De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ γάρ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἢ ἀμπελῶνα φυτεύσας νεόφυτον, αὐτὸς εἰς γῆν τὰ κλήματα καθείς, μήπω τῆς ἐπικαρπίας καιρὸν ἔσχεν ἢ παρθένον ἐγγυησάμενος [*](1 ὠφέλημον S ἀνεῖρξαι S ἀτόλμους] ἀποτόμους Α 2 τοῖς . . . νοσοῦσι V2OFGK2H2: τοὺς . . . νοσοῦντας ceteri στρατηγὸς Maug.: στρατηγοῖς V2OFGK2H2, στρατηγοὺς ceteri 3 ὑποπαραιτουμένης Mang. (-νοις Τθρν): παραιτουμένης F, ὑπὲρ παριτουμένης VOK2, ὑπό παραιτουμένης ceteri 4 βαρύτερον Turn. τὰς ψυχῆς] ψυχικὰς Α b τῶν] τὸν S χρόνον συμβαίνει (om. τὸν) trausp. Α ἡ] rj ἣ H1P VOF ’P δέ VOF κακῶν Α ἢ om. O 7 προσπεφυκὼς SF τύχη Α 9 εὐτόλμους Α (fort. recte) ἑκάτερον] ἕτερον SG 10 ἐθέλουσιν G, ὀφείλωσιν ΒΕΚ, ὁφείλουσιν M 11 ἀκατάληπτον S, ἀκατάλακτον G 12 ἀναγκαίως (sic) αἰτίαις G, ἀναγκαίαις (oni. αἰτίαις) L; ἀνάγκαις v ἐνδέδονται L (Turu.) 13 εἰ] 6 mg F δημάμενος S1, corr. S2 οἰκίας F ἔφθη] ἔφθασεν couicio 14 οἰκίαν ante εἰσοικίσασθαι repet. HP (Turu.) εἰσοικίσασθαι AFKHP: εἰσοικήσασθαι ceteri κλίματα Η 15 καθείς] καταθεὶς Α ἐπικαρπίας AK: Καρπίας SVOFG (Mang.), καρπείας BEMHP (Turn.) παρθενείαν H) [*](13 Deut. 20,5—7. cf. loseph. Ant. lud. IV § 298 13 sqq. Clem. Alex. l. l. πάλιν εἰ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἢ ἀμπελῶνα νεόφυτον ἐργασάμενος μηδέπω τοῦ καρποῦ μετεαηφεν ἡ παρθένον ἐγγυησάμενος οὐδέπω ἔγημεν, τούτους ἀφεῖσθαι τῆς στρατείας 6 φιλάνθρωπος κελεύει νόμος, στρατηγικῶς μέν ὡς μὴ περισπώμενοι πρὸς τὰς ἐπιθυμίας ἀπρόθυμοι τῷ πολέμῳ ἐξυπηρετῶμεν (-ῶσιν?), ἐλεύθεροι γὰρ τὰς ὁρμὰς οἱ ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδυόμενοι, φιλανθρώπως δὲ ἐπειδὴ τὰ κατὰ τοὺς πολέμους ἄδηλα, ἄδικον εlναι λογισάμενος τὸν μέν μὴ ὄνασθαι τῶν αὑτοῦ πόνων, ἕτερον δὲ τὰ τῶν καμόντων ἀταλαιπώρως λαβεῖν. ἔοικεν δὲ 6 νόμος καὶ τὴν τῆς ψυχῆς ἐμφαίνειν ἀνδρείαν δεῖν νομοθετῶν τὸν φυτεύσαντα καρποῦσθαι καὶ τὸν οἰκοδομησάμενον οἰκεῖν καὶ τὸν μνώμενον γαμεῖν, οὐ γὰρ ἀτελεῖς τἀς ἐλπίδας τοῖς ἀσκήσασι κατὰ τὸν λόγον τὸν γνωστικὸν κατασκευάζει· τελευτήσαντος γὰρ καὶ ζῶντος ἀνδρὸς ἀγαθοῦ οὐκ ἀπόλλυται ἐλπίς.)

v.5.p.274
οὐκ ἔγημεν, ἀφείσθω πάσης στρατείας, φιλανθρώπως ὁμοῦ καὶ στρατηγικῶς

τὴν ἄδειαν εὑρισκόμενος, ἕνεκα δυοῖν· ἑνὸς μὲν ἵνα, ἐπειδὴ τὰ κατὰ πολέμους ἄδηλα, μὴ τὰ τῶν πονησάντων ἀταλαιπώρως ἄλλοι λαμβάνωσι· χαλεπὸν γὰρ ἔδοξεν εἶναι, τῶν ἰδίων τινὰ μὴ ἀπόνασθαι δυνηθῆναι, ἀλλ’ οἰκοδομεῖν μὲν ἕτερον, ἐνοικεῖν δὲ ἄλλον, καὶ φυτεύειν μέν τινα, τὸν δὲ μὴ φυτεύσαντα καρποῦσθαι, καὶ μνᾶσθαι μὲν ἄλλον, γαμεῖν δὲ τὸν μὴ μνώμενον, ὡς οὐ δεῖν ἀτελεῖς τὰς ἐλπίδας κατασκευάζειν τοῖς χρηστὰ τὰ κατὰ τὸν βίον προσδοκήσασιν·

ἑτέρου δὲ ἵνα μὴ σώματι στρατευόμενοι ταῖς ψυχαῖς ὑστερίζωσιν· ἀνάγκη γὰρ αὐτῶν τὴν διάνοιαν ἐκεῖ τετάσθαι πόθῳ τῆς ἀπολαύσεως ὧν ἀφειλκύσθησαν· ὡς γὰρ οἱ πεινῶντες ἢ διψῶντες, ὅταν σιτίον ἢ ποτόν που παραφανῇ, διώκουσι καὶ ἐπιτρέχουσιν ἀμεταστρεπτὶ γλιχόμενοι μεταλαβεῖν, οὕτως οἱ περὶ νομίμου γυναικὸς ἢ οἰκίας ἢ χωρίου κτήσεως πονηθέντες καὶ ὅσον οὔπω τῇ ἐλπίδι νομίζοντες εἰς τὸν ἑκάστου τῆς χρήσεως ἀφῖχθαι καιρόν, ὅταν ἀφαιρεθῶσι τὴν ἀπόλαυσιν, σφαδᾴζουσιν, ὡς παρόντας μὴ παρεῖναι τῷ κρείττονι μέρει, ψυχῇ,