De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
δὲ τοὺς λεχθέντας δυνηθέντες. οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης νεότητος ἀπολιπέσθαι· κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι.
καὶ τοσοῦτον πόλεμον κατορθώσαντες οὐδένα τῶν ἰδίων ἀπέβαλον, ἀλλ’ ὁπόσοι καὶ ὁποῖοι προῆλθον εἰς τὴν μάχην ἐπανῄεσαν ἄτρωτοι καὶ ὁλόκληροι, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μετὰ διπλασίονος ῥώμης· ἡ γὰρ ἐκ τοῦ νικῆσαι χαρὰ τῆς προτέρας οὐκ ἐλάττονα τὴν ἰσχὺν ἀπειργάσατο.
αἴτιον δὲ οὐδὲν ἦν τούτων ἕτερον ἢ τὸ σπουδάσαι φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἄρασθαι, ἐν ᾧ καὶ προαγωνίζεται θεός, ἀήττητος ἐπικουρία, βουλὰς μὲν ἀγαθὰς ταῖς διανοίαις ὑφηγούμενος, ἀλκὴν δὲ τοῖς σώμασι κραταιοτάτην ἐντιθείς.