De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
τί δὴ τοῦτον ὤνησεν ἡ εὐγένεια τὴν ἐν τῇ ψυχῇ δυσγένειαν ἐπιδειξάμενον; ἣν καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος θεὸς ἰδὼν ἐστύγησε καὶ προβαλλόμενος ὥρισε τιμωρίας, οὐκ εὐθὺς ἀνελών, ὅπως ἀναισθήτως ἔχῃ συμφορῶν, ἀλλὰ μυρίους ἐπικρεμάσας τοὺς ἐν αἰσθήσει θανάτους λύπαις καὶ φόβοις ἐπαλλήλοις εἰς κακῶν ὀδυνηροτάτων ἀντίληψιν.
Ἐγένετο δέ τις τῶν μετὰ ταῦτα σφόδρα δοκίμων ἀνὴρ ὁσιώτατος, οὗ τὴν εὐσέβειαν ἀνάγραπτον ἠξίωσεν εἶναι ἐν ἱεραῖς βίβλοις ὁ τοὺς νόμους διαταξάμενος· ὃς ἐν τῷ μεγάλῳ κατακλυσμῷ, τῶν πόλεων ἀφανιζομένων πανωλεθρίᾳ — καὶ γὰρ τῶν ὀρῶν τὰ ὑψηλότατα τῇ συναυξήσει καὶ ἐπιτάσει τῆς περὶ τὴν φορὰν πλημμύρας κατεπίνετο —, μόνος μετὰ τῶν οἰκείων διασῴζεται τῆς καλοκἀγαθίας ἆθλον ἀράμενος, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν.
ἀλλὰ καὶ τούτῳ τριῶν γενομένων παίδων καὶ συναπολελαυκότων τῆς πατρῴας δωρεᾶς εἷς ἐτόλμησε τὸν αἴτιον τῆς σωτηρίας πατέρα κατακερτομεῖν γέλωτα καὶ χλεύην, εἴ τι παρεσφάλη μὴ καθ’ ἑκούσιον γνώμην, τιθέμενος καὶ τοῖς μὴ εἰδόσιν ἀπογυμνῶν ἃ κρύπτειν θέμις ἐπὶ τῇ τοῦ γεννήσαντος αἰσχύνῃ. τοιγαροῦν οὐκ ὤνατο τῆς λαμπρᾶς εὐγενείας ἐπάρατος γενόμενος καὶ τοῖς μετ’ αὐτὸν ἀρχὴ κακοδαιμονίας· ὧν ἄξιον ἦν τυγχάνειν τὸν ἠμεληκότα γονέων τιμῆς.
[*](1 ἀνθρωπείῳ S (ει corr. ex ι) μιαίνει S 2 δὴ om. FN ἡ om. τῇ om. HP (v) 3 ἣν om. FN ὁ om. G2HP (v) ἀνθρωπίων S ἐστύγησεν S 4 προβαλόμενος F (v) ὥρισε τιμωρίας S: τιμωρίας ὥρισεν ceteri (v) 6 λύπας καὶ φόβους ἐπαλλήλους coni. Mang. ἐπαλλήλοις om. FN 7 σφόδρα om. S δοκήμων S 8 ἀνάγραπτον om. S εἶναι addidi (ἐστηλιτεῦσθαι conieceram) ἐν om. S 9 ὃς ἐν S: ἐν γοῦν ceteri 10 πανολεθρία SG2 ὀρῶν S: ὀρέων ceteri (v) 11 καὶ ἐπιτάσει om. FN; καὶ ἐπιδόσει coni. Mang. τὴν] τῆς S1, corr. S2 πλημύρης S κατεπίνοντο S, κατεπιαίνετο N 12 μόνος om. FN σώζεται S εὑράμενος SN 14 συναπηλαυκότων S εἷς] ἧς S1, corr. S2 15 χλεύγην S1 εἴ τι περ ἐσφάλη F 15. 16 μὴ παρεσφάλη transp. S, μὴ παρεσφάλη μὴ G2P 16 ἰδόσιν S 17 ἃ κρύπτειν] ἀποκρύπτειν S ἢν θέμις N τοιγαροῦν] τοῖς γὰρ οὑν S 17. 18 οὐκ ὤνατο S: ἀπὸ ceteri (v) ; οὐκ ἀπώνατο coni. Mang. 18 τοῖς] τῆς K 18. 19 μετ’ αὐτὴν H1P 19 ἀρχϊκακοδαιμονίας ἐστὶν F ἐστιν add. etiam N) ἀρχὴν SH1P τυχεῖν S)[*](7 sqq. Gen. 6,9 sqq. 12 Clem. Alex. Strom. II 19 p. 481 P. Νῶε δὲ ὁ μὴ γενόμενος ὡς ὁ Ἀδὰμ ἐπισκοπῇ θείᾳ διασῴζεται· φέρων γὰρ αὑτὸν ἀνέθηκε τῷ θεῷ. 13 sqq. Gen, 9,18 sqq.)Ἀλλὰ τί τούτων μεμνῆσθαι προσῆκεν ἀφέμενον τοῦ πρώτου καὶ γηγενοῦς; ὃς ἕνεκα εὐγενείας οὐδενὶ θνητῷ σύγκριτος, χερσὶ μὲν θείαις εἰς ἀνδριάντα τὸν σωματοειδῆ τυπωθεὶς ἀκρότητι τέχνης πλαστικῆς, ψυχῆς δὲ ἀξιωθεὶς ἀπ’ οὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων, ἐμπνεύσαντος θεοῦ τῆς ἰδίας δυνάμεως ὅσον ἐδύνατο δέξασθαι θνητὴ φύσις, ἆρ’ οὐχ ὑπερβολή τις εὐγενείας μηδεμιᾷ τῶν ἄλλων ὅσαι διωνομάσθησαν εἰς σύγκρισιν ἐλθεῖν δυναμένη;
τῶν μὲν γὰρ τὸ κλέος ἐκ προγόνων εὐτυχίας — ἄνθρωποι δὲ οἱ πρόγονοι, ζῷα ἐπίκηρα καὶ φθαρτά, καὶ αἱ τούτων ἀβέβαιοι καὶ ἐφήμεροι τὰ πολλὰ εὐπραγίαι —, τοῦ δὲ πατὴρ [μὲν] θνητὸς οὐδείς, ὁ δὲ ἀίδιος θεός·
οὗ τρόπον τινὰ γενόμενος εἰκὼν κατὰ τὸν ἡγεμόνα νοῦν ἐν ψυχῇ, δέον ἀκηλίδωτον τὴν εἰκόνα φυλάξαι καθ’ ὅσον οἷόν τε ἦν ἐπακολουθήσαντα ταῖς τοῦ γεννήσαντος ἀρεταῖς, προτεθέντων εἰς αἱρέσεις καὶ φυγὰς τῶν ἐναντίων, ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ ἀληθοῦς καὶ ψευδοῦς, τὰ μὲν ψευδῆ καὶ αἰσχρὰ καὶ κακὰ προθύμως εἵλετο, τῶν δὲ ἀγαθῶν καὶ καλῶν καὶ ἀληθῶν ἠλόγησεν· ἐφ’ οἷς εἰκότως θνητὸν ἀθανάτου βίον ἀνθυπηλλάξατο μακαριότητος καὶ εὐδαιμονίας σφαλεὶς καὶ ῥᾷστα μετέβαλεν εἰς ἐπίπονον καὶ κακοδαίμονα ζωήν.
[*](1 προσῆκον P 2 γηγενοῦς] εὐγενοῦς S ἕνεκεν N 3 εἰς add. Turn., om. codd. σωματοειδῆ] σώματος ἤδη S ἀκρότητι δὲ τέχνης N 4 δ’ S γέννησιν HP (v) 5 ἰδίας FN: θείας ceteri (Turn.) ἐδύνατο S: ἡδύνατο ceteri (v) 6 ἆρ᾿ οὐχ S: ἣν ἀρ’ οὐχ F, ἢν ἄρ᾿ οὐχ ceteri (v) τις FN: τῆς ceteri (v) μηδεμιᾷ scripsi: μὴ δὲ ῥία S, μηδεμιᾶς ceteri (v) ὅσαι scripsi: ὅσα διωνομάσθη S, ἀϊδίων (ἰδίων N) ὀνομασθεῖσαν ceteri; αἱ (sic) ὠνομάσθησαν v 7 δυναμένη S: δυναμένης ceteri (v) τῶν S: ὧν ceteri γενειὰς 8 εὐτυχίας FG2: εὐτυχία N, εὐτυχίαις S, ἀτυχίας HP, εὐτυχίας L; εὐγενείας ν ἐπίκαιρα S 9 αἱ τούτων post τὰ πολλὰ transponendum vidertur 10 μὲν seclusi ὁ δέ ἀΐδιος S: οὐδὲ αἴτιος ἀλλ’ ἢ ceteri (v) οὗ] ὁ Η1Ρ 12 ἀπακολουθήσαντα HP: ἐπακολουθήσαντος FG2, ἐπακολουθήσεται S1, θήσαιε S2 13 προτεθέντων S: προστεθέντων G2HP, προστιθέντων F 14 ἀγαθοῦ τε καὶ S (Mang.) 15 alt. καὶ] ἢ F εἵλατο S 16 ἀληθινῶν S2 (λη et ιν in ras.) εἰκότως] εἰκὼς ἀθανάτου S (Clem. Al): ἀντ’ ἀθανάτου ceteri (v) 17 σφαλεὶς codd.: ἀποσφαλεὶς v καὶ ῥᾷστα v (Turn.): αἳ ·ῥᾷστα F, ἐραστὰ ceteri 18 μετέβαλον F)[*](1 sqq. Gen. cap. 3. 10 sqq. Clem. Alex. l. l. (ante verba ad p. 328,12 adnot.) αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθαι καὶ συνασκῆσαι τὰ κάλλιστα διαδείκνυται· ἐπεὶ τί τόν Ἀδὰμ ὠφέλησεν ἡ τοιαύτη αὐτοῦ εὐγένεια; πατὴρ δὲ αὐτοῦ θνητὸς οὐδείς, αὐτός γὰρ ἀνθρώπων τῶν ἐν γενέσει πατήρ. τά μέν αἰσχρὰ οὗτος προθύμως εἵλετο ἑπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησεν, ἐφ’ οἷς θνητὸν ἀθανάτου βίον, ἀλλ’ οὐκ εἰς τέλος, ἀνθυπηλλάξατο.)Ἀλλ’ οὗτοι μὲν ἔστωσαν κοινοὶ πᾶσιν ἀνθρώποις ὅροι τοῦ μὴ ἐπὶ μεγάλοις γένεσι σεμνύνεσθαι τοὺς καλοκἀγαθίας ἀμοιροῦντας· Ἰουδαίοις δὲ καὶ ἕτεροι δίχα τῶν κοινῶν ἐξαίρετοι. τῶν γὰρ τοῦ γένους ἀρχηγετῶν εἰσιν οὓς αἱ τῶν προγόνων ἀρεταὶ συνόλως οὐδὲν ὤνησαν ἐπ’ ἐπιλήπτοις καὶ ὑπαιτίοις πράξεσιν ἁλόντας, εἰ καὶ πρὸς ἑτέρου μηδενὸς ἐλεγχθέντας, ἀλλ’ οὖν ὑπὸ τοῦ συνειδότος, ὃ μόνον ἐξ ἁπάντων δικαστήριον τέχναις λόγων οὐ παράγεται.