De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
καὶ πλησίον γενόμεναι βλέμμασιν ἑταιρικοῖς καὶ στωμυλίᾳ λόγων καὶ σχέσεσι καὶ κινήσεσιν ἀκολάστοις δελεάζουσι τῆς νεότητος τὴν ὀλιγόφρονα μοῖραν, ἀνερμάτιστα καὶ ἀνίδρυτα ἤθη· καὶ διὰ τῆς τῶν σωμάτων αἰσχύνης ἀγκιστρευσάμεναι τὰς ψυχὰς τῶν συνελθόντων, ἐπὶ θυσίας ἀθύτους καὶ σπονδὰς ἀσυμβάτους καλέσασαι τῶν χειροκμήτων, ἀλλοτριοῦσι τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεραπείας θεοῦ.
τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται· καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ πάθους λαβὼν οἶκτον ὁ εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει τῶν ἀπονοηθέντων — ἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες — ὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ νουθετήσας.
ὁ δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους [*](1 αὐτῶ K περιέσεσθαι SG ταῦτα BKAG 3 καθυποκρινάμεναι S: καθυποκρινόμεναι ceteri (v) 4 ἐσhησι v: αἰσθήσεσι A1P, ἐσθήσεσι ceteri εἴωθε] ἔσωθε S διακομεῖσθαι Ε 5 πᾶσαι P εὐμορφώτερον HP 6 ἐργασάμεναι VOF γὰρ om. M 7 ἀθηράτων codd.: εὐθηράτων Η2 (v) τό ἐμφανές Α γινόμεναι Η 7.8 βλέμμα ’P 8 σχέσεσι S: ὀρχήσεσι ceteri (v) 9 ἦς ἀνερμάτιστα coni. Mang. ἀtδρυτα S 10 καὶ om. K 12 χειροτμήτων S, γηροκομἡτων (sic) G post ἀλλοτριοῦσι add. δὲ ’P, δὴ Η2 (v) 13 εὐαγγελίζονται om. A 13.14 καὶ ἔμελλον ἄν καὶ ἄλλους scripsi: xat ἐμέλλοσαν spat. 5 fere litt. καὶ ους S, ἔμελλον ἀρὰν Α mg P2, καὶ—ἄλλοθσ om. ceteri (in lacuna BEKM) ; καὶ ἐμἐλλοσαν τοὺς ἄλλους Mang. 14 ἐπισπάσασθαι Α τοὺς μὴ σφόδρα βεβαίους V2K2, τοὺς σφόδρα βεβαίους OF pr. μὴ om. AH2 (v) 16 ἀπονοηθέντων SVOFH2: ἐπινοηθέντων ceteri 17 ἀναχαιτίσαι BEKMHP 18 ἐπαντλῶν S: om. ceteri (Turn.) 19 ταῖς ψυχαῖς B2MV2OFH2 (Turn.) τούτοις eras. V2, om. O ἐπάγων scripsi: ἐπᾴδων codd.; ἐπαίρων coni. Wendl. 20 ἐπιλέξας ἀριστίνδην transp. Α ἀναπράξων SGV1: ἀντεισπράξων V2OF, ἀνπρᾶξαι ceteri (v) ; ἀναπράξοντας coni. Mang. 21 ἐμηχανήσατο M τῶν om. VOF 22 ἄνωθεν om. Α)