De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
εἰ δή τις ἐν γάλακτι κρέα συνέψειν ἀξιοῖ, μὴ σὺν ὠμότητι, χωρὶς δὲ ἀσεβείας ἑψέτω· μυρίαι θρεμμάτων εἰσὶν ἀγέλαι πανταχοῦ καὶ καθ’ ἑκάστην ἡμέραν ἀμελγόμεναι διὰ βουκόλων αἰπόλων ποιμένων, οἷς κτηνοτροφοῦσιν ἡ μεγίστη πρόσοδός ἐστι γάλα, τῇ μὲν κεχυμένον, τῇ δὲ συνεσταλμένον τε καὶ πηγνύμενον εἰς τυρόν· ὥστε ἀφθονίας ὑπαρχούσης τὸν ἀρνῶν ἢ ἐρίφων ἤ τινος ἑτέρου γάλακτι μητρῴῳ κρέα συνέψοντα χαλεπὴν ἐπιδείκνυσθαι τρόπων σκαιότητα, τὸ ἀναγκαιότατον καὶ συγγενέστατον λογικῇ ψυχῇ πάθος ἐκτετμημένον, τὸν ἔλεον.
[*](1 φάσκων SC: φάσκων ἀλλ’ G2 (cf. Clem. Α1.), φάσκων ἄλλο ceteri (Mang.) οὐκ S1, corr. S2 2 ἄτοπον ὑπέλαβεν εἶναι S: ὑπέλαβεν εἶναι δεινὸν ceteri (v) τροφὸν F 4 ὅ—διετάξατο (5) om. in textu C, add. mg C2 ὅ] οἱ Λ διὰ μαστῶν SCG1: δ’ οἷα μαστῶν G2 δ’ οἷα μαστὸν FHP, δ’ οἶα μασθὸν Α 5 οἷα δεξαμενῶν SG2: ὡς ἐκ δεξαμενῶν C (v), ἀναδεξαμένων GHP, ἀναδεξάμενον AF φέρεσθαι SCG1: φέρεται ceteri 6 ἀκρισίαν G2HP1 ὡς τῷ] ὥστε S καταχρῆσθαι S 7 καὶ om. C ἀνάλυσιν S εἰ δὴ τις scripsi: εἰ δὴ τὰ S, ἐπειδὴ τὰ ceteri (Turn.) ; εἰ δὲ τὰ Mang. ἐπειδὴ—ἑψέτω (8) om. in textu C, add. mg C2 ἐν γάλακτι om. G1 ἐν SC: σὺν ceteri (Turn.) 8 χωρὶς διασεβείας (sic) S δ’ Α 9 εἰσὶν ἀγέλαι S: ἀγέλαι εἰσὶ ceteri (v) καὶ om. CG2 9. 10 ἀναμελγόμεναι A 10 ποιμένων] ποιμνίων F οἷς] τοῖς S, τοῖς ex οἷς corr. Η 11 ἐστὶ γάλα S: γάλα AP2, τὸ γάλα FG1 (Mang.), om. CG2HP (Turn.) κεχυμένον S: ἐκκεχυμένον Α, ἐγκεχυμένον ceteri (v) συνεστλμἐνον τὲ S: συνιστάμενον ceteri (v) 12 ὥστ’ Α, ὥστε om. S; ὡς conicio τὸν scripsi: τῶν δὲ S, τῶν in τῶ corr. C2, τῶν ceteri (v) ἢ ἐρίφων ἤ] πφωνη (sic) S 13 ante γάλακτι add. τόν Η2 (v), om. ceteri μητρώων G2 κρέα] γάλα A συνέψοντα SG2H2: ἀνέψοντα F, συνἐψοντι ceteri 14 τύ S: om. ceteri (Turn.))[*](1 sqq. pergit Clem. .Alex. l. l. (οἱ δὲ καὶ περιλακτίζοντες τὰς γαστέρας πρὸ τῆς ἀποτέξεως ζῴων τινῶν, ἵνα δὴ γάλακτι ἀνακεκρμένην σάρκα θοινάζωνται, τάφον τῶν κυοφορουμένων τὴν εἰς γένεσιν κτισθεῖσαν μήτραν πεποιήκασι), διαορήδην τοῦ νομοθέτου κελεύοντος „ἀλλ' οὐδὲ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ“· μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν, μηδὲ τό τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινἐσθω.)Ἄγαμαι δὲ κἀκεῖνον τὸν νόμον, ὃς καθάπερ ἐν χορῷ παναρμονίῳ συνᾴδων τοῖς προτέροις διαγορεύει, βοῦν ἀλοῶντα μὴ φιμοῦν. οὗτος γάρ ἐστιν ὁ πρὸ μὲν τῆς σπορᾶς [οὔσης] τῆς βαθυγείου πεδιάδος ἀνατέμνων τὰς αὔλακας καὶ προετοιμασάμενος οὐρανῷ καὶ γεωπόνῳ τὰς ἀρούρας, τῷ μὲν ἵνα καιρίως κατασπείρῃ, τῷ δ’ ἵνα κόλποι βαθεῖς ὑποδεξάμενοι τὰς διὰ τῶν ὑετῶν χάριτας ταμιεύωσι καὶ χορηγῶσιν ἐκ τοῦ κατ’ ὀλίγον τῷ σπόρῳ τροφὰς πίονας, ἄχρις ἂν σταχυηφορήσας τελειογονήσῃ τὸν ἐτήσιον καρπόν· μετὰ δὲ τὴν τελείωσιν πάλιν βοῦς ἐστι πρὸς ἑτέραν ὑπηρεσίαν ἀναγκαῖος, κάθαρσιν δραγμάτων καὶ διάκρισιν σκυβάλων ἀπὸ τοῦ γνησίου καὶ χρησίμου.
ἀλλ’ ἐπειδὴ τὴν ἐπὶ τοῖς [γῆν] ἀλοῶσι βουσὶν ἥμερον καὶ χρηστὴν πρόσταξιν εἶπον, καὶ τὸν ἐπὶ τοῖς γῆν ἀροῦσι θρέμμασι τεθέντα νόμον ἑξῆς δίειμι τῆς αὐτῆς ὄντα συγγενείας. ἀπαγορεύει γὰρ ἐν ταὐτῷ καταζευγνύναι πρὸς [*](1 tit.. εἰς τὸ βοῦν ἀλοῶντα οὐ κημώσεις add. S ἀγαμἐνοις (om. δὲ) AFH1P ἐκεῖνον F χορῷ] χώρω H1P, χωρίω F 1.2 συναρμονίω S 2 συνᾷδόν S2, συνῳδὸν S1 ut vid. τοῖς πρώτοις F φημοῦν H, κημοῦν S (fort. recte) 3 verba πρὸ μὲν τῆς σπορᾶς οὔσης om. S μέν om. G2 οὔσης om. in lac. G1, seclusi τῆς S: om. ceteri (v) βαθυγείας S 4 ἀνατεμὼν FG1HP (v) τὰς αὔλακας S: εἰς αὔλακας ceteri (Turn.) pr. καὶ SG1: om. ceteri (Turn.) προετοιμῳμένος F οὐρανῷ] οὖν AP2 45 γεωπονῶντας ἀρούρας C 5 ἶνα—ταμιεύωσι (6) om. Α κατασπείρῃ SCG2: κατασπείρει F, κατασπείροι G1HP 6 ταμιεύωσι καὶ χορηγῶσιν S: ταμιεύσωσι (σώσῃ Α) καὶ χορηγήσωσιν ceteri (v) 7 καθολίγον S1, corr. S2 πίονας] πλείονας CG2 ἄχρις ἂν] ὃς C σταχυηφορήσας G1: σταχυφορήσας Η, σταχυοφορήσας ceteri (v) 8 δὲ om. S 9 ἐστὶν S ἑτέραν om. S ὑπηρεσίαν ἀναγκαῖος Α: ὑπηρεσίαν ἀναγκαίαν CG2FG1 (Turn.), ἀναγκαίαν ὑπηρεσίαν S, ἀναγκαῖος om. ΗP κάθαρσιν om. S 10 ἀλλ’ ἐπειδὴ—συγγενείας (13) om. in lac. G1 10. 11 τὴν ἐπὶ τοῖς scrijjsi: τοῖς C (v), τὴν ceteri 11 γῆν h. l. seclusit Mang. ἀλόωσι AP βοῦς AΗ1P, βόες F χρηστὴν Mang.: ῥητὸν AFH1P, ῥητὴν ceteri εἶπον SC: εἰπὼν ceteri (v) 12 τὸν om. S γῆν b. l. inserui τεθέντων F δίειμι SCG2: δι’ ἥν AH1P, δι’ ἧς F, δίεισι Η2 τῆς] τά τῆς SCG2 13 ὄντα συγγενείας S: συγγενείας ὄντα CG2, ὄντας εὐγενείας AFHP; εὐμενείας coni. Mang. tit. περὶ τοῦ μὴ καταζευγνύειν βοῦν καὶ ὄνον add. S mg G2 κατζευγνύναι SCG2 (Clem. Al.): ζευγνύναι ceteri (v)) [*](2 Deut. 25,4. cf. loseph. Ant. lud. IV § 233 μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος· οὐ γσ̀ρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας. 2 pergit Clem. Alex. l. l. ὁ δέ αὐτὐς νόμος διαγορεύει βοῦν ἀλοοῦντα μὴ φιμοῦν· δεῖ γὰρ καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι (cf. I Tim. 5,18). 13 Deut, 22,10. cf. Ioseph. Ant. Iud.IV § 228 . . . βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδέν τῶν ἑτέρων ζῴων σὺν αὐτοῖς ὑπό ζεύγλην ἄγοντας, ἀλλὰ κατ’ οἰκεῖα γένη κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. 13 sqq. pergit Clem. Alex. l. l. ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύαι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ’ ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ ιὁ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπό κακίας ὁρμώμενον. ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορί, μὴ δεῖν ἐπ’ ἴσης κθαρῷ καὶ ἀκαθάρτῳ πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δέ τῶν ἀκαθάρτων λελόγισται. 13 sqq. pergit Clem. Alex. l. l. p. 479 P. δαψιλευόμενος δέ τῇ φιλανθρωπίᾳ 6 χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστὶ δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει μηδὲ μὴν κείρειν ἐπὶ λύμη στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν τῆς γῆς μήτε τὸν τῆς ψυχῆς· οὐδὲ γὰρ τὴν τῶν πολεμίων χώραν τἐμνειν ἐᾷ.)
ἀλλ’ ὅμως οὔτε τῆς τῶν ἀκαθάρτων ἀσθενείας ὠλιγώρησεν οὔτε τοῖς καθαροῖς ἐφῆκεν ἰσχύϊ πρὸ δίκης χρῆσθαι, μόνον οὐκ ἄντικρυς βοῶν καὶ κεκραγὼς τοῖς ὦτα ἔχουσιν ἐν ψυχῇ, μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον· ὅσα γὰρ μήτε κακία μήτε ἀπὸ κακιῶν ἔξω παντὸς ἐγκλήματος ἵσταται.
Ἐπιδαψιλευόμενος δὲ τὸ ἐπιεικὲς πάλιν πλουσίως αὐτῷ καὶ κατακόρως χρῆται, μετιὼν ἀπὸ μὲν τῶν λογικῶν ἐπὶ τὰ ἄλογα, ἀπὸ δὲ τῶν ἀλόγων ἐπὶ τὰ φυτά, περὶ ὧν αὐτίκα λεκτέον, ἐπειδὴ [*](1 ἄροτρον γῆς S Clem. Al. (ἄροτον corr. Potter): ἄρουραν ceteri (v) 2 οὐ] μὴ G2 τά δ’ S 3 οὐ πρέπει S: οὐκ εὐπρεπές ceteri (v) 4 ἐστιν om. A, εἰσιν FG1H δέ SCG2: om. ceteri (v) 4.5 δυνατωτέρου βίᾳ coni. Mang. 5 βίας om. S, om. in lac. Α προσπιέζηται S: συνέχηται HP, πιέζηται ceteri (v) καίτοι τὸ μὲν SG1H2: καὶ τό μὲν CF, καὶ τοῦτο μὲν AG2H1P 6 ὁ ὄνος G1, ὄνον G2 περιραντηρίων SC ἐλαύνεσθαι G2 τὸ] τὸν S δ’ Α βοῦν] βοῦς C (v), 6 βοῦς G1, om. H fi. 6.7 ἐν ταῖς ἱερωτάταις Α 7 νόμος S: om. ceteri (v) ἱερουργεἱι] ἱερουργεῖ SH2, ἱερουργεῖται CG1 (v) τῆς om. AΗ1P τῶν om. FG1 8 ἀσθενείας S: ἀσφαλείας ceteri (v) ὠλιγώρησαν Α ἀφῆκεν F ἰσχύειν AFP 9 post μόνον add. ὡς S 10 οὐδενὸς ἔχοντος HP (Turn.), οὐδὲν ἔχουσιν G1 11 αἰτιᾶσθαι S ὅτι τὸ μὴ S 12 κακίαι G1, κακίας S 13 tit. περὶ τοῦ μὴ ἐκτεμεῖν τά ἥμερα δένδρα add. S 15 ἐπειδὴλέλεκται (313,2) om. C ἐπειδὴ γάρ H1P, ἐπειδὴ γε Η2 (v))
λέλεκται. διείρηκε τοίνυν ἄντικρυς μήτε δενδροτομεῖν ὅσα τῆς ἡμέρου ὕλης μήτε κείρειν ἐπὶ λύμῃ πρὸ καιροῦ σταχυηφοροῦσαν πεδιάδα μήτε συνόλως καρπὸν διαφθείρειν, ἵνα περιουσίᾳ μὲν τροφῶν ἀφθόνων χορηγῆται τὸ ἀνθρώπων γένος, περιουσίᾳ ζῇ δὲ μὴ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον. ἀναγκαῖον μὲν γὰρ ὁ τοῦ σίτου καρπὸς εἰς τροφὴν ἀνθρώπων ἀποκριθείς, πρὸς δὲ τὸν ἁβροδίαιτον βίον αἱ τῶν ἀκροδρύων ἀμύθητοι ποικιλίαι· γίνονται δὲ ἐν ἐνδείαις αὗται πολλάκις καὶ τροφαὶ δεύτεραι.
καὶ προσυπερβάλλων οὐδὲ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ, παραγγέλλει δ’ ἀνέχειν δενδροτομιῶν καὶ δῃώσεων, ἄτοπον ὑπολαβὼν εἶναι τὴν πρὸς ἀνθρώπους ὀργὴν ἀποσκήπτειν εἰς τὰ μηδενὸς αἴτια κακοῦ.