De Virtutibus

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Ταῦτα μὲν ὑπὲρ τῶν ὑποδεξαμένων [πρὸς] τοὺς μετοίκους νομοθετεῖ· χρηστὰ δ’ ἕτερα καὶ μεστὰ ἡμερότητος ὑπὲρ πολεμίων. ἀξιοῖ γὰρ αὐτούς, κἂν ἐπὶ θύραις ὦσιν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ἐν ταῖς πανοπλίαις καὶ τὰς ἑλεπόλεις ἐφιστάντες, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προκαλέσωνται πρὸς εἰρήνην, ἵν’ εἰ μὲν ἐνδοῖεν, τὸ μέγιστον ἀγαθὸν εὕροιεν, φιλίαν, εἰ δὲ ἀπειθέστερον [*](1 pr. γοῦν] γὰρ F ἔχωσι CG 2 alt. γοῦν S (Clem. Al.): οὖν ceteri (v) φασιν F 1 2 ὅτι πάροικος ἐγένου κατ’ αίγυπτον add. mg S (Clem. Α1.)-. om. ceteri (Turu.) κατ’ Αἴγυπτον] ἐν Αἰγύπτῳ Mang. 3 παρέλιπον οἱ αἰγὐπτιοι S: αἰγὐπτιοι παρέλιπον ceteri (v) 3. 4 προσέτριψαν G 1, προσέτριψαν τῶ F, προσέτριψαν τά HP 4 συνυφαίνοντες,S: ἐξυφαίνοντες CG 1 (v), ἐξυφήναντες AG 2 HP, ἐξυφαίνειν F 5 ὅμως om. S ἐπειδὴ S: ἐπεὶ ceteri (v) ἐδέξαντο] ἐξέλιπον Α ὅστε τἀς πόλεις οὔτε (om. οὐκ ἀποκλείσαντες) S 5. 6 ἀποκλίναντες G 2 6 τοῖς om. F ἥκουσι S 1, οἰκοῦσι S 2 7 προνομίαν φησὶ S: φησὶ προνομίαν ceteri (v) κὰν] καὶ FH οἵτινες H 7. 8 εἴ τις ἐθέλοιεν (sic) S 8 μεταλλάξασθαι S: μετατάξασθαι ceteri (v) τὴν ora. F 9 οὕτως SCG 2: οὕτω ceteri προσεκτέον CG 2 AF: προσιτέον S, προσενεκτἐον G 1 HP (v) 10 τρίτην γενεάν AF: τρίτη γενεᾶ ceteri (v) τε S: om. ceteri (v) 10. 11 θείων λόγων transp. Η (v) 11 καὶ post θέμις add. S: om. ceteri (v) 12 ἀποδεξαμένων Α πρός seclusit Mang. 13 tit. ὑπέρ πολεμίων add. S mg G 2 πολεμίων S: τῶν πολεμίων ceteri (v) 15 τὰς ἑλεπόλεις ἐφιστάντες S: ταῖς πόλεσιν ἐφιστάντες CG 2 FHF (Turn.), ταῖς πόλεσιν ἐπιστάντες A, ταῖς (πόλεσιν om. in lac.) ἐπιστάντες G 1 μήπως C 16 προκαλέσωνται S: προσκαλέσωνται ceteri (Turn.) 17 ἐνδοῖεν, τὸ] ἐνδοίοιντο S δ’ G 2 ἀπαθέστερον S 1 ut vid., ἀπειθέστερον corr. S 2; ἀφειδέστεοον coni. Wendl.) [*](14 sqq. Deut. 20,10 sqq. cf. loseph. Ant. lud. IV § 296.297. 14—16 pergit Clew. Al.ex. l. l. τούς τε πολεμίους, κά ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάρενοι τρο[σ]καλἐσωνται πρὸς εἰρήνην.)

v.5.p.298
ἐναντιοῖντο, συμμαχίαν τὴν τοῦ δικαίου προσειληφότες ἐλπίδι νίκης ἐπίωσι πρὸς ἄμυναν.

ἢν μέντοι καὶ ἐκ προνομῆς εὐμόρφου γυναικὸς εἰς ἐπιθυμίαν ἔλθῃς, μὴ ὡς αἰχμαλώτῳ, φησίν, ἐναπερύγῃς τὸ πάθος, ἀλλ’ ἡμερώτερον οἰκτισάμενος τῆς μεταβολῆς ἐπικούφισον τὴν συμφοράν, μεθαρμοσάμενος πάντα πρὸς τὸ βέλτιον.

ἐπικουφιεῖς δὲ τὰς μὲν τῆς κεφαλῆς τρίχας ἀποκείρας, περιελὼν δὲ ὄνυχας, ἀπαμφιάσας δὲ τὴν ἐσθῆτα ἣν ἔχουσα ἐζωγρήθη, τριάκοντα δὲ ἡμέρας ἀνεὶς καὶ ἐπιτρέψας αὐτῇ πενθῆσαι καὶ ἀποδακρῦσαι μετὰ ἀδείας πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους, ὧν ἀπεζεύχθη τεθνεώτων ἢ θανάτου χείρους ὑπομενόντων τὰς ἐν δουλείᾳ συμφοράς· μετὰ δὲ ταῦτα ὡς γαμετῇ νόμῳ συνέρχου.

τὴν γὰρ μέλλουσαν εὐνῆς ἀνδρὸς ἐπιβήσεσθαι, μὴ κατὰ μισθαρνίαν ὡς ἑταίραν τὸ τῆς ὥρας ἄνθος καπηλεύουσαν ἀλλ’ ἢ δι’ ἔρωτα τοῦ συνιόντος ἢ διὰ τέκνων γένεσιν, ὅσιον θεσμῶν τῶν ἐπὶ τελείοις γάμοις ἀξιοῦσθαι.

πάνυ καλῶς διαταξάμενος ἕκαστα· πρῶτον μὲν γὰρ οὐκ εἴασεν ἀχάλινον φέρεσθαι τὴν ἐπιθυμίαν ἀπαυχενίζουσαν, ἀλλ’ ἐστείλατο τὸ σφοδρὸν αὐτῆς ἡμέρας τριάκοντα χαλάσας. δεύτερον δὲ [*](1 ἐπίησι S 2 εὐμόρφου—μὴ (3) om. S 3 αἰχμαλώτων G 2 ἐναπερύγῃς scripsi (cf. vol. IV 298,5): ἐναπερρυγεὶς S, ἐπαπερὑγης CG 2 (v), ἐπανεγείρης ceteri πάθος] πλῆθος G 2 5 ἐπικουφιεῖς S: ἐπικουφίσης CF, ἐπικουφίσεις ceteri (v) μὲν] μετὰ F 1, μὲν τὰς F 2 G τρίχας S (Clein. Α1.): χαίτας ceteri (v) δ’ S ἀπαμφιάσας A: ἐπαμφιέσς G 2, ἀπαμφιέσας ceteri (v) 7 δὲ SA: δ’ ceteri ἐπιτρΐψας Α 8 ἀποδακρῦσαι S: δακρῦσαι ceteri (v) μετὰ SCG 1G 2’: μετ’ ceteri μετὰ ἀδείας post μητέρα transp. S 9 τεθνεώτων coni. Mang.ἣ] ἲσως οἶα S θανάτου SAH 2: θανάτων ceteri 10 ἐν δουλεία S: ἐπὶ δουλείαν AF, ἐπὶ δουλεία ceteri (Tiirn.) ταύτην F νόμῳ] νομίμῳ C (v) 13 τοῦ] τούτου Α συνιόντος S: δυμβάντος ceteri (v) ὅσιον] ὁσίων S, ὅσον F’, ἴσων F 2 14 φαίνεται διαταξάμνος conicio διαταξάμενος ἕκαστα S: ἕκαστα διαταξάμενος ceteri (v) 15 εἴα F εἴασε χαλινον (sic) S ἀχάλινον — τὸ (16) om. F ἀrαυχενίζεσθαι S, ἀπαυ spat. 10 fere litt. G 1 1(5 ἐστείλατο S: ἀνέστειλε HP (v), ἔστειλε ceteri ἡμέραις λ΄ S χαλάσας S: ἐάσας ceteri (v)) [*](2 sqq. Deut. 21,10—13. cf. loseph. Ant. lud. IV §257 sqq. 3 sqq. pergit Clem. Alex. l. l. ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλά τὰς λ΄ ἡμέρας ἐπιτρέψας, φησί, πενθῆσαι οὒς (ὡς cod., corr. Mang.) βούλεται, μετμφιάσας ὓστερον ὡς γαμετῇ νόμωῳ συνέρχου· οὔτε (οὐ conicio, οὐδὲ Dindorf) γ̀ρ ἐφ’ ὕβρει τὰς συνουσίας οὐδέ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας ἀλλ’ ἡ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν γίνεσθαι τὰς ὁμιλίας ἀξιοῖ. ὁρᾶς φιλανθρωπίαν μετ’ ἐγκρατείας; τῷ ἐρῶντι κυρίῳ τῆς αἰχμαλώτου γεγονότι οὐκ ἐπιτοἐπει χαρίζεσθαι τῇ ἡδονῇ, ἀνακόrει δὲ τἥν ἐπιθυμίαν διαστήματι μεμετρημένῳ καὶ προσέτι ἀποκείρει τῆς αἰχμαλώτου καὶ τἀς τρίχας, ἵνα τὸν ἐφύβριστον δυσωπήσῃ ἔρωτα· εἰ γάρ λογισμὸς ἀναπείθει γῆμαι, καὶ γενομένης αἰσχρᾶς ἀνθέξεται.)

v.5.p.299
τὸν ἔρωτα βασανίζει, πότερον ἐπιμανὴς καὶ ἁψίκορος καὶ ὅλος τοῦ πάθους ἐστὶν ἢ μετέχει τῆς καθαρωτέρας ἰδέας, ἀνακεκραμένου λογισμοῦ· λογισμὸς γὰρ πεδήσει τὴν ἐπιθυμίαν οὐδὲν ὑβριστικὸν ἐάσας αὐτὴν ἐξεργάσασθαι, ἀλλὰ τὴν μηνιαίαν προθεσμίαν ἐπισχεῖν.

τρίτον δὲ ἐλεεῖ τὴν αἰχμάλωτον, εἰ μὲν παρθένος ἐστίν, ὅτι γονεῖς οὐκ ἐγγυῶσι τὴν εὐκταιοτάτην ἁρμοζόμενοι σύνοδον, εἰ δὲ χήρα, διότι τοῦ κουριδίου στερομένη πεῖραν ἑτέρου μελλήσει λαβεῖν, καὶ ταῦτ’ ἐπανατειναμένου τὸν δεσποτικὸν φόβον, κἂν ἰσότητα ἐπιτηδεύῃ· τὸ γὰρ ὑπακοῦον ἀεὶ τὴν τοῦ κρατοῦντος, κἂν ἡμερώτερον ᾖ, δέδιεν ἰσχύν.

ἐὰν δέ τις τῆς ἐπιθυμίας ἀποπληρωθεὶς καὶ διακορὴς γενόμενος μηκέτι κοινωνεῖν ὁμιλίας ἀξιοῖ τῆς πρὸς τὴν αἰχμάλωτον, οὐ ζημιοῖ μᾶλλον αὐτὸν ἢ νουθετεῖ καὶ σωφρονίζει πρὸς βελτίωσιν ἠθῶν· κελεύει γὰρ μήτε πιπράσκειν μήτ’ ἔτι δούλην ἔχειν, ἀλλὰ χαρίζεσθαι μὲν ἐλευθερίαν αὐτῇ, χαρίζεσθαι δὲ καὶ τὴν ἐκ τῆς οἰκίας ἀπαλλαγὴν ἀδεᾶ, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης ἐξ ἔριδος, οἷα φιλεῖ, κατὰ ζηλοτυπίαν πάθῃ τι τῶν ἀνηκέστων, ἅμα καὶ τοῦ δεσπότου καινοτέροις φίλτροις ὑπηγμένου καὶ τῶν παλαιοτέρων ἀλογοῦντος.

[*](1 βσανίζει SC 2 AG 1: βασανίζειν ceteri 2 μετέχει] μέχρι H 1 P τῆς] τε F καθαρωτέρας S : καθαρωτάτης ceteri (v) εἰδέας S ἀνακεκραμένος λογισμῶ G 1 λογισμός] λογισμοῖς G 2 3 πεδήσῃ F ἐασάμενος A, αὐτὴν ἐάσας transp. CG 2 ἐξεργάσασθαι S: ἐργάσασθαι ceteri (v) 4 ἐπισχών coni. Mang. ἐλεεῖ S: ἐλεεῖν CG 2, ἐλθεῖν FHP, εἰς λήθην ἐλθεῖν Α, om. in lac. G 1 6 ἁρμοζόμενοι σύνοδον S: σύνοδον ἁρμοζομένη F, σύνοδον ἁρμοζομένην ceteri (Tnrn.) τοῦ κουριδίου S: τοῦ om. ceteri (Turn.) στερομένη CG 2: στερουμένη ceteri (v) 7 μελλήσει λαβεῖν SCG 2: λαβεῖν μελλήσει G 1 HP (v), λαβεῖν μελήσει AF ταῦτ’ SA: ταῦτα ceteri ἐπανατειναμένους G 2 H τὸν S: ἔτι C (v), om. Α, ἐπὶ ceteri 8 pr. κὰν] καὶ S ἐπιτηδεύει SF τὴν om. Α 9 ἡμερώτερον AG 1 HP: ἡμερώτερος SCG 2 F (v) ᾖ] ἢ G 2 δέδειεν S: δέδοικεν ceteri (v) ἀποπληρωθῆς S (-θεὶς scripsi): πληρωθῇ F, πληρωθεὶς ceteri (v) 10 διακορὴς] διάκορος S, ἀκορὴς G 2, ἀκορῆς C, corr. C 2 τὴν] τὸν Turn. 11 μᾶλλον SHP: μάλιστα ceteri (Turn.) αὐτὸν om. S 12 ἠθῶν SG 1 G 2: ἐθῶν ceteri (Turn.) γάρ] δέ Α μήτε ἔτι C 13 αὐτῇ] ἑαυτῇ G 2 14 οἰκίας] οἰκετίας coni. Mang. ἀδεᾶ, ὡς S: ἀδεῶς ceteri (Turn.) 15 πάθει S 16 καιντέροις] καὶ νεωτέροις A ὑπιγμἐνου S 1, i in εἰ corr. S 2 καὶ—ἀλογοῦντος om. C, om. in lac. G 1 τῶν παλαιοτέρων ἀλογοῦντος S: τῶν παλαιοτέρων G 2, τῶν παλαιτέρων HP, τοῖς παλαιοτέροις A, καταφρονοτος τῶν παλαιτέρων F mg H (v))[*](9 sqq. Deul.;21,14. cf. loseph. Am. lud. IV §259. 9 sqq. pergit Clem. Alex. l. l. ἔπειτα ἐάν τις τῆς ἐπιθυμίας κατάκορος γενόμενος μηκέτι κοινωνεῖν τῇ αἰχμαλώτῳ καταξιώσῃ, μηδέ πιπράσκειν ταύτην ἐξεῖναι διατάττεται, ἀλλὰ μηδὲ ἔτι θεράπαιναν ἔχειν’ ἐλευθέραν δὲ εἶναι καὶ τῆς οἰκετείας ἀπαλλάττεσθαι βούλεται, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης πατηθῇ τι τῶν κατὰ ζηλοτυπίαν ἀνηκέστων.)
v.5.p.300