De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
Τοσαύτη δέ τίς ἐστι τῷ νόμῳ σπουδὴ καὶ φιλοτιμία περὶ τοῦ γυμνάσαι καὶ συγκροτῆσαι ψυχὴν πρὸς ἀνδρείαν, ὥστε καὶ περὶ ἐσθημάτων ὁποῖα ἐχρῆν ἀμπέχεσθαι διετάξατο ἀπειπὼν ἀνὰ κράτος ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν, ἕνεκα τοῦ μηδὲν ἴχνος ἢ σκιὰν αὐτὸ μόνον τοῦ θήλεος ἐπὶ λύμῃ τῆς ἄρσενος γενεᾶς προσάψασθαι· βούλεται γὰρ ἑπόμενος ἀεὶ τῇ φύσει τὰ οἰκεῖα καὶ συνῳδὰ ἀλλήλοις ἄχρι τῶν ἐσχάτων καὶ δι’ εὐτέλειαν ἀφανεστέρων εἶναι δοκούντων νομοθετεῖν.
ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους ἀνδρός τε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν ἀπονεμηθέντα—τῷ μὲν γὰρ ὁ κατοικίδιος, τῷ δ’ ὁ πολιτικὸς προσκεκλήρωται —, κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι· ταῦτα δ’ ἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον.
ἠρρενῶσθαι γὰρ τόν γε πρὸς ἀλήθειαν ἄνδρα κἀν τούτοις ἠξίωσε καὶ μάλιστα ἐν ἐσθήμασιν, ἃ ἐπιφερόμενος ἀεὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ ὀφείλει μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα.
κατὰ τὰ αὐτὰ μέντοι καὶ τὴν γυναῖκα ἀσκήσας τοῖς ἁρμόττουσι κόσμοις ἐκώλυσεν ἀναλαμβάνειν ἀνδρὸς ἐσθῆτα, πόρρωθεν ὡς ἀνδρογύνους οὕτως καὶ γυνάνδρους φυλαξάμενος· ἑνὸς γάρ, [*](1 δέ codd.: δή Mang. 2 ἀνδρίαν AEFG 4 ἀμπεχομένη S1, ἀμπεχόνην corr. S2 ἀναλαμβάνειν] ἀλλὰ λαμβάνειν S μηδὲ VOF, μὴδ’ Α αὐτῶ Κ 5 θήλεως G λοίμη SG προάψασθαι Α G ἀεὶ ἑπόμενος trausp. Α (Mang.) 7 εὐτέλειαν om. G εἶναι] αὐτῶν G ἐπειδήπερ (om. γὰρ) M 8 ἑώρα σωμάτων. O ἐπὶ πλάστους M (ἐπιπλάστους Mang.), ἐπὶ σανίδος F ἀνομοίως F 9 βίου Κ 10 κατοίκιος M 11 κἀν Maug.: καὶ codd. ἔργα μέν transp. VOF, μὲν om. Α δὲ SVOFG: δ’ ceteri 12 εὑρήματα scripsi: εὑρέματα codd. (v) 14 γε] τε F τούτω Α ἠξίωσεν 8 μάλιστ’ BEMAHP 15 ἐσθήμασιν Α: αἰσθήσεσιν ’, ἐσθήσεσιν ceteri (v) ἁ codd.: ἅς Η2 (v) περιφερόμενος coni. Mang. ἀεὶ SO, αἰεὶ VF: om. ceteri (v) μεθ’ om. Α νύκτα Α ὀφείλειν G 16 ἀνανδρείας SBMP κατὰ] καὶ M τὰ αὐτὰ SVOFG: ταὐτὰ HP, ταῦτα BEKMA 18 ἀνδρογύμνους G οὕτως S: οὕτω ceteri) [*](3 Deiit. 22,5. d. losepk. Ant. lud. IV § 301 φυλάσσειν δέ μάλιστα ἐν ταῖς μάχαις, ὡς μήτε γυναῖκα ἀνδρικῇ σκευῇ χρῆσθαι μήτ’ ἄνδρα στολῇ γυναικεία. Ssijq. Clem. Alex. 1. 1. ἐπεὶ τίνα λόγον ἔχει τὸ ἀπειπεῖν τόν νόμον ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν; βάνειν; ἢ οὐχὶ ἀνδρίζεσθαι ἡμᾶς βούλεται μήτε κατὰ τὸ σῶμα καὶ τὰ ἔργα μήτε κατὰ τὴν διάνοιαν καὶ τὸν λόγον ἐκθηλυνομἐvους; ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ ἀληθείᾳ ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ’ ἡdραν καὶ εἴ που μαρτυρίου δι’ ἀήματος χωροῦντος ἐπικαταλάβοι χρ ία βούλεται.)
Ἔτι τοίνυν τῶν ἀνθρωπείων πραγμάτων δυσὶ καιροῖς ἐμφερομένων, εἰρήνῃ τε καὶ πολέμῳ, τὰς ἀρετὰς ἔστιν ἰδεῖν ἐν ἀμφοτέροις ἐξεταζομένας. περὶ μὲν οὖν τῶν ἄλλων λέλεκται πρότερον καὶ αὖθις, εἰ γένοιτό τις χρεία, λεχθήσεται· τὰ δὲ νῦν ἀνδρείαν οὐ παρέργως ἐξεταστέον, ἧς τὰ μὲν κατ’ εἰρήνην ἔργα πολλαχοῦ τῆς νομοθεσίας ὕμνησεν ἀεὶ τῶν καιρῶν στοχαζόμενος, περὶ ὧν ἐν τοῖς οἰκείοις τόποις ὑπεμνήσαμεν, τῶν δὲ κατὰ πόλεμον ἐνθένδε ποιησόμεθα τὴν ἀρχήν, ἐκεῖνο προειπόντες.
ὅταν ποιῆται τὸν στρατιωτικὸν κατάλογον, οὐχ ἅπασαν τὴν νεότητα καλεῖν οἴεται δεῖν, ἀλλ’ ἔστιν οὓς παραιτεῖται προστιθεὶς αἰτίας εὐλόγους τῆς ἀστρατείας· αὐτίκα τοὺς κατεπτηχότας καὶ δειλούς, μελλήσοντας ὑπὸ τῆς ἐμφύτου μαλακίας ἁλίσκεσθαι καὶ δέος τοῖς ἄλλοις συμμάχοις ἐμποιεῖν.
τὸ γὰρ ἑτέρου κακὸν εὖ πως ὁ πλησίον ἀναμάττεσθαι φιλεῖ, καὶ μάλιστ’ ἐν πολέμῳ, τοῦ λογισμοῦ διὰ τὴν ἀγωνίαν συγκεχυμένου καὶ τὰς τῶν πραγμάτων ἀντιλήψεις ἀκριβοῦν ἀδυνατοῦντος· τότε γὰρ εὐλάβειαν μὲν τὴν δειλίαν, τὸ δὲ φοβεῖσθαι προμηθές, ἀσφάλειαν δὲ τὴν ἀνανδρίαν εἰώθασι καλεῖν, αἴσχιστα ἔργα εὐπρεπέσι καὶ σεμναῖς κλήσεσιν ἐπαμπίσχοντες.