De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ὅπως οὖν μὴ τὰ μὲν οἰκεῖα βλάπτηται διὰ τῆς τῶν εἰς τὸν πόλεμον ἰόντων ἀνανδρίας, ἐπικυδέστερα δὲ γίνηται τὰ τῶν ἐχθρῶν αἱρούντων καταφρονητικῶς τοὺς ἀγεννεῖς, ὄχλον ἀργὸν εἰδὼς [*](1 ἤδη S τἄλλα KFG μενοῦντας S, μενοῦντος F, μὲν οὖν τά HP 3 ἀνθρωπίων S1, corr. S2 4 ἰδεῖν ἐστιν transp. F 5 καὶ περὶ μὲν (om. οὑν) Α 6 γένηται Α ἀνδρείαν οὐ παρέργως ἐξεταστέον SVOFG: ἀνδρείαν post ἐξεταστέον transp. ceteri (v) ἀνδρίαν AEFGO οὐ] μὴ Α 7 κατὰ Α ὕμνησα Α 8 ἀεὶ SK: αἰεὶ ceteri 9 ἐνθένδ’ ἐποιησάμεθα ’ τὴν ἀρχὴν ποιησόμεθα trnnsp. Α 10 ποιεῖτε ’, ποιῆτε S-G (fort. recte) τῶν στρατιωτικῶν Η 12 ἀστρατείας G: στρατείας ceteri (Turn.) κατεπτηκότας S1, corr. S2 12. 13 melqhsontaw OHP 14 συμμαχεῖν (sic) V εὑ πως] οὐκ οἶδ’ ὅπως coni. Mang. πλησίων Κ ἀνατάττεσθαι Κ 15 φιλεῖ] ὀφλεῖ G1, ὀφείλει ΒΕΚ1ΜΑ μάλιστα FHP τῶ πολέμω M 17 προμηθεὺς (sic) F 18 ἀνανδρείαν SB, ἀνδρείαν VOK-, δειλίαν F εὐτρεπέσι G 19 ἐπαμπίσχονiος Α, ἐπαμφίσχοντες SG1 οὑν SVOGH2: ἂν F, οὑν om. ceteri 20 τῆς SVOFG: τὴν ceteri (v) τῶν om. G τὸν om. F ἀνανδρίας V2OFG, ἀνανδρείας S, ἀνδρείας V: ἀνανδρίαν AEKHP (v), ἀνανδρείαν BM δὲ γίνηται] λέγειν εἴτε S γένηται Α 21 αἰρόντων M; ἀναιρούντων coni. Mang. οὑν post τοὺς add. A, post ὄχλον add. B2M ἀγενεῖς SKFMH) [*](12 Deut. 20,8.)
νόσος δέ τις καὶ ἡ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις καθαιροῦσα· τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς, ἡ δ’ ἐστὶ κακὸν σύντροφον, μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι θεὸς ἰώμενος· πάντα γὰρ θεῷ δυνατά.
καὶ μὴν οὐδ’ ἅπαντας τοὺς εὐτολμοτάτους καλεῖ, κἂν σφόδρα ἐρρωμένοι καθ’ ἑκάτερον σῶμα καὶ ψυχὴν προαγωνίζεσθαι καὶ προκινδυνεύειν ἐθέλωσιν· ἀλλὰ τῆς γνώμης αὐτοὺς ἐπαινέσας, ὅτι κοινωνικὸν καὶ πρόθυμον καὶ ἀκατάπληκτον ἦθος ἐπιδείκνυνται, διερευνᾷ μή τισιν ἀναγκαίαις αἰτίαις ἐνδέδενται, ὧν ὁλκὸς ἡ δύναμις.