De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
καὶ πέφυκεν οὕτως ἔχειν· ὡς γὰρ ἐν νηῒ μὲν κυβερνήτης πᾶσι τοῖς ναύταις ἀντίρροπος, ἐν δὲ στρατοπέδῳ στρατηγὸς ἅπασι τοῖς στρατιώταις — διαφθαρέντος γοῦν ἡττᾶσθαι συμβαίνει, καθάπερ ἂν εἰ καὶ πᾶσα δύναμις ἡβηδὸν ἑάλω —, τὸν αὐτὸν τρόπον καὶ ὁ σοφὸς ὅλου ἔθνους ἀξιώματι ἁμιλλᾶται τείχει πεφραγμένος ἀκαθαιρέτῳ, θεοσεβείᾳ.
Διὸ καὶ τοῖς ὑμνοῦσι τὴν εὐγένειαν ὡς μέγιστον ἀγαθὸν καὶ μεγάλων ἀγαθῶν αἴτιον οὐ μετρίως ἐπιτιμητέον, εἰ πρῶτον μὲν οἴονται τοὺς ἐκ παλαιοπλούτων καὶ παλαιενδόξων εὐγενεῖς, μηδὲ τῶν προγόνων, [*](1 ὁμοῦ καὶ θεοφιλὴς C (v) 2 τὸ ante τὸν add. S τόν θεόν S (Clem. Al.): τὸν κύριον CG2 (v) εἰλοῦ S (Clem. Al.): ἀντηλλάξω C (v), ἀντηλλαξάτω G2 3 σοι] σου Clem. Al. θεόν S (Clem. Al.): εἰς θεόν CG2 (v) εἵλατό S (Clem. Al.): ἀντηλλάξατο CG2 (v) αὐτοῦ S 4 τῆς διαιρέσεως S 5 τὸ ὄν S (Clem. Al.): θεόν C (v), θεῶ G2 6 προαπαντῶν (sic) S βουλήματι CG2: βουλεύματι S ἰόντος] εἰ ὄντος G2 7 ἀληθῶς coni. Mang. ὢν] ὢ S1, in ὁ corr. S2 8 αὐτός αἱρεῖται corruptum; αὖθις vel ἄλλοθι εἴρηται coni. Mang., πρότερον εἴρηται coni. Wendl. 11 γ’ οὗν G2 12 πάσα δύναμις scripsi: πάση δυνάμι codd. (v) 15 tit. περὶ εὐγενείας SCG2HRP: τοῦ αὐτοῦ περὶ εὐγενείας F 16 Διὸ καὶ τοῖς ὑμνοῦσι F: Καὶ τοῖς ὑμνοῦσι S, Τοῖς δὲ (δ’ P) ὑμνοῦσι ceteri (v) ὡς καὶ 17 εἰ om. S 18 πάλαι ἐνδόξων FG2 μηδὲ S: μήτε ceteri (v)) [*](1 sqq. pergit Clem. Alex. Strom. l. l. καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνο „τὸν θεὸν εἰλοῦ σήμερον εἶναί σου θεόν, καὶ κύριος εἵλετό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“. τὸν γὰρ σπεύδοντα θεραπεύειν τὸ ὂν ἱκέτην ὄντα ἐξοικειοῦται 6 θεός. κἄν εἷς ᾗ τὸν ἀριθμόν, ἐπ’ ἴσης τῷ λαῷ τετίμηται· μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται ἀποκατασταθεὶς ἐξ 00 ἢν, καλεῖται δὲ καὶ ἐκ μέρους τὸ πάν. 16 sqq. cf. Wendland Philo u. die kynisch - stoische Diatribe (W. u. Kern, Beitr. z. Gesch. d. griech. Philos. u. Religion) p. 51 sqq.)
βουληθεὶς γὰρ ὁ θεὸς δι’ ἡμερότητα καὶ φιλανθρωπίαν καὶ παρ’ ἡμῖν τοῦθ’ ἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ· κρείττων γὰρ ὢν μόνος ἀγαλματοφορεῖ τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν ἢ μὴ γευσαμένων σοφίας ἢ χείλεσιν ἄκροις — ἄργυρος γὰρ καὶ χρυσὸς τιμαί τε καὶ ἀρχαὶ καὶ σώματος εὐεξία μετ’ εὐμορφίας ἐξαρκεῖν ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν — * * * αὐγοειδέστατον φῶς μὴ ἰδόντες.
ἐπειδὴ τοίνυν ἡ εὐγένεια κεκαθαρμένης διανοίας καθαρσίοις τελείοις κλῆρος οἰκεῖος, χρὴ μόνους λέγειν εὐγενεῖς τοὺς σώφρονας καὶ δικαίους, κἂν τύχωσιν ἐξ οἰκοτρίβων ἢ ἀργυρωνήτων γεγονότες· τοῖς δὲ ἐξ ἀγαθῶν πονηροῖς γεγονόσιν ἄβατον ἔστω τὸ εὐγενείας χωρίον.
ἄοικος γὰρ καὶ ἄπολις ὁ φαῦλος, ἐκ πατρίδος ἀρετῆς ἐληλαμένος, ἣ καὶ τῷ ὄντι σοφῶν ἀνδρῶν ἐστι πατρίς· τούτῳ κατὰ τὸ ἀναγκαῖον ἕπεται δυσγένεια, κἂν εἰ πάππων ἢ προγόνων γένοιτο τοὺς βίους ἀνεπιλήπτων, ἀλλοτρίωσιν ἐπιτηδεύοντι καὶ πορρωτάτω τῆς εὐγενείας διαζευγνύντι ἑαυτὸν ἔν τε λόγοις καὶ ἔργοις.
ἀλλὰ γὰρ πρὸς τῷ μὴ πεφυκέναι τοὺς πονηροὺς εὐγενεῖς ἔτι καὶ πάντας αὐτοὺς ὁρῶ [*](1.2 εὐδαιμονισάντων F 3 δ’ S 3.4 ἡγεμονικωτάτω S 4 δι’ S: διὰ ceteri 5 καὶ παρ’ ἡμῖν om. H1P τοῦθ’ S2: τοῦτ’ S1G2HP, om. F Barb. 6 οὐχ εὗρεν ἐπὶ γῆς S: ἐπὶ γῆς οὐχ εὗρεν ceteri (v) κρείττων γὰρ ὢν μόνος scripsi: κρείττων γὰρ μόνος F, κρείττων γάρ νόμος G-, κρεῖττον (κρείττω Η2)· ὁ γὰρ νόμος HP, παρόν ὁ νόμος S: κρείττω· ὁ γὰρ νοῦς v, κεκαθαρμένων γὰρ ὁ νοῦς coni. Mang. 7 τἀγαθὸν S: τό ἀγαθόν G2HP, om. F ἐπιστῶσι F pr. ἢ S: om. ceteri 8 pr. καὶ] ἢ S 9 εὐεξία S: εὐεξίαι ceteri (v) ἐξαρκεῖν e. gr. addidi ἐοίκασι SF: om. G2HP (Turn.) 10 lacunam indicavi 11 αὐγοειδέστατον φῶς μὴ ἰδόντες om. S αὐγ.] ἀνειδέστατον H1P 12 καθαρσίοις S (Mang.): καὶ καθαρσίοις ceteri χρὴ μόνους S: μόνους χρὴ Η2 (v), μόνους 61 χρὴ ceteri 13 ἢ] καὶ FN 14 δ’ HP γεγονόσιν om. S (fort. recte) 15 ὁ φαῦλος S: πᾶς φαῦλος oeteri (v) 16 ἐληλασμένος G2HP ἣ scripsi: εἰ S, ἥτις ceteri (v) τοῦτο F1 17 κὰν εἰ FNG2H2: κἄν ἢ SH1P (v) ἢ] καὶ HP προγόν SFNG2: προπάππων HP (v) 18. 19 ἐπιτηδεύων καὶ πόρρω τὰ της (sic) συγγενεία διαζευγνὺς S 19 ἀλλὰ] ἄμα S πρός om. S τῷ] τὸ SG2H 20 μὴ om. G2 πονηροὺς] μοχθηροὺς FNG2) [*](4—6 Maximi Eclog. cod. Barb. I 158: βουληθεὶς—λογισμοῦ κρείττω 12—329, 12 N fol. 189r: μόνους χρὴ λέγειν—καθ’ ὅσον οἷόν τε ἣν.)
ὅσον ἐν τῷ γένει λαμπρὸν ἐξαμαυροῦντάς τε καὶ σβεννύντας. διό μοι δοκοῦσι φιλοστοργότατοι πατέρες ἀπορρήσεις χρηματίζειν καθ’ υἱῶν ἀποσχοινίζοντες αὐτοὺς τῆς οἰκίας καὶ συγγενείας, ὅταν τὴν ἐκ φύσεως ἐν τοῖς γεννήσασι περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἡ ἐν ἐκείνοις μοχθηρία κατακρατήσῃ.