De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Ἔτι τοίνυν τῶν ἀνθρωπείων πραγμάτων δυσὶ καιροῖς ἐμφερομένων, εἰρήνῃ τε καὶ πολέμῳ, τὰς ἀρετὰς ἔστιν ἰδεῖν ἐν ἀμφοτέροις ἐξεταζομένας. περὶ μὲν οὖν τῶν ἄλλων λέλεκται πρότερον καὶ αὖθις, εἰ γένοιτό τις χρεία, λεχθήσεται· τὰ δὲ νῦν ἀνδρείαν οὐ παρέργως ἐξεταστέον, ἧς τὰ μὲν κατ’ εἰρήνην ἔργα πολλαχοῦ τῆς νομοθεσίας ὕμνησεν ἀεὶ τῶν καιρῶν στοχαζόμενος, περὶ ὧν ἐν τοῖς οἰκείοις τόποις ὑπεμνήσαμεν, τῶν δὲ κατὰ πόλεμον ἐνθένδε ποιησόμεθα τὴν ἀρχήν, ἐκεῖνο προειπόντες.

ὅταν ποιῆται τὸν στρατιωτικὸν κατάλογον, οὐχ ἅπασαν τὴν νεότητα καλεῖν οἴεται δεῖν, ἀλλ’ ἔστιν οὓς παραιτεῖται προστιθεὶς αἰτίας εὐλόγους τῆς ἀστρατείας· αὐτίκα τοὺς κατεπτηχότας καὶ δειλούς, μελλήσοντας ὑπὸ τῆς ἐμφύτου μαλακίας ἁλίσκεσθαι καὶ δέος τοῖς ἄλλοις συμμάχοις ἐμποιεῖν.

τὸ γὰρ ἑτέρου κακὸν εὖ πως ὁ πλησίον ἀναμάττεσθαι φιλεῖ, καὶ μάλιστ’ ἐν πολέμῳ, τοῦ λογισμοῦ διὰ τὴν ἀγωνίαν συγκεχυμένου καὶ τὰς τῶν πραγμάτων ἀντιλήψεις ἀκριβοῦν ἀδυνατοῦντος· τότε γὰρ εὐλάβειαν μὲν τὴν δειλίαν, τὸ δὲ φοβεῖσθαι προμηθές, ἀσφάλειαν δὲ τὴν ἀνανδρίαν εἰώθασι καλεῖν, αἴσχιστα ἔργα εὐπρεπέσι καὶ σεμναῖς κλήσεσιν ἐπαμπίσχοντες.