De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
τί δ’ ἂν εἴη τῶν ὄντων ἄριστον ἢ θεός; οὗ τὰς τιμὰς προσένειμαν τοῖς οὐ θεοῖς, ἐκείνους μὲν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου, τοῦ δὲ εἰς ἅπαν οἱ κενοὶ φρενῶν ἐκλαθόμενοι. πάντας οὖν, ὅσοι τὸν κτίστην καὶ πατέρα τοῦ παντὸς εἰ καὶ μὴ ἐξ ἀρχῆς σέβειν ἠξίωσαν ἀλλ’ ὕστερον μοναρχίαν ἀντὶ πολυαρχίας ἀσπασάμενοι, φιλτάτους καὶ συγγενεστάτους ὑποληπτέον, τὸ μέγιστον εἰς φιλίαν καὶ οἰκειότητα παρασχομένους θεοφιλὲς ἦθος, οἷς χρὴ καὶ συνήδεσθαι, καθάπερ ἂν εἰ καὶ τυφλοὶ πρότερον ὄντες ἀνέβλεψαν ἐκ βαθυτάτου σκότους αὐγοειδέστατον φῶς ἰδόντες.
Τὸ μὲν οὖν πρῶτον καὶ ἀναγκαιότατον τῶν εἰς μετάνοιαν εἴρηται. μετανοείτω δέ τις μὴ μόνον ἐφ’ οἷς ἠπατήθη πολὺν χρόνον τὰ γενητὰ πρὸ τοῦ ἀγενήτου καὶ ποιητοῦ θαυμάσας, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα περὶ βίον ἀναγκαῖα, μετιὼν ὥσπερ ἐκ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν, ὀχλοκρατίας, εἰς τὴν εὐνομωτάτην πολιτείαν, δημοκρατίαν, τοῦτο δ’ ἐστὶν ἐξ ἀμαθίας εἰς ἐπιστήμην ὧν ἡ ἄγνοια αἰσχρόν, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρατείας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀτολμίας εἰς θαρραλεότητα.
πάγκαλον γὰρ καὶ συμφέρον αὐτομολεῖν ἀμεταστρεπτὶ πρὸς ἀρετὴν κακίαν, ἐπίβουλον δέσποιναν, [*](1 ἀποβεβλῆσθαι C ὡς S: om. ceteri (v) ἀναγιεαιοτάτων SCΗ2: ἀναγκαιοτάτω G2, ἀναγκαιότατα G1, ἀναγκαιότατον AFΗ1P καὶ] ὡς G1 2 αἰτίων S: αἰτιωτάτων CG1H2(v), αἰτιωτάτω G2, αἰτιώτατον AFH1P περιέρχεσθαι Α κατεξαναθέντας F1 3 ἁπαλαῖς] ἀπαλλαγεὶς F1H1P1 γονεῖς S: om ceteri (Turn.) καὶ ante τίτθαι om. C τιτθαῖς AP2 4 πλάνον ἀνήνυτον] πλὴν ἀνήνυτα F 6 ἢ om. AFG1 οὗ] οἲ F ἐκείνους S: τοὺς ceteri (Turn. Mang.) 7 τοῦ μέτρου SA 7.8 ἐκλαθόρενοι οἱ κενοὶ φρενῶν S 8 πάντες SC1 πατέρα CG2H2: δημιουργὸν S, τὸν πατέρα ceteri 9 ἠξιώθησαν (sed θησ in ras.) A 9. 10 post πολυαρχίας add. σέβειν H (Turn.) 10 φιλτάτοις καὶ συγγενεστάτοις G2 11 φιλίαν] φιλανθρωπίαν H οἰκειότητα SCG2: οἰκειότατον ceteri οἷς] ἧς F1 12 ἄν om. S 14 ὃ μὲν AFHP 16 γεννητὰ Α ἀγεννήτου Α καὶ ποιητοῦ om. S (fort. rccte) ἐν om. G2; ἐπὶ coni. Mang. 17 βίων Α ἀναγκαῖον C τῆς om. S φυλοτάτης S 18 κακοπολιτειῶν] κακοποντίων S ὀχλοκρατείας ΑΗP, ὀχλοκρασίας SG2 δημοκρατείαν S2 19 τοῦτο δ’ ἐστὶν S: τουτέστιν ceteri (v) 20 ἀκρατείας] ἀκρασίας A (Mang.) 21 θαρσαλεότητα S πάγκαλον] καλὸν S 22 αὐτομολεῖν: hic desinunt AFG1HP, reliqua (usque ad p. 324,14) exhibent solummodo SCG2)
τοῦ ὄντος θεοῦ τιμῇ πᾶσαν τὴν τῶν ἄλλων ἀρετῶν κοινωνίαν. γίνονται γὰρ εὐθὺς οἱ ἐπηλύται σώφρονες, ἐγκρατεῖς, αἰδήμονες, ἥμεροι, χρηστοί, φιλάνθρωποι, σεμνοί, δίκαιοι, μεγαλόφρονες, ἀληθείας ἐρασταί, κρείττους χρημάτων καὶ ἡδονῆς· ἐπεὶ καὶ τοὐναντίον τοὺς τῶν ἱερῶν νόμων ἀποστάντας ἰδεῖν ἔστιν ἀκολάστους, ἀναισχύντους, ἀδίκους, ἀσέμνους, ὀλιγόφρονας, φιλαπεχθήμονας, ψευδολογίας ἑταίρους καὶ ψευδορκίας, τὴν ἐλευθερίαν πεπρακότας ὄψου καὶ ἀκράτου καὶ πεμμάτων καὶ εὐμορφίας εἴς τε τὰς γαστρὸς ἀπολαύσεις καὶ τῶν μετὰ γαστέρα, ὧν τὰ τέλη βαρύταται ζημίαι σώματός τε καὶ ψυχῆς εἰσι.
παγκάλους μέντοι καὶ τὰς εἰς μετάνοιαν ὑφηγήσεις ποιεῖται, αἷς διδασκόμεθα μεθαρμόζεσθαι τὸν βίον ἐξ ἀναρμοστίας εἰς τὴν ἀμείνω μεταβολήν· φησὶ γάρ, ὅτι τουτὶ τὸ πρᾶγμα οὐχ ὑπέρογκόν ἐστιν οὐδὲ μακρὰν ἀφεστός, οὔτε κατὰ τὸν αἰθέρα ἀνωτάτω κἀν ἐσχατιαῖς γῆς οὔτε πέραν τῆς μεγάλης θαλάττης, ὡς ἀδυνατῆσαι λαβεῖν, ἀλλ’ ἔστιν ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἡμᾶς ἐνδιαιτώμενον, στόματι καὶ καρδίᾳ καὶ χερσί, διὰ συμβόλων λόγοις καὶ βουλαῖς καὶ πράξεσι· λόγου μὲν γὰρ στόμα σύμβολον, καρδία δὲ βουλευμάτων, πράξεων δὲ χεῖρες, ἐν οἷς τὸ εὐδαιμονεῖν ἐστιν.
ὅταν μὲν γὰρ οἷος ὁ λόγος τοιάδε ἡ γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε ἡ πρᾶξις, ἐπαινετὸς καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ [*](1 σκιάν om. CG2 2 τὴν om. G2 6 ἔστιν om. CG2 7 ἑταίρους C: ἑτέρους SG2 9 τῶν] τόν G2 10 βαρύταται Mang.: βαρύτατα codd. εἰσιν SC 13 πρᾶγμα] πρόσταγμα coni. Mang. οὐκ S1, corr. S2 οὐδέ scripsi: οὔτε codd. (v) ἀφεστὼς codd. 14 κἀν scripsi: καὶ codd.; καὶ ἐν coni. etiam Mang.; deinde ἐσχατιαῖς γῆς οὗτε πέραν τῆς μεγάλης θαλάττης supplevi 15 τῶν] τοῖς coni. Mang. coll. Clem. AI. 15. 16 ἐνδιαιτωμένων C1G2 17 πράξεσιν S γὰρ add. Mang. 21 ἐπιλάθοιτο SG2 (prob. Mang.): ἐπιλάβοιτο C (v) εὐαρεστήσει (ση S) θεῶ SG2: om. C) [*](10 sqq. pergit Clem. Alex. l. l. ἀφ’ ἧς καὶ τῶν ἄλλων κακιῶν μετανοεῖν κελεύει ἁρμοζομένοις τὸν βίον ἐξ ἀναρμοστίας πρὸς τὴν ἀμείνω μεταβολὴν διὰ τῶν τριῶν τούτων, στόματος, καρδίας, χειρῶν. σύμβολον δ’ ἂν εἴη ταῦτα πράξεως μέν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία, καὶ λόγου τὸ στόμα. cf. Clem. Alex. Protrept. cap. 10 p. 85 P. (177,32 Stählin) . . ἐστι ἡ ἀλήθεια) δυσπρόσιτος οὐδὲ ἀδύνατος λαβεῖν, ἀλλ’ ἔστιν ἐγγυτάτω, ἔνοικος ἡμῶν, ᾗ φησιν αἰνιττόμενος ὁ πάνσοφος Μωυσῆς, τρισὶ τοῖς καθ᾿ ἡμᾶς ἐνδιαιτωμένη μέρεσι, καὶ στόματι καὶ καρδίᾳ. σύμβολον τοῦτο γνήσιον τρισὶ τοῖς πᾶσι συμπληρουμένης τῆς ἀληθείας, βουλῇ καὶ πράξει καὶ λόγῳ. 13 Deut.)
παγκάλη γε τῆς αἱρέσεως ἡ ἀντίδοσις, σπεύδοντος ἀνθρώπου μὲν θεραπεύειν τὸ ὄν, θεοῦ δὲ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἱκέτην καὶ προαπαντᾶν τῷ βουλήματι τοῦ γνησίως καὶ ἀνόθως ἰόντος ἐπὶ τὴν θεραπείαν αὐτοῦ. ὁ δ’ ἀληθὴς θεραπευτής τε καὶ ἱκέτης, κἂν εἷς ὢν ἀνὴρ ἀριθμῷ τυγχάνῃ, δυνάμει, καθάπερ αὐτὸς αἱρεῖται, σύμπας ἐστὶν ὁ λεώς, ἰσότιμος ὅλῳ ἔθνει γεγονώς.