De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ἑταιρήσεως ἢ μοιχείας ὀνόματα μὴ δείσητε ὡς αἰσχύνην ἐποίσοντα, τὰς ἐκ τοῦ πράγματος ὠφελείας ἀντιτιθεῖσαι, δι’ ἃς τὰς ἐφ’ ἡμέραν ἀδοξίας μεθαρμόσεσθε εἰς ἀγήρω καὶ ἀτελεύτητον εὔκλειαν, τὰ μὲν σώματα ὅσα τῷ δοκεῖν προέμεναι, σόφισμα κατ’ ἐχθρῶν καὶ στρατήγημα, παρθένους δὲ τὰς ψυχὰς διαφυλάττουσαι, αἷς καὶ τὴν πρὸς τὸ μέλλον ἁγνείαν ἐπισφραγιεῖσθε.
καὶ καινότατον ὁ πόλεμος οὗτος ἕξει κλέος διὰ γυναικῶν ἀλλ’ οὐ δι’ ἀνδρῶν κατορθωθείς· τὸ μὲν γὰρ ἡμέτερον, ὁμολογοῦμεν, γένος οὗ γενήσεται ἧττα, διὰ τὸ πᾶσι τοῖς εἰς μάχην τοὺς ἀντιπάλους ἐπικυδεστέρους εἶναι, τὸ δ’ ὑμέτερον παντελῶς τὴν νίκην οἴσει καί, τὸ μέγιστον ἀγαθόν, τὰς δίχα κινδύνων ἀριστείας· ἀναιμωτὶ γάρ, μᾶλλον δὲ καὶ ἀκονιτί, κατὰ τὴν πρώτην [*](1 ὑπέλαβον Α ἐπειδὴ] ἐπεὶ δὲ Β1ΕΚΑΗΡ (ν) (v) καὶ μυρία transp. Α καὶ λέγοντες] καταλέγοντες S 2 ἐφ’ ὦν] ἐπειδὰν V2OK2F; ὅταν couicio ἀπογνῶσι codd.: ἀπογνώσει (om. ἐφ’ ὢν) v; ἐν ἀπογνώσει (secl. ἐφ’ wv) coni. Wendl. τι] τοι M post τοιοῦτον add. γυναικῶν Α 3 περιφανεστάτας Α ερ 5 ἐστὶν ἀργαλεώτερον SVOF: ἀργαλεώτερόν ἐστιν ceteri (v) ἀργαλεώτατον K ἐπιτείχισμα om. Α 6 ὁμονοίας] ὁμοίας M ἀνώττον VOFH (Τurn.) 8 ἡδονὴ SF ἁλωτὸς V2OF 6 ἄνθρωπος F, ἀνθρώποις S, sed ι add. S2 9 γυναῖκας F, τὴν γυναῖκα Η 10 ἑταιρίσεως V2O 11 μὴ δείσητε ὡς] μηδεὶσ μ ἦ τέωσ S (sed accent. et spir. add. S-) ἐποίσοντα] ἐποίσοντα] G 12 ἐφ’ ἡμέραν] ἐφήμερον SVOF, ἐφημέρων H1P, σήμερον G μεθαρμόσασθαι S2 13 μέν] τε A ὅσα—ψυχὰς (14) om. Α τῷ] τό S; τῷ om. L (Turn.) 14 φυλάττουσαι Α 15 ἐπισφραγιεῖσθαι SF καὶ om. SG, καινότατον καὶ transp. VOF 17 xio μὲν γὰρ ἡμετέρω ὁμολογουμένως γένει V2OF; τοῦ μέν γὰρ ἡμετέρου, ὁμολογοῦμεν, γένους γενήσεται ἧττα coni- Wendl. οὗ] 06 SVOF τὸ om. fliP 18 τοὺς ἀντιπάλους om. Α ἡμέτερον S1G1 19 παντελῶς VOKF: παντελές ceteri (v) οἴσει dubitanter scripsi: περιοῦσι SG(V1?), περιώσει V2OF, om. ceteri (v) ; περιοῦσαι ἕξετε coni. Mang., περιποιήσει Weiidl. 20 καὶ om. O ἀκονητὶ SV1B1EAH)
ταῦτ’ ἀκούσασαι, καθαροῦ βίου μηδ’ ὄναρ ᾐσθημέναι, παιδείας ὀρθῆς ἄγευστοι, συναινοῦσιν, ἅτε πεπλασμένον ἦθος σωφροσύνης τὸν ἄλλον χρόνον καθυποκρινάμεναι, καὶ πολυτελέσιν ἐσθῆσι καὶ ὅρμοις καὶ οἷς ἄλλοις εἴωθε διακοσμεῖσθαι γυνὴ πᾶσιν ἀσκηθεῖσαι καὶ τὸ ἐκ φύσεως κάλλος εὐμορφότερον ταῖς ἐπιμελείαις ἀπεργασάμεναι — τὸ γὰρ ἀγώνισμα οὐ μικρὸν ἦν, θήρα νέων ἀθηράτων — εἰς τοὐμφανὲς προέρχονται.