De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ὅτι πρῶτον μὲν ἀλαζονεία ψυχῆς ἐστι κακία, ψυχὴ δὲ ἀόρατος ὅτι μὴ θεῷ, κολαστὴς δὲ ὁ μὲν τυφλὸς ἐπίμεμπτος, ἄγνοιαν κατήγορον ἔχων, ὁ δὲ βλέπων ἐπαινετός, ἐπιστήμῃ πάντα δρῶν· ἔπειτα δὲ ὅτι φρονήματος ὑπόπλεως ἀλόγου γενόμενος πᾶς ἀλαζὼν „οὔτε ἄνδρα οὔτε ἡμίθεον ἀλλ’ ὅλον δαίμονα“ κατὰ τὸν Πίνδαρον ὑπολαμβάνει ἑαυτόν, ὑπὲρ τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως βαίνειν ἀξιῶν.
ἔστι δ’ αὐτῷ καθάπερ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐπίληπτον κατά τε τὰς σχέσεις καὶ κινήσεις ἁπάσας· ἀκροβατεῖ γὰρ καὶ τὸν αὐχένα μετέωρον ἐξαίρει φρυαττόμενος καὶ πλέον τῆς φύσεως ἐπῆρται καὶ πεφύσηται καὶ ὁρῶν παραβλέπει πλαγίαις ὄψεσι καὶ ἀκούων παρακούει, κέχρηται δὲ τοῖς μὲν οἰκέταις ὡς θρέμμασι, τοῖς δὲ ἐλευθέροις ὡς οἰκέταις, καὶ τοῖς μὲν συγγενέσιν ὡς ἀλλοτρίοις, τοῖς δὲ φίλοις ὡς κόλαξι, τοῖς δ’ ἀστοῖς ὡς ξένοις·
πάντων τε οἴεται εἶναι πλουσιώτατος, ἐντιμότατος, κάλλιστος, ἰσχυρότατος, φρονιμώτατος, σωφρονέστατος, δικαιότατος, λογιώτατος, ἐπιστημονικώτατος· εἶτα τοὺς ἄλλους ὑπολαμβάνει πένητας, ἀδόξους, ἀτίμους, ἄφρονας, ἀδίκους, ἀνεπιστήμονας, καθάρματα, τὸ μηδέν. εἰκότως οὖν ὁ τοιοῦτος ἀντιδίκῳ καὶ κολαστῇ χρήσαιτ’ ἄν, ὥς φησιν ὁ ἱεροφάντης, θεῷ.
[*](1 ὡς addidi, καὶ add. v ἀθεράπευτον F ἔχοντας SC: δυναμένοις ἔχοντας FG2HP, δυναμένοις ἔχουσιν A οὐκ om. Α 2 παραδέδωκε S 3 πράττειν τι transp. F μετ᾿ S1, corr. S2, μετά G2 4 ἀλαζονία S 5 δ’ Α, γὰρ S ὅτι μὴ θεῷ om. in lac. G1 κολαστὴς δὲ om. in textu C, add. mg C2 κολαστὴ AF, κολαστῆ G2H1P δ’ Α ἐπίληπτος S 7 δὲ S: δ’ ceteri ὅτι] οὐ Α ἀλόγου ὑπόπλεως transp. S 8 οὔτ᾿ . . . οὔθ᾿ Α ἀλλ’ ὅλον S (Mang.): om. in lac. G1, μᾶλλον ἢ ceteri 8.9 ὑπολαμβάνειν S1, corr. S2 10 ἡ om. S τε] δὲ AG2H1, γε Η2 τὰς om. F 11 ἀκροβατεῖ SC: ἀκροβύστειός τε F, ἀκροβατεῖται G2, ἀκροβατεῖ τε ceteri (v) 12 ἐπαίρει S 13 παραβλέπεται S ὄψεσιν S κέχρηται δὲ S (Mang.): καὶ χρῆται ceteri 14 θρέμμασιν S δ’ Α 15 κόλαξιν S 16 τε S: om. FG1, δὲ ceteri εἶναι οἴεται trausp. ΗP (Turn.) ἐντιμώτατος (sie) S: ἐπισημότατος Η (v), ἐπιτιμότατος ceteri 17 δικαιότατος σωφρονέστερος (sic) transp. S 18 λογιώτατος SA (Mang.): λογικώτατος ceteri ἐπιστημονικώτατος om. G2H (Turn.) 20 οὑν] ἂν Α καὶ κολαστῇ] καὶ om. H, κεκόλασται F)[*](3 pergit Clem. Alex. l. l. ὃς δ’ ἂν ἐγχειρῇ τι πράσσειν μεθ᾿ ὑπερηφανίας, τὸν θεὸν παροξύνει, φησίν· ἀλαζονεία γὰρ ψυχῆς ἐστι κακία. 8 Pind. frg. 280 (Bergk))Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’ αὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων.
ἀγαθὰ γὰρ προηγούμενα ἐν μὲν σώμασιν ἡ ἄνοσος ὑγεία, ἐν δὲ ναυσὶν ἡ ἀκίνδυνος εὔπλοια, ἐν δὲ ψυχαῖς ἡ ἄληστος μνήμη τῶν ἀξίων μνημονεύεσθαι· δεύτερα δὲ τὰ κατ’ ἐπανόρθωσιν συνιστάμενα, ἥ τε ἐκ νόσων ἀνάληψις καὶ ἡ ἐκ τῶν κατὰ πλοῦν κινδύνων εὐκταιοτάτη σωτηρία καὶ ἡ λήθης ἐκγινομένη ἀνάμνησις, ἧς ἀδελφὸν καὶ συγγενέστατον τὸ μετανοεῖν ἐστιν, οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα.
τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δὲ ἁμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον εἰς ἅπαν οὐκ ἀγνοήσαντος.
ὅθεν τοὺς τοιούτους συνάγων καὶ μυσταγωγῶν προσκαλεῖται τὰς συμβατηρίους καὶ φιλικὰς προτείνων ὑφηγήσεις, αἳ παραινοῦσιν ἀψεύδειαν ἀσκεῖν καὶ τῦφον [*](1 tit. περὶ μετανοίας add. SC mg G2: om. ceteri 2 φιλάρετος δέ AH2 (v) καὶ φιλάνθρωπος AHP 3 μώσης Α 4 εἶναι FG1G2: om. ceteri (Turn.) προτιθεὶς SG2: προθεὶς ceteri (Turn.) 5 μετανοοῦσι SCG2 Par.: μέγα νοοῦσι ceteri 5. 6 ἀπολαύσειν Α 6 γάρ Par.: γάρ καὶ S, μὲν ceteri (v) μὲν S Par.: οm. ceteri (v) 7 pr. ἡ om. SCG2 ἐν δέ ναυσὶν SG2 Par.: ἐν ναυσὶ δ’ C, ἐν δὲ ναυμαχίαις AFH1P, ἐν δὲ ναυτιλίαις G1H2 (v) alt. ἡ om. FHP1 (v) 8 μνήμη] γνῶσις S τὰ] καὶ Par. κατὰ F 9 συνιστάμενα, ἤ τε ἐκ νόσων SCG2, συνιστάμενα, ἡ ἐκ τῶν νόσων Par.: εἴς τε ἃ μέν δή τε κε νοσῶν F, εἴς τε ἇι δή τε κε νόσων AHP, εἰς τε σῶμα καὶ ναυτηλίαν καὶ ψυχὴν ἡ ἐκ νόσων G1 10 λήθης] ἀληθὴς S Par. ἐκγινομένη scripsi: ἐγγενομένη SF, ἐγγινομένη ceteri (V) ; ἐκ λήθης ἐγγινομένη coni. Mang. ἧς SCG2: ὧν G1 Par., om. ceteri 11 συγγενέστατόν τε F τό μετανοεῖν ἐστιν S Par.: ἐστιν om. H (v), ἐστι τὸ μετανοεῖν ceteri καὶ οὐκ S 12 τεταγμένον transp. Α, τεταγμένον post ἀγαθῶν transp. Par. ἀλλ’ ἐν τῆ SCG2: ἀλλ’ ἔτι AFH1P, ἀλλά τὰ G1H2 μετὰ ταύτην CG2: ἡμετέρα ταύτῃ (sic) S, μετ’ αὐτὰ Par., μετ’ αὐτὴν ceteri (Turn.) 13 μηδὲν SCG2 Par. Anton.: μηδὲ ceteri (Turn.) ἁμαρτάνειν Anton. 14 ἁμαρτάνοντα F Par. Anton. μεταβάλλειν Anton. 15 φρονήμου S 16 συνάγων τε καὶ Α προσκαλεῖται SCH: προκαλεῖται ceteri 17 ἀφηγήσεις HP ἀφευδιαν S1, corr. S2) [*](2—15 Par (isinus gr. 1630) fol. 88v Τοῦ φίλωνος περὶ μετανοίας: φιλάρετος—οὐκ 13—15 Anton. Mel. I 17 (Migne T. 136 Col. 832) Φίλωνος· τὸ μὲν συνόλως ἁμαρτάνειν—οὐκ ἀγνοήσαντος.)