De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Τῶν δὲ λεχθέντων σαφεστάτην πίστιν αἱ ἱεραὶ βίβλοι περιέχουσιν. ἔθνος πολυανθρωπότατόν ἐστιν Ἄραβες, οἷς ὄνομα παλαιὸν ἦν Μαδιηναῖοι. οὗτοι πρὸς Ἑβραίους φιλαπεχθημόνως ἔχοντες, οὐδενὸς ἕνεκα ἑτέρου μᾶλλον ἢ ὅτι τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβουσι καὶ τιμῶσι τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων προσκεκληρωμένοι, καὶ πάσας μὲν μηχανὰς τεχνάζοντες, πάσας δὲ πείρας καθιέντες, ἵνα ἀπὸ τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος τιμῆς αὐτοὺς ἀποστήσωσι καὶ μεθαρμόσωνται πρὸς ἀσέβειαν ἐξ ὁσιότητος — οὕτως γὰρ περιέσεσθαι ῥᾳδίως [*](1 εὐστάθειαν HP: ἀπάθειαν F, εὐπάθειαν ceteri εἰ] εἰς Α 2 pr. εἰ om. Α ὑγιαίνων G δι’ ὄλου VOF μέλεσι καὶ μέρεσι F πᾶσιν om. O 4 θαρραλεότητος] θαρραλεωτάτη H (v) 5 φρονήσεως] φρονήματος coui. Mang. εἰ] F G ἕκαστα SVOFG 7 ἀθρόοι SVOF εἰ συνέλθοιεν] εἰσέλθοιε M 8 ἐπιδείξωνται S, ἐπιδείξαντες V2OF κρατοῦσιν V2OF 10. 11 παρέχουσιν conicio 11 tit. περὶ εὐσεβείας hoc loco add. G ἄρραβες VOAH2 12 Μαδιηναῖοι] τοὺς Μαδιηνέους σαρακηνοὺς λέγει aduot. S, τοὺς σαρακηνοὺς λέγει mg G οὗτοι] οὕτως S οὐδενός] μηδενὸς P 13 ἑτέρου ἕνεκα Α ἕνεκα ἑτέρου Mang.): ἕνεκα om. ceteri (Turu.) ἀνωτάτω Maug. (cf. Clem. Α1.): ἀνώτατον codd. (Turn.) αἴτιον oin. S 13. 14 σέβουσι καὶ om. Κ 14 tert. καὶ eras. V-, om. OF 15 μηχανὰς μὲν transp. Α τεχνάσαντες V-OF καθέντες P ἴνα S: ἵν᾿ ceteri 16 ὄντως om. Tiirn. ἀποστήσουσι ’P 16. 17 μεθαρμώσονται S 17 ἐξ] δι’ Α οὕτως SG οὃτω ceteri ῥαδίως περιέσεσθαι transp. BKM) [*](11 sqq. Num. cap. 25. 12 sqq. Clem. Alex. Slroni. 11 18 p. 472 P. τί δέ; οὐχὶ αἱ Μαδιηναίων γυναῖκες τῷ κάλλει τῷ σφῶν πολεμοῦντας τοὺς Ἑβραίους ἐκ σωφροσύνης δι’ ἀκρασίαν εἰς ἀθεότητα ὑπηγάγοντο; προσεταιρισάμεναι γὰρ αὐτοὺς ἐκ τῆς σεμνῆς ἀσκήσεως εἰς ἡδονὰς ἑταιρικὰς τῷ κάλλει δελεάσασαι ἐπί τε τἀς τῶν εἰδώλων θυσίας ἐπί τε τὰς ἀλλοδαπὰς ἐξέμηναν γυναῖκας, γυναικῶν δὲ ἄμα καὶ ἡδονῆς ἡττηθέντες ἀπέστησαν μέν τοῦ θεοῦ, ἀπέστησαν δὲ καὶ τοῦ νόμου, καὶ μικροῦ δεῖν 6 πᾶς λεὼς ὑποχείριος τοῖς πολεμίοις γυναικείῳ στρατηγήματι ἐγεγόνει, ἕως αὐτοὺς κινδυνεύοντας ἀνεχαίτισε νουθειήσας φόβος. 13. 14 Clem. Alex. Strom. 11 18 p. 469 P. ἀλλ’ ἡ μὲν εὐσέβεια παντί που δήλη τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβειν καὶ τιμᾶν διδάσκουσα. καὶ δικαιοσύνην δὲ αὐτὸς 6 νόμος παρίστησι παιδεύων τήν τε φρόνησιν διὰ τῆς τῶν αἰσθητῶν εἰδώλων ἀποχῆς καὶ τῆς πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων προσκληρώσεως.)
γυναικῶν τὰς περικαλλεστάτας μεταπεμψάμενοί φασιν αὐταῖς· „ὁρᾶτε, ὡς ἀπερίληπτός ἐστιν ἡ τῶν Ἑβραίων πληθύς. τῆς δὲ πληθύος ἐστὶν ἀργαλεώτερον ἐπιτείχισμα ἡ ὁμόνοια καὶ συμφωνία τούτων· αἴτιον δὲ τῆς ὁμονοίας τὸ ἀνωτάτω καὶ μέγιστον ἡ περὶ τοῦ ἑνὸς θεοῦ δόξα, ἀφ’ ἧς οἷα πηγῆς ἑνωτικῇ καὶ ἀδιαλύτῳ φιλίᾳ κέχρηνται πρὸς ἀλλήλους.
ἡδονῇ δ’ ἁλωτὸν ἄνθρωπος, καὶ μάλιστα συνουσίᾳ τῇ πρὸς γυναῖκα. διαπρεπέσταται δ’ ἐστέ· καὶ φύσει μὲν ἀγωγὸν τὸ κάλλος, ἡ δὲ νεότης εἰς ἀκρασίαν εὐόλισθον.