De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται· καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ πάθους λαβὼν οἶκτον ὁ εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει τῶν ἀπονοηθέντων — ἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες — ὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ νουθετήσας.
ὁ δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους [*](1 αὐτῶ K περιέσεσθαι SG ταῦτα BKAG 3 καθυποκρινάμεναι S: καθυποκρινόμεναι ceteri (v) 4 ἐσhησι v: αἰσθήσεσι A1P, ἐσθήσεσι ceteri εἴωθε] ἔσωθε S διακομεῖσθαι Ε 5 πᾶσαι P εὐμορφώτερον HP 6 ἐργασάμεναι VOF γὰρ om. M 7 ἀθηράτων codd.: εὐθηράτων Η2 (v) τό ἐμφανές Α γινόμεναι Η 7.8 βλέμμα ’P 8 σχέσεσι S: ὀρχήσεσι ceteri (v) 9 ἦς ἀνερμάτιστα coni. Mang. ἀtδρυτα S 10 καὶ om. K 12 χειροτμήτων S, γηροκομἡτων (sic) G post ἀλλοτριοῦσι add. δὲ ’P, δὴ Η2 (v) 13 εὐαγγελίζονται om. A 13.14 καὶ ἔμελλον ἄν καὶ ἄλλους scripsi: xat ἐμέλλοσαν spat. 5 fere litt. καὶ ους S, ἔμελλον ἀρὰν Α mg P2, καὶ—ἄλλοθσ om. ceteri (in lacuna BEKM) ; καὶ ἐμἐλλοσαν τοὺς ἄλλους Mang. 14 ἐπισπάσασθαι Α τοὺς μὴ σφόδρα βεβαίους V2K2, τοὺς σφόδρα βεβαίους OF pr. μὴ om. AH2 (v) 16 ἀπονοηθέντων SVOFH2: ἐπινοηθέντων ceteri 17 ἀναχαιτίσαι BEKMHP 18 ἐπαντλῶν S: om. ceteri (Turn.) 19 ταῖς ψυχαῖς B2MV2OFH2 (Turn.) τούτοις eras. V2, om. O ἐπάγων scripsi: ἐπᾴδων codd.; ἐπαίρων coni. Wendl. 20 ἐπιλέξας ἀριστίνδην transp. Α ἀναπράξων SGV1: ἀντεισπράξων V2OF, ἀνπρᾶξαι ceteri (v) ; ἀναπράξοντας coni. Mang. 21 ἐμηχανήσατο M τῶν om. VOF 22 ἄνωθεν om. Α)
δὲ τοὺς λεχθέντας δυνηθέντες. οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης νεότητος ἀπολιπέσθαι· κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι.
καὶ τοσοῦτον πόλεμον κατορθώσαντες οὐδένα τῶν ἰδίων ἀπέβαλον, ἀλλ’ ὁπόσοι καὶ ὁποῖοι προῆλθον εἰς τὴν μάχην ἐπανῄεσαν ἄτρωτοι καὶ ὁλόκληροι, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μετὰ διπλασίονος ῥώμης· ἡ γὰρ ἐκ τοῦ νικῆσαι χαρὰ τῆς προτέρας οὐκ ἐλάττονα τὴν ἰσχὺν ἀπειργάσατο.
αἴτιον δὲ οὐδὲν ἦν τούτων ἕτερον ἢ τὸ σπουδάσαι φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἄρασθαι, ἐν ᾧ καὶ προαγωνίζεται θεός, ἀήττητος ἐπικουρία, βουλὰς μὲν ἀγαθὰς ταῖς διανοίαις ὑφηγούμενος, ἀλκὴν δὲ τοῖς σώμασι κραταιοτάτην ἐντιθείς.
πίστις δὲ τῆς ἐκ θεοῦ συμμαχίας τό τε ὑπ’ ὀλίγων πολλὰς μυριάδας ἁλῶναι καὶ τὸ μηδένα μὲν τῶν ἐχθρῶν διαφυγεῖν, μηδένα δὲ τῶν φίλων ἀναιρεθῆναι μήτε [*](1 δυνηθέντες] δυνηθῆναι BEMHP1 (Tuni.), μὴ δυνηθῆναι AP2, διασωθῆναι Κ πολλοὺς F 3 ἔκαστος ἕκαστος transp. Α, ἕκαστος om. BKM καταφορικῶς V2OF πυκναῖς SGH2: πυκνῶς VO, πικρῶς F, oni. ceteri ἐπιτρέχων V-OK-F 3.4 ταῖς φάλαγξι—ἀναιροῦντες SGH2: om. ceteri 4 ἠρήμουν A (coui. Mang.): οὐκ ἠρέμουν V2OK2F, ἠρέμουν ceteri βύζην] χύδην Α mg P2, κύκλω V-OK-F συνεστηκότα SAG: οὖν ἑστηκότα ceteri (Turn.) 5 ἐφέδρευε Turn. kainoymqenvn G post τάξεων add. ἄρδην διώλεσεν V-OK-F 6 post ὡς add. καὶ v, om. codd. αὐτοβοῒ in textu S, αὐτοβοεὶ mg S 7 ἀπολείπεσθαι VOFG καὶ τἀς γυναῖκας BEKM ἐπιγραψαμένας V1, ἐπιδραξαμένας V2OF 3 ἀνοσίοις SGV2OFH2: ἀνοσίαις ceteri παρθένους om. Α καὶ ἄκακον V2OK2F 8.9 οἱκτησάμενοι (sic) A 9 ἀπέβαλλον Η (Turn.), βάλον ἀπέλαβον S (βαλον ss. S2), προσαπέβαλον P 10 προῆλθον VOFA: συνῆλθον K, προσῆλθον ceteri (Turn.) ἐπανίεσαν SHP, ἀνήεσαν K 11 δ’ BEKMHP εἰπεῖν εἰ χρὴ τἀληθές transp. M ῥώμης] σώματος P 12 προτέρας] πρότερον Η (v) ἀπειργάσατο SVOK2FG: ἐχρίσατο ceteri (v) τούτων ἣν transp. HP (v) 14 ἐν ᾧ Mang.: ἐν ἦ codd. 1.5 ἀηττήτῳ V2OK2F ἀφηγούμενος 16 pr. δὲ oin. II tiu σώματι VOF ἐπιθείς S πίστιν VOF 16. 17 τὴν . . . συμμαχίαν VOF 17 συμμαχείας G ὑπὸ SF ὀλίγων ἐχθρῶν M πολλὰς: hic desinit Κ alt. τὸ] τὸ] G 18 μήτε SVOFG: μήτ’ ceteri) [*](13. 14 Clem. Alex. Strom. ΙΙ 18 p. 472 P. 472 P. αὐτίκα οἱ περιλειφθέντες φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἀράμενοι κύριοι κατέστησαν τῶν πολεμίων.)
ὅθεν ἐν τοῖς προτρεπτικοῖς φησιν· ἐὰν δικαιοσύνην καὶ ὁσιότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύῃς, βίον ἀπόλεμον βιώσῃ καὶ εἰς ἅπαν εἰρηνικόν, ἢ ἐνστάντος πολέμου ῥᾳδίως τῶν ἐχθρῶν περικρατήσεις, θεοῦ στραταρχοῦντος ἀοράτως, ᾧ δι’ ἐπιμελείας ἐστὶ τοὺς ἀγαθοὺς σῴζειν ἀνὰ κράτος.
μήτ’ οὖν ἐὰν πολλαῖς μυριάσιν ἐπιτρέχωσιν ὁ πεζὸς ὁμοῦ καὶ ἱππότης στρατὸς εὐοπλοῦντες μήτε ἐὰν ἐρυμνὰ καὶ ἐπίμαχα προκαταλαβόμενοι χωρία τοποκρατῶσι μήτε ἐὰν ἀφθόνοις παρασκευαῖς χορηγῶνται, καταπλαγεὶς δείσῃς, κἂν ἁπάντων ἀπορῇς ὧν ἄγουσι περιουσίαν ἐκεῖνοι, συμμάχων, ὅπλων, τόπων εὐκαιρίας, παρασκευῶν·
ἐκεῖνα γὰρ ὥσπερ ὁλκάδα πεπληρωμένην παντοίων ἀγαθῶν πολλάκις ἐπιπεσὼν ἄνεμος ἐξαίφνης ἀνέτρεψε καὶ κατέλυσε, τοῖς δ’ εὐτελέσι καὶ λυπροῖς ὥσπερ ἀστάχυσιν ἤδη μεμυκόσιν ἐξ αὐχμοῦ καὶ ἀνομβρίας ἐπιψεκάζων καὶ ἐπινίφων ὁ θεὸς τὰς σωτηρίους δυνάμεις ἐμπαρέσχεν ἀνεγερθῆναί τε καὶ τελειογονῆσαι.
ἐξ οὗ δῆλον, ὅτι δεῖ τοῦ δικαίου καὶ ὁσίου περιέχεσθαι· οἷς μὲν γὰρ τὸ θεῖον ἔνσπονδον, ἄκρως εὐδαίμονες, οἷς δὲ ἐχθρόν, ἐσχάτως κακοδαίμονες. τοσαῦτα καὶ περὶ ἀνδρείας εἰς τὸ παρὸν ἀποχρώντως λελέχθω.
Τὴν δ’ εὐσεβείας συγγενεστάτην καὶ ἀδελφὴν καὶ δίδυμον ὄντως ἑξῆς ἐπισκεπτέον φιλανθρωπίαν, ἧς ἐρασθεὶς ὡς οὐκ οἶδ’ εἴ τις [*](1 ἐλαττωθέντων scripsi: ἐλαττωθέντες S, ἐλαττωθέντος G, ἐλαττωθῆναι VOF (v), ἐλαττωθεῖσαν ceteri ἐν om. VOF 1. 2 προτρεπτικοῖς] προτρεπτικοῖς] Α 2 καὶ ὁσιότητα om. Tnrn. 2. 3 ἐπιτηδεύεις G 4 διακρατήσεις BEM 5 δι] μετ’ SVOF 7 μήτε SVOFA; μήτ’ ceteri ἐρυμνά om. F ἀπόμαχα V2OF προκαταλαβόμενοι S: προκαταλαμβανόμενοι ceteri (v) 8 μήτε SVOFA: μήτ’ ceteri χορηγῶνται] χρῶνται P 9 ἀπάντων S: om. ceteri (v) ἄγωσι F 10 τόπων ora. Α εὐκαιρίας] εὐχερείας Turn. II ἀνέστρεψε A 11.12 κατέδυσε coni. Mang. 12 εὐτελέσι] ἀτελέσι H (v) μεμυκόσιν VOFGH-: μεμεθυκόσιν ceteri ἐξ αὐχμοῦ— δυνάμεις (14) ora Α 13 ἐπινείφων BEMHP τὰς om. VOF 15 δεῖ . . . περιέχεσθαι scripsi: ἀεὶ αἰεὶ VOFGH-) . . . περιέχεται codd. (v) ἔνσπονδον om. F Ifi δέ SG: δ’ ccteri 17 ἀνδρίας AEFG ἀποχρῶντος G, ἀποχρώντως om. P περὶ ἀνδρείας καὶ εὐσεβείας subscr. G, φίλωνος περὶ ἀνδρείας siibscr. Η periit sectio περὶ εὐσεβείας 18 περὶ φανθρωπίας SCG2: τοῦ αὐτοῦ λόγος περὶ εὐσεβείας F, περὶ εὐσεβείας καὶ φιλανθρωπίας HP, tit. om. AG1 19 δ’ SCG2: om. ceteri εὐσεβείας SCG2: εὐσεβεία ceteri συγγενέτην S, συγγενέτιν CG2 (Turn.) 20 ὡς om. S) [*](2 sqq. Deut. 28,1. 2.7.)
τὰ μὲν οὖν ἐκ πρώτης ἡλικίας ἄχρι γήρως εἰς ἐπιμέλειαν καὶ κηδεμονίαν ἑνὸς ἑκάστου καὶ πάντων ἀνθρώπων πεπραγμένα αὐτῷ δεδήλωται πρότερον ἐν δυσὶ συντάξεσιν, ἃς ἀνέγραψα περὶ τοῦ βίου Μωυσέως. ἑνὸς δὲ ἢ δυοῖν ὧν ἐπὶ τελευτῇ κατώρθωσεν ἄξιόν ἐστιν ἐπιμνησθῆναι· δείγματα γάρ ἐστι τῆς συνεχοῦς καὶ ἀδιαστάτου καλοκἀγαθίας, ἣν ἀσύγχυτον ἐνεσφραγίσατο τῇ ψυχῇ χαρακτῆρι θείῳ τυπωθείσῃ.
ἐπειδὴ γὰρ ἡ προθεσμία τῆς θνητῆς ζωῆς ἔμελλεν αὐτῷ περατοῦσθαι καὶ λογίοις ἀριδήλοις ἔγνω τὴν ἐνθένδε μετανάστασιν, οὐδένα τῶν ἄλλων ἢ βασιλέων ἢ ἰδιωτῶν ἐμιμήσατο, οἷς μία σπουδή τε καὶ εὐχὴ κληρονόμους παῖδας καταλιπεῖν, ἀλλὰ καίτοι πατὴρ γεγονὼς δυοῖν υἱοῖν οὐδετέρῳ τὴν ἀρχὴν ἀπέλιπεν ἡττηθεὶς εὐνοίας συγγενικῆς καὶ πάθους φιλοικείου· καίτοι, εἰ καὶ τὰ τῶν τέκνων δι’ ὑποψιῶν ἦν, ἀλλ’ ἀδελφιδῶν γοῦν οὐκ ἠπόρει καλῶν κἀγαθῶν, οἳ γέρας ἀρετῆς ἔσχον τὴν ἀνωτάτω ἱερωσύνην.
ἀλλ’ ἴσως ἢ μεθέλκειν αὐτοὺς ἀπὸ τῆς θείας λειτουργίας οὐκ ἐδοκίμασεν ἢ καὶ ὅπερ εἰκὸς ἐνενόησεν, ὅτι ἀμήχανον τοὺς αὐτοὺς δύνασθαι καλῶς ἀμφοῖν ἐπιτροπεύειν, ἱερωσύνης τε καὶ βασιλείας, ὧν ἡ μὲν ἐπαγγέλλεται θεοῦ θεραπείαν, ἡ δ’ ἀνθρώπων ἐπιμέλειαν. ἴσως δὲ καὶ κριτὴν αὑτὸν οὐκ ἠξίωσε γενέσθαι πράγματος [*](1 προφήτης S: πατὴρ ceteri (v) ἐπ’ S 2 ταύτην] αὐτὴν S ὑπ’ αὐτὸν SAH2: ὑφ’ αὑτόν ceteri (v) εἴληφε SH1P ἤλειφεν ἤλειφεν (εἴληφεν G2) ἅπαντας transp. CG2 4 ἐκ τῆς πρώτης F 5 κηδαιμονίαν SC 6 δεδήλωται] λέλεκται S δυσὶ] τρισὶ CG2 (Mang.) τάξεσιν F 7 τοῦ om. S μωϋσέως SCG2: mμωϋσέος ceteri δὲ SA: δ’ ceteri δυεῖν ’, δευτέρου S 8 ἄξιον ἐστὶν S: ἀναγκαῖον ceteri (v) alt. ἐστὶ S: εἰσι ceteri (v) συνεχούσης FG2H1 ἀδιστάκτου H1P 9 ἀσύγκριτον S ἐνεσφραγίσατο S: ἐπεσφραγίσατο ceteri (v) 11 περατοῦσθαι scripsi: περαιοῦσθαι codd. (περεοῦσθαι S) λόγοις P ἀριδήλοις SCG2: ἀριδήλως ceteri ἔγνω S: προέγνω ceteri (Turn.) μετανάστασιν SAG1: μετάστασιν ceteri (Turn.) 12 pr. ἡ om. S 13 ἀπολιπεῖν S δυεῖν G1 14 υἱοῖν ora. S οὐδετέρῳ ’H-: θατέρω ’G’-, οὐθετέρω ceteri ἀπέλειπεν SHP εὐνοίας συγγενικῆς Mang.: εὐνοίας συγγενείας S, εὐνοία (ἀγάπη Α) συγγενικὴ ceteri (Turn.) καὶ] ἐκ ’ 15 πάθει φιλοικείω Α (Turn.) καὶ εἰ transp. CG2, καὶ om. FG1 ἀλλ’ S: om. ceteri (v) IG κἀγαθῶν S: καὶ ἀγαθῶν ceteri (v) οἲ καὶ γέρας S 17 καὶ τὴν S ἄνω S 18 ἐδοκήμασεν S: ἐδοκίμαζεν ceteri (v) καὶ om. S εἰκὸς] εἰκὸς ἢν FHP (v) ἐνενόησεν] οὐκ ἐνόησεν S ἀμήχανον τοῦτο ’’’ 19 καλῶς S: om. ceteri (ν) ἀμφοῖν S: ἄμφω ceteri (v) 21 αὑτόν CA: αὐτόν ceteri)
πίστις δὲ σαφεστάτη τοῦ δηλουμένου γένοιτ’ ἂν ἥδε. φίλος ἦν αὐτῷ καὶ γνώριμος σχεδὸν ἐκ πρώτης ἡλικίας γενόμενος, Ἰησοῦς ὄνομα, οὗ τὴν φιλίαν προὐξένησεν οὐδὲν τῶν παρὰ τοῖς ἄλλοις εἰωθότων, ἀλλ’ ἔρως ὁ οὐράνιος καὶ ἀκήρατος καὶ θεῖος ὄντως, ἐξ οὗ πᾶσαν ἀρετὴν φύεσθαι συμβέβηκεν· οὗτος ὁμωρόφιος καὶ ὁμοδίαιτος ἦν αὐτῷ, πλὴν ὁπότε ἐπιθειάσαντι καὶ χρησμῳδουμένῳ προσταχθείη μόνωσις· ὑπηρέτει μέντοι καὶ τὰς ἄλλας ὑπηρεσίας ἀεὶ διαφερόντως τῷ πλήθει, μόνον οὐχ
ὕπαρχος ὢν καὶ τὰ τῆς ἡγεμονίας συνδιοικῶν. ἀλλὰ καίτοι βάσανον ἀκριβῆ λαβὼν ἐκ μακρῶν χρόνων τῆς ἔν τε λόγοις καὶ ἔργοις καλοκἀγαθίας αὐτοῦ καὶ — τὸ ἀναγκαιότατον. — εὐνοίας τῆς πρὸς τὸ ἔθνος, οὐδὲ τοῦτον ᾠήθη χρῆναι καταλιπεῖν διάδοχον, δεδιὼς μή ποτε ψευδοδοξῇ νομίζων ἀγαθὸν τὸν οὐκ ὄντα πρὸς ἀλήθειαν, ἐπειδὴ τὰ κριτήρια τῆς ἀνθρωπίνης γνώμης ἀμυδρὰ καὶ ἀβέβαιά πως εἶναι πέφυκεν.
ὅθεν οὐ προπιστεύων ἑαυτῷ ποτνιᾶται καὶ καθικετεύει τὸν ἀοράτου ψυχῆς ἔφορον θεόν, ᾧ μόνῳ διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν, ἀριστίνδην ἑλέσθαι τὸν ἐπιτηδειότατον εἰς ἡγεμονίαν, ὃς οἷα πατὴρ ἐπιμελήσεται τῶν ὑπηκόων· καὶ τὰς καθαρὰς καὶ ὡς ἂν εἴποι τις τροπικώτερον παρθένους χεῖρας ἀνατείνας εἰς οὐρανόν φησιν·
„ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων [*](1 δ’ ἐστὶν S: δ’ ὅτι AF, δὲ ὅτι ceteri (v) 1.2 καὶ σχεδὸν SG-: καὶ om. ceteri (v) 2 καθορᾶ C ἀνθρώπου S: ἀνθρώπων ceteri (v) 3 ἀδηλουμένου F, προκειμένου ’, γενομένου A γένοιτο (oin. ἄν) CG2 4 σχεδὸν ἐκ πρώτης S: ἐκ πρώτης σχεδὸν ceteri (v) τοὔνομα S 5 τὴν πρώτην φιλίαν S οὐδέν] οὐδεὶς S παρὰ] περὶ F τοῖς ora. Α 6 ἔρως] ὅρος Α 6 οὐράνιος S: 6 om. ceteri (v) καὶ θεῖος ὄντως S: om. ceteri (v) 7 ὁμωρόφιος S1AFG1: ὁμορόφιος ceteri (Turn.) 8 μόνωσις] μόνος εἰσίῃ S 9 τὰς S: om. ceteri (v) ἀεὶ διαφερόντως τῶ πλήθει S: αἱ Tiu πλήθει διέφερον ’, ἅς Tdi πλήθει διέφερε ceteri (v) μονονουχὶ Α, μόνον οὐκ ’, μονονοὺκ G1G2 10 ἡγεμονείας HP, οἰκονομίας Α συνδιοικῶν S: διοικῶν ceteri (Turn.) 11 τῶν χρόνων Α ἐν ἔργοις S 1 1. 12 καλοκἀγαθίας αὐτοῦ S: αὐτοῦ καλοκαγαθίας CG2, αὐτοῦ post λόγοις (11) transp. ceteri (v) 12 τὸ ἀναγκαιότατον SCG2: τοῦ ἀναγκαιοτάτου Α (coni. Mang.), τῶν ἀναγκαιοτάτων ’HP 13 διάδοχον SF: om. ceteri (Turn.) δεδειὼς S μὴ ποτε S: ποτε om. ceteri (v) ψευδοδοξῇ SA: ψευδοδοξεῖ F, ψευδοδοξεῖν CG2HP, ψευδοδοξοίη G1 16 προπιστεύων SC1G2: προσπιστεύων ceteri (v) ἀόρατον Α 17 θεόν, di μόνω διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν S: θεόν μόνον μόνον θεὸν F) dj διάνοιαν ἀκριβῶς θεωρεῖν ceteri; θεὸν μόνον, ὃς διάνοιαν ἀκριβῶς θεωρεῖ v 19 ὡς εἰπέ τις S 20 ἀνατείνας εἰς οὐρανούς S (οὐρανόν scripsi): εἰς οὐρανὸν ἀνατείνας ceteri (v) φησίν· ἐπισκεψάσθω S: φησίν· ἐπισκεψάσθω δὴ CG2AG1, φησίν· ἐπιψετερι δὴ F, φησίν· épiskecqasuv δὴ, φησίν HP) [*](20 Num. 27,16. 17.)
καίτοι τίς οὐκ ἂν κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, „τί φῄς“ εἰπών „ὦ δέσποτα; οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δ’ ἀδελφιδοῖ; μάλιστα μὲν τοῖς υἱοῖς — κληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοι — κατάλιπε τὴν ἀρχήν, εἰ δ’ ἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς.
εἰ δὲ καὶ τούτους ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ οἰκειοτάτων, ἀλλ’ ἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας δεδωκώς σοι τῷ πανσόφῳ· τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας ἡ αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν;“