De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τὸ δ’ ἀληθὲς τοῦ λόγου ῥᾴδιον καὶ ἀφ’ ἑτέρων διαγνῶναι. τί τῷ τὰς ὄψεις πεπηρωμένῳ γένοιτ’ ἂν εἰς τὸ βλέπειν ὄφελος ὀξυωπία προγονική; ἢ πρὸς ἑρμηνείαν τῷ παρειμένῳ γλῶτταν τὸ γονεῖς ἢ πάππους γενέσθαι μεγαλοφώνους; τί δ’ ὀνίνησι πρὸς εὐτονίαν τὸν ἐκ μακρᾶς καὶ φθινάδος νόσου κατεσκελετευμένον, ἐὰν οἱ τοῦ γένους ἀρχηγέται δι’ ἀθλητικὴν ῥώμην ἐν Ὀλυμπιονίκαις ἢ περιοδονίκαις γράφωνται; μένουσι γὰρ οὐδὲν ἧττον αἱ τοῦ σώματος κῆρες ἐν ὁμοίῳ βελτίωσιν οὐκ ἐνδεχόμεναι διὰ τὰς τῶν οἰκείων εὐπραγίας.

τὸν αὐτὸν δὴ τρόπον οὔτε τοῖς ἀδίκοις δίκαιοι γονεῖς οὔτε ἀκολάστοις σώφρονες οὔτε συνόλως ἀγαθοὶ πονηροῖς ὄφελος· οὐδὲ γὰρ οἱ νόμοι τοῖς παρανομοῦσιν, ὧν εἰσιν αὐτοὶ κολασταί· νόμοι δέ τινες ἄγραφοι καὶ οἱ βίοι τῶν ζηλωσάντων τὴν ἀρετήν.

ὅθεν οἶμαι τὴν εὐγένειαν, εἰ θεὸς αὐτὴν εἰς ἀνθρωπόμορφον ἰδέαν ἐτύπωσε, στᾶσαν πρὸς τοὺς ἀφηνιαστὰς ἀπογόνους ταῦτα ἂν εἰπεῖν· „τὸ συγγενὲς οὐχ αἵματι μετρεῖται μόνον, πρυτανευούσης ἀληθείας, ἀλλὰ πράξεων ὁμοιότητι καὶ θήρᾳ τῶν αὐτῶν. ὑμεῖς δὲ τἀναντία ἐπετηδεύσατε, τὰ μὲν ἐμοὶ φίλα νομίσαντες ἐχθρά, τὰ δὲ δυσμενῆ φίλα· παρ’ ἐμοὶ μὲν γὰρ αἰδὼς καὶ ἀλήθεια μετριοπάθειά τε καὶ ἀτυφία καὶ ἀκακία τίμια, παρ’ [*](1 εὐγενείᾳ S: εὐγένειαν ceteri (v): εὐγενείας Mang. 2 ὅσοι S 3 ἀπορρήσεις FN: ἀπαρνήσεις ceteri (v) καθ᾿ S2: κατ’ S1, κατὰ FG2H2, καὶ τὰ H1P 4 οἰκείας S post οἰκίας add. πατρίδος G2 καὶ del. S2 5 γεννήσασιν S, γεννήμασι P ἔννοιαν FN 6 κατακρατήσῃ N: κατακρατήσοι F, κατακρατήσειε G-P, κατακρατήσειεν SH (v) 7 τῷ om. S 7. 8 τὸ βλέπειν] τὰς ὄψεις HP (Turn.) 8 ὤφελος S1, corr. S2 ὀξυωπία προγονική S: ὀξυωπίας προγονικῆς ἐστερημένῳ ceteri (v) παρημένω S 9 τὸ codd.: om. v ὀνήνησι (sic) S: ὀνήσει ceteri (v) 10 φθεινάδος S (φθινάδος scripsi): φθεινώδους P, ceteri (v) κατεσκηλιτευμένον S 12 περιοδονίκατις] περίοδον καὶ S γράφωνται FNP: γράφονται S2G2H (v), στράφονται S1 13 κήραις SG2, κῆραι FNHP οἰκιῶν N 14 τοῖς om. FN 15 ὤφελος S1, corr. S2 οὐδὲ S: οὔτε ceteri (v) 16. 17 νόμοι δέ τινες ἄγραφοι καὶ S: νόμοι δέ τίνες ἂν εἶεν ἄγραφοι ἡ ceteri (v) 17 τὴν ἀρετήν S: τὴν om. ceteri (v) οἶμαι: hic incipit C οἶμαι] οι S 18 εἰδέαν S ἐτύπωσε] διαπλάσει (sic) S καταστᾶσα (sic) S 19 ταῦτ’ CG2 20 μόνον om. S πράξεως S 21 θηρατῶν αὐτῶν S 22 ἐχθρά] αἰσχρὰ HP τὰ δὲ codd.: τὰ δὲ καὶ Mang. 23 μετροπάθεια HP τιμία G2HP)

v.5.p.327
ὑμῖν δὲ ἄτιμα· κἀμοὶ μὲν ἐχθρὰ τὸ ἀναίσχυντον, τὸ ψεῦδος, ἡ ἀμετρία τῶν παθῶν, ὁ τῦφος, αἱ κακίαι, ὑμῖν δὲ οἰκειότατα.

τί δὴ μελετήσαντες ἀλλοτρίωσιν τὴν δι’ ἔργων τὴν ἐν λόγῳ συγγένειαν εὐπρεπὲς ὄνομα ὑποδυόμενοι καθυποκρίνεσθε; παραγωγὰς γὰρ καὶ κεκομψευμένας ἀπάτας οὐκ ἀνέχομαι, διότι ῥᾴδιον μὲν καὶ τῷ τυχόντι εὐπροσώπους λόγους εὑρεῖν, ἤθη δ’ ὑπαλλάξασθαι πονηρὰ χρηστοῖς οὐ ῥᾴδιον.

εἰς ἅπερ ἀφορῶσα καὶ νῦν ἐχθροὺς νομίζω καὶ αὖθις ἡγήσομαι τοὺς τὰ τῆς ἔχθρας ὑπεκκαύματα ζωπυρήσαντας καὶ μᾶλλον τῶν εἰς δυσγένειαν ὀνειδιζομένων ὑποβλέψομαι· τούτοις μὲν γὰρ ἀπολογία τὸ μηδὲν οἰκεῖον ἔχειν παράδειγμα καλοκἀγαθίας, ὑπόδικοι δ’ ὑμεῖς οἱ ἐκ μεγάλων φύντες οἴκων, οἷς αὔχημα καὶ κλέος τὰ λαμπρὰ γένη· παριδρυμένων γὰρ καὶ τρόπον τινὰ συμπεφυκότων ἀρχετύπων ἀγαθῶν οὐδὲν ἀπομάξασθαι καλὸν διενοήθητε.“

Ὅτι δὲ ἐν ἀρετῆς κτήσει τίθεται τὸ εὐγενὲς καὶ τὸν ἔχοντα ταύτην εὐγενῆ μόνον ὑπείληφεν, ἀλλ’ οὐχ ὅστις ἂν καλῶν καὶ ἀγαθῶν γένηται γονέων, δῆλον ἐκ πολλῶν.

αὐτίκα τοὺς ἐκ τοῦ γηγενοῦς φύντας τίς οὐκ ἂν εὐπατρίδας εἴποι καὶ εὐπατριδῶν ἀρχηγέτας; οἳ γένος ἐξαίρετον ἔλαχον παρὰ τοὺς ἔπειτα, βλαστήσαντες ἐκ τῶν πρώτων νυμφίων ἀνδρός τε καὶ γυναικὸς τότε πρῶτον εἰς ὁμιλίαν κοινὴν ἐπὶ σπορᾷ τοῦ ὁμοίου συνελθόντων. ἀλλ’ ὅμως δυοῖν γενομένων ὁ πρεσβύτερος ὑπέμεινε τὸν νεώτερον δολοφονῆσαι καὶ τὸ μέγιστον ἄγος, [*](1 δὲ S: δ’ ceteri ἄτιμα SC2G2: ἀτιμία ceteri κἀμοὶ S: καὶ ἐμοὶ ceteri ἐχθρὰ] αἰσχρὰ ΗP τὸ ἀναίσχυντον Mang.: τὸ ἀναισχύντατον S, τά ἀναίσχυντα ceteri (Turn.) τὸ ante ψεῦδος om. S 2 ἡ κακία S 4 καὶ κεκομψευμένας N: καὶ om. ceteri, καὶ post κεκομψευμένας ss. H2 (sic v) κεκομψευσμένας F ἀπατᾷς Η1P, ἀπάτης C 5 διότι] διὸ S πρός ante εὐπροσώπους add. P 6 ἤθη] ἡ S ὑπαλλάξασθαι S: ὑπαλλάξαι ceteri (v) 7 τὰ C: τὰς S, κατά FG2HP, τοὺς corr. in τά κατὰ N 8 ἔχθρας codd.: ἐχθράς v ἐκκαύματα S ζωπυρήσοντας Ν 9 ὑποβλέψομαι C: ἀποβλέψομαι ceteri 10 παράδειγμα add. Wendl. (v. sup. p. 251,1) 11 περιϊδρυμένων S 12. 13 ἀπομάξασθε S 14 ὅτι om. C δ’ S ἐν om. H P (Turn.). ἐν ἀρετῆς δέ transp. C κτίσει F τίθετε G2H2 (Turn.) καὶ om. G2 15 ὑπείληφεν S: ὑπειλήφαμεν C, ὑπελείφατε F, ὑπειλήφατς ceteri (v) ὥς τις F ἂν om. FN 16 γονέων] προγόνων S γονέων: hic desinit C 17 εὐπατριδῶν FG2: ευ εκπατρίδων (sic) S, εὐπατρίδων ceteri (v) ὄι] οἷς Η1Ρ ’P γένος] γέρας coni. Mang. 18 βλαστήσαντες H2: βλαστῶντας S, βλαστήσαντας ceteri 19 τε om. S καινὴν S 20 σποράν S γενομένοιν S (sed οι ex ω corr.) 21 ὑπέμεινεν S ἄγος] ἄλγος H) [*](6 sqq. Gen. cap. 4.)

v.5.p.328
ἀδελφοκτονίαν, ἐργασάμενος πρῶτος αἵματι ἀνθρωπίνῳ τὴν γῆν ἐμίανε.