De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

πηρώσει γε μὴν αἰσθήσεων, ᾗ συζῶντες ἔτι μυρίοι προαπέθανον τῷ μηδὲν ἀλεξίκακον εὑρεῖν δύνασθαι φάρμακον, ἀντικάθηται φρόνησις, τὸ κρατιστεῦον τῶν ἐν ἡμῖν, ἐνομματοῦσα διάνοιαν, ἣ πρὸς ὀξυωπίαν τῶν σώματος ὀφθαλμῶν ὅλῳ, φασί, καὶ τῷ παντὶ διενήνοχεν.

οἱ μὲν γὰρ τὰς ἐπιφανείας τῶν ὁρατῶν καταθεῶνται, ἅμα δεόμενοι φωτὸς ἔξωθεν, ἡ δὲ καὶ διὰ βάθους χωρεῖ τῶν σωμάτων, ὅλα δι’ ὅλων καθ’ ἕκαστα τῶν μερῶν ἀκριβοῦσα καὶ περιαθροῦσα καὶ τὰς τῶν ἀσωμάτων φύσεις, ἃς ἐπισκοπεῖν αἴσθησις ἀδυνατεῖ· σχεδὸν γὰρ πᾶσαν ὀξυωπίαν ὀφθαλμοῦ καταλαμβάνει, μὴ προσδεομένη νόθου φωτός, ἀστὴρ οὖσα αὐτὴ καὶ σχεδόν τι τῶν ἐπουρανίων ἀπεικόνισμα καὶ μίμημα.

νόσοι γε μὴν σωμάτων ὑγιαινούσης ψυχῆς ἥκιστα βλάπτουσιν· ὑγεία δὲ [*](1 ὁ ὀλιγοδεής ’P, καὶ ὀλιγοδεής ADL Georg. μεθόριον VOK2FDL Georg. 2 τὸ σῶμα BEKMDM τὸ θνητὸν V2OKF μὴ om. M πολυδεὲς D: πολυειδὲς Georg., πολυτελές codd. 3 οὕτως SG: οὕτω ceteri 4 δέ SVOFG: ἂν δ’ ceteri καλοκαγαθίας Κ 5 ἀπὸ SVOF: ἀπ’ ceteri ἀενάου BEK-: ἀεννάου ceteri (v) G πλήθεσι S: πλῆθος G, πλήθει ceteri (v) 7.8 κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων S: oni. ceteri (Turn.) 9 θνητῶν SK1 πληρώσει SG ἧ συζῶντες V2OF: αἷς ζῶντες ceteri (v) 10 μύριοι VOF προσαπέθανον V2OF μηδὲ Η (Turn.) 11 τῶν om. BEKMA διάνοια SV1GHP τὴν διάνοιαν V2OK2F 12 τῶν τοῦ σώματος ΒΕΚM (Mang.) ὅλῳ—παντί] παντάπασιν ἐγκρινομένη V2OF φασί] φησί G, φωτὶ Κ παντὶ] πάντων SBEKMG 13 οἱ corr. in ἡ Α καταθεᾶται (d corr. ex ῶν) Α 14 δεομένη ἡ corr. ex οἱ) A 17 πᾶσαν SVOF: ἅπασαν ceteri (v) 15 ἀστὴρ οὖσα SVOF: d; τηροῦσα ceteri αὐτὴ SVOF: αὕτως (sic) Κ, αὕτη ceteri (v)) [*](1—3 DR fol. 212v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τριῶν ἀρετῶν DM fol. 80v DL fol. 170V DP fol. 78r et 238r Φίλωνος DV p.365 Εὐαγρίου Max. Ecl. cap. 13 lo. Georgides Laur.VII 15 fol. 71 r Φίλωνος: ὁ σπουδαῖος ὀλιγοδεής—διὰ διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.) [*](1.2 Clem. Alex. Slrom. II 18 p.471P. 1 P. 6 γάρ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μέν ἐνδεές διά τε τὸ σῶμα διά τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτἑαν δεῖσθαι δεδιδαγμένος.)

v.5.p.270
ψυχῆς εὐκρασία δυνάμεών ἐστι τῆς τε κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λόγον, ἐπικρατούσης τῆς λογικῆς καὶ ὥσπερ ἀφηνιαστὰς ἵππους ἡνιοχούσης ἑκατέρας.

ὄνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ φρονοῦντι τῶν ἐν ἡμῖν ἀπεργαζομένη· \κινδυνεῦον γὰρ αὐτὸ πολλάκις ὑπὸ τῆς τῶν παθῶν φορᾶς κατακλύζεσθαι ὑποβρύχιον οὐκ ἐᾷ χωρεῖν, ἀλλὰ ἀνέλκει καὶ μετέωρον ἐξαίρει ψυχοῦσα καὶ ζῳογονοῦσα καὶ τρόπον τινὰ ἀπαθανατίζουσα.

πάντα δὲ τὰ εἰρημένα ὑφηγήσεις εἰσὶ καὶ διδασκαλίαι πολλαχοῦ τῆς νομοθεσίας ἐστηλιτευμέναι, τοὺς μὲν εὐπειθεῖς μαλακώτερον ἀναπείθουσαι τοὺς δὲ ἀπειθεστέρους ἐμβριθέστερον καταφρονεῖν τῶν περὶ σῶμα καὶ ἐκτός, ἓν μὲν τέλος ἡγουμένους τὸ κατ’ ἀρετὴν βιοῦν, ζηλοῦντας δὲ καὶ τἄλλα ὅσα ἀγωγὰ πρὸς τοῦτο.

καὶ εἴ γε μὴ διὰ τῶν προτέρων ἐτύγχανον ἕκαστα διεξεληλυθὼς τῶν εἰς ἀτυφίαν, ἐπειρώμην ἂν ἀπομηκύνειν ἐν τῷ παρόντι συνυφαίνων καὶ συνείρων τὰ δοκοῦντα σποράδην κεῖσθαι ἐν τόποις διαφέρουσιν·

εἰρηκὼς δ’ ὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ. τοὺς μέντοι μὴ ἀποκνοῦντας ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας, ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ πρὸς ἀλήθειαν βίου.

[*](1 ἐστὶν S ἐπιθυμίαν] ἐπιμυθίαν L (Turn.) 3 ἐστὶ τῆς ὑγείας trausp. Α, τῆς ὑγείας otn. M ὑγίας Ε, ὑγιείας F εὐφροσύνη Α 4 σωτηρία G 5 φορᾶς VOKFH-: φθοράς ceteri ὑποβρύχιον VOF: βρύχιον ceteri (v) 6 ἀλλὰ SAG: ἀλλ’ ceteri ψυχοῦσα B-MGH: ψύχουσα ceteri 7 ἀθανατίζουσα BEKM πάντα VOF: πᾶν SB1EGH1P, πάντων B2KMAH2 τὰ εἰρημένα V2OF: τούτων Α, τῶν εἰρημένων ceteri 7.8 ὑφυγήσεις εἰσὶν S 9 εὐπαθεῖς S δὲ SMFG: δ’ ceteri εὐπειθεστέρους M 10 τὸ σῶμα VOKHP (v), τῶν σῶμα F τῶν ἐκτὸς VOF ἓν μὲν οὑν τέλειον Α 10. 11 ἡγουμένους Β2KMV2OF (coni. Maug.): ἡγούμενοι SB1EV1H1P, ἡγούμεναι Η2 (v), ἡγούμενον G. ἡγούμεθα Α 11 τὸ . . . βιοῦν codd.: τὸν . . . βίον v τἄλλα FG ἀγωγὰ] ἀγαθὰ A 12 τοῦτο Κ (conieceram): τούτοις VOFA, τούτους ceteri (τοῦτον ν) καὶ SGH: κἂν ceteri μὴ post προτέρων transp. Α πρότερον GHP (v) 13 εἰς SA: ἐς ceteri (v) ἐπιρώμην S1, ἐπὶ ῥώμην G1 14 ἐν τόποις om. M 15 εἰρηκὼς] εἰρηνικῶς M δέ F ὅσα καιρὸς SVG: ὅσα 6 καιρὸς ἀπῄτει V-OF, ὅσα δίδωσιν 6 καιρὸς ceteri (v) δικαιῶν S δικαιῶ corr. Mang.): δίκαιον ceteri μὴ om. F 16 τιθεμένοις 16 τιθεμένων S τούτου Α; ταύτης conicio 17 δεῖ νοῆσαι v: νοῆσαι δεῖ G, ἔστι νοῆσαι Ap2, νοῆσαι (om. δεῖ) ceteri ἀνδρίας AEFG 18 ἐπειδὴ M 19 ἐπὶ διαφορᾶ AK, ἐπειδὴ ἄφθορα G)[*](4 Plat. Gralyl. 411e σωφροσύνη δὲ σιυτηρία οὗ νῦν δὴ ἐσκέμμεθα, φρονψσεως.)
v.5.p.271