De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
ἕπεται δὲ κατὰ τὸ ἀναγκαῖον ὥσπερ σκιὰ σώματι καὶ ταύτῃ τῆς ἔχθρας διάλυσις· ὅ τε γὰρ εὖ πεπονθὼς ἄκων ἄγεται πρὸς τὸ ἔνσπονδον χάριτι δουλωθείς, ὅ τε ὠφεληκὼς συμβούλῳ χρώμενος καλῇ πράξει σχεδὸν ἤδη πρὸς καταλλαγὰς τὴν διάνοιαν τέτραπται.
τοῦτο δὲ μάλιστα βούλεται διὰ πάσης τῆς νομοθεσίας ὁ ἱερώτατος προφήτης κατασκευάζειν, ὁμόνοιαν, κοινωνίαν, ὁμοφροσύνην, κρᾶσιν ἠθῶν, ἐξ ὧν οἰκίαι καὶ πόλεις ἔθνη τε καὶ χῶραι καὶ τὸ σύμπαν ἀνθρώπων γένος εἰς τὴν ἀνωτάτω προέλθοιεν εὐδαιμονίαν.
ἀλλ’ ἄχρι μὲν τοῦ παρόντος ταῦτ’ εἰσὶν εὐχαί· γενήσεται δέ, ὥς γε ἐμαυτὸν πείθω, καὶ ἔργα ἀψευδέστατα, τοῦ θεοῦ παρασχόντος ὥσπερ ἐτησίους καρποὺς εὐφορίαν ἀρεταῖς, ὧν μὴ ἀμοιρήσαιμεν οἱ τὸν πόθον αὐτῶν σχεδὸν ἀπὸ πρώτης ἡλικίας περιφέροντες.