν S: ἀργὴν πᾶσαν ceteri (v) ἀφιομἐνην (sic) S 3 ἐπιβτεύειν S: διατρφῆναι A, om. ceteri (Turn.) δρεψομένους v: τρεφου̣άνους S, δρεψαμένους ceteri τὸν ἀπαυτοματισθέντα S : αὐτοματισθἐντα ceteri (v) 4 οὐ S: οὐχὶ ceteri (v) 5 ἀπολαβέτωσαν AF 1 οἱ κτήτορες CG 1 HP: οἰκήτορες SA, οἱ οἰκήτορες FG 2 (v) ἀφ’ ὧν ἐκέκτηντο F 6 δ’ Α μηδέν Η 7 ἐπιτελεσθέντος S: ἀποτελεσθέντος ceteri (v) ἄδικον S: ἄτοπον ceteri (v) 8 post καρποῦσθαι nonnulla deesse cens. Mang. 9 συνεψαὺαμένους G 2 H 1 P ἄρτιαι scripsi: ἄρτιοι codd. (v) μόνον FH (v) 10 γίνωνται G 1, γίγνωνται S: γένωνται C (Turn.), γένονται G 2 τίνωνται F, τείνωνται ΑΗ 2 (Mang.), τείνονται H 1 P προαπαντῶσαι om. G 2, προαπαντῶσαι τοῖς δεομένοις om. S προαπαντῶσαι Mang.: προσαντῶσαι codd. tit. περὶ τοῦ ν΄ ἔτους add. S mg G 2 11 διατέτακται ἐνιαυτοῦ transp. Α οὐχὶ πᾶσαν S: πᾶσαν οὐχ ceteri (v) τίς οὐκ F: οὐκ om. ceteri (Turn.) 12 τῆς om. S 13 ἑστιαθέντων SAG 1 H 2: ἑστιασάντων ceteri ἐντρυφησάντων S: ἐπιτρυφησάντων ceteri (v)) [*](1 Exod. 23,10. 11. Lev. 25,3—6. cf. loseijh. Ant. lud. III §281 δι’ ἑβδόμου ἔτους ἄνεσιν δίδωσι τῇ γῇ ἀπό τε ἀρότρου (leg. ἀρότου) καὶ φυτείας . . . καὶ τῶν αὐτομάτως ἀναδοθέντων ἀπὸ τῆς γῆς κοίτην εἶναι τοῖς θέλουσι τὴν χρῆσιν τῶν τε ὁμοφύλων καὶ τῶν ἀλλοτριοχώρων, μηδὲν ἐξ αὐτῶν φυλάττοντας· ’ ποιεῖν δἐ τοῦτο καὶ μεθ’ ἑβδόμην ἐτῶν ἑβδομ́δα. 1 sqq. Clem. Alex. Slrom. II 18 p. 474 P. ἡ γὰρ οὐχὶ διά μὲν τοῦ ἑβὸόμου ἔτους ἀργὴν ἀνίεσθαι τὴν χώραν προστάττει, τοὺς πένητας δὲ ἀδεῶς τοῖς κατὰ θεὸν φυεῖσι καρποῖς χρῆσθαι ἐκέλευεν τῆς φύσεως τοῖς βουλομένοις γεωργούσης; πῶς oὖv οὐ χρηστός ὁ νόμς καὶ δικαιοσύνης διδάσκαλος; 10 Lev. 25,8 sqq. lOsqq. pergit Clem. Alex.l.l. πάλιν τε αὖ Tῷ πεντηκοστῷ ἔτει τά αὐτά ἐπιτελεῖν κελεύει ἃ καὶ τῷ ἑβδόμῳ, προσαποδοδπὺς ἑκάστῳ τό ὃδιον, εἲ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ ὑποσχόντας δίκην μὴ (καὶ?) διὰ βίου κολαζομένους ἐλεῶν.)

v.5.p.295
δόγμασιν;

ἐπιτελεῖται μὲν γὰρ ἃ καὶ τῷ ἑβδόμῳ, προσείληφε δὲ ἔτι μείζονα, ἀνάληψιν τῶν ἰδίων κτημάτων, ἃ διὰ καιροὺς ἀβουλήτους παρεχώρησαν ἑτέροις· οὔτε γὰρ παγκτησίαν ἔχειν τῶν ἀλλοτρίων ἐφίησι, τὰς εἰς πλεονεξίαν ἐπιφράττων ὁδοὺς ἕνεκα τοῦ στεῖλαι τὴν ἐπίβουλον καὶ πάντων κακῶν αἰτίαν ἐπιθυμίαν, οὔτε τοὺς κληρούχους εἰς ἅπαν ᾠήθη χρῆναι τῶν οἰκείων ἀποστερεῖσθαι, πενίᾳ διδόντας δίκας, ἣν κολάζεσθαι μὲν οὐ θέμις, ἐλεεῖσθαι δὲ ἀναγκαῖον.

ἔστι δὲ καὶ ἄλλα μυρία τῶν ἐν μέρει διατεταγμένων πρὸς τοὺς ὁμοεθνεῖς χρηστὰ καὶ φιλάνθρωπα, ὧν ἀποχρώντως ἐν ταῖς προτέραις συντάξεσιν ἐπιμνησθεὶς ἀρκεσθήσομαι τοῖς ἀρτίως εἰρημένοις, ἃ δείγματος ἕνεκα καιρίως προσπαρέλαβον.