De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ὅταν γὰρ ἐπιτρέχουσαν αἴσθηται μετὰ σπουδῆς τὴν ἐπιθυμίαν, ἠρεμῆσαν ἐπ’ ὀλίγον ὑπὲρ τοῦ δελεάσαι καὶ ἐλπίδα συλλήψεως τῆς [καθ’] αὑτοῦ παρασχεῖν, ἐξαναχωρεῖ μακροτέροις διαστήμασι κατακερτομοῦν· ἡ δὲ ἀπολειπομένη καὶ ὑστερίζουσα σφαδᾴζει Ταντάλειον τιμωρίαν ἐπιφέρουσα κακοδαίμονι ψυχῇ· καὶ γὰρ ἐκεῖνον λόγος ἔχει ποτὸν μὲν ἀρύσασθαι βουλόμενον ἀδυνατεῖν, ὑποφεύγοντος ὕδατος, εἰ δὲ καρπὸν ἐθελήσειε δρέψασθαι, πάντας ἀφανίζεσθαι, στειρουμένης τῆς περὶ τὰ δένδρα εὐφορίας.

ὡς γὰρ αἱ ἀμείλικτοι καὶ ἀπαρηγόρητοι δέσποιναι τοῦ σώματος, δίψα καὶ πεῖνα, κατατείνουσιν αὐτὸ μᾶλλον ἢ οὐχ ἧττον τῶν [*](1 τελευτέον S ι΄ M ὃ] ὅπερ S 3 δέ ἐστιν Α οὐκ ἐπιθυμήσεις om. S 4 tit. οὐκ ἐπιθυμήσεις S mg M 7 ἑκατέρων M τί addidi, οὐκ add. Mang. 8 ὁρίζει M: ὁρίζῃ S (v) 9 ἐντίθησιν S κἄπειτα SM: καὶ ἔπειτα v 11 ἢ SM: καὶ v 12 τῶ ex τὸ corr. S ἀγαθὰ M 13 πρὸς δ’ ἀλήθειαν conicio 14 ἐπιπίνειν . . . ἐπελαύνειν Mang. (voluit ἐπιτείνει . . . ἐπελαύνει): ἀποτείνειν . . . ἀπελαύνειν SM ἄπειρον Mang.: ἄπορον SM 15 ἀλλ’] ἄλλα (sic) Mang. 16 ἄντικρύς S1, corr. S2 17 ἠρεμῆσαν Mang.: ἠρεμοῦσαν SM ἐφολίγον S (π ss. S2) 17. 18 τῆς καθ’ αὑτοῦ SM; seclusi; τῆς ψυχῆς κατ’ αὐτοῦ v (τῇ ψυγῇ coni. Mang.) 18 κατακερτομοῦν κατακερτομῶν SM 19 ἀπολειπομένη M: ἀπολιπομένη S ταντάλιον SM (v) 20 ψυχῇ Mang.: τύχη SM πότον S 22 ἐθελήσειεν S πάντας S: πάντα M (v) 23 ὡς SM: ὥσπερ v ἀπαρηγόρητοι SM: ἀπαραγόρητοι v 24 καὶ add. Mang., om. SM 15*)

v.5.p.228
ἐκ βασανιστοῦ τροχιζομένων ἄχρι θανάτου πολλάκις, εἰ μή τις αὐτὰς ἐξηγριωμένας τιθασεύσει ποτοῖς καὶ σιτίοις, οὕτως ἡ ἐπιθυμία κενὴν ἀποδείξασα τὴν ψυχὴν λήθῃ μὲν τῶν παρόντων, μνήμῃ δὲ τῶν μακρὰν ἀφεστηκότων οἶστρον καὶ μανίαν ἀκάθεκτον ἐγκατασκευάσασα, βαρυτέρας μὲν τῶν πρότερον δεσποινῶν ὁμωνύμους δ’ ἐκείναις ἀπειργάσατο, δίψαν τε καὶ πεῖναν, οὐ τῶν περὶ γαστρὸς ἀπόλαυσιν, ἀλλὰ χρημάτων, δόξης, ἡγεμονιῶν, εὐμορφίας, ἄλλων ἀμυθήτων ὅσα κατὰ τὸν ἀνθρώπινον βίον ζηλωτὰ καὶ περιμάχητα εἶναι δοκεῖ.

καὶ καθάπερ ἡ λεγομένη παρὰ τοῖς ἰατροῖς ἑρπηνώδης νόσος οὐκ ἐφ’ ἑνὸς ἵσταται χωρίου, κινεῖται δὲ καὶ περιθεῖ καί, ὡς αὐτό που δηλοῖ τοὔνομα, διέρπει πάντῃ σκιδναμένη καὶ χεομένη, πᾶσαν τὴν κοινωνίαν τῶν τοῦ σώματος μερῶν ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν συλλαμβάνουσα καὶ συνείρουσα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐπιθυμία δι’ ὅλης ᾄττουσα τῆς ψυχῆς οὐδὲν οὐδὲ τὸ βραχύτατον ἀπαθὲς αὐτῆς ἐᾷ, μιμουμένη τὴν ἐν ἀφθόνῳ ὕλῃ πυρὸς δύναμιν· ἐξάπτει γὰρ καὶ ἀναφλέγει, μέχρις ἂν διαφαγοῦσα πᾶσαν αὐτὴν ἐξαναλώσῃ.

τοσοῦτον ἄρα καὶ οὕτως κακὸν ὑπερβάλλον ἐστὶν ἐπιθυμία, μᾶλλον δ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἁπάντων πηγὴ τῶν κακῶν· σῦλα γὰρ καὶ ἁρπαγαὶ καὶ χρεωκοπίαι συκοφαντίαι τε καὶ αἰκίαι καὶ προσέτι φθοραὶ καὶ μοιχεῖαι καὶ ἀνδροφονίαι καὶ πάνθ’ ὅσα ἰδιωτικὰ ἢ δημόσια ἢ ἱερὰ ἢ βέβηλα ἀδικήματα πόθεν ἄλλοθεν ἐρρύη;

τὸ γὰρ ἀψευδῶς ἂν λεχθὲν ἀρχέκακον πάθος ἐστὶν ἐπιθυμία, ἧς ἓν τὸ βραχύτατον ἔγγονον, ἔρως, οὐχ ἅπαξ ἀλλ’ ἤδη πολλάκις ἀμυθήτων κατέπλησε τὴν οἰκουμένην συμφορῶν, ἃς οὐδ’ ὁ σύμπας τῆς γῆς κύκλος ἐχώρησεν, ἀλλὰ διὰ πλῆθος ὥσπερ ὑπὸ χειμάρρου φορᾶς εἰς θάλατταν εἰσέπεσον, καὶ πανταχοῦ πάντα πελάγη πολεμίων κατεπλήσθη νηῶν καὶ ὅσα καινουργοῦσιν οἱ ναυτικοὶ πόλεμοι συνηνέχθη καὶ ἐπιπεσόντα ἀθρόα πάλιν εἰς νήσους καὶ ἠπείρους ὑπεσύρη, διαυλοδρομήσαντα καθάπερ ἐν ταῖς παλιρροίαις ἀφ’ ὧν ἤρξατο φέρεσθαι.

τρανοτέραν δὲ τοῦ πάθους ἐνάργειαν ληψόμεθα τὸν τρόπον τοῦτον· ὅσων ἂν ἐπιθυμία προσάψηται, μεταβολὴν ἀπεργάζεται τὴν πρὸς [*](1 ἐν S1, ἐκ corr. S2 2 τιθασεύσῃ S, τιθασσεύσει M: τιθασσεύῃ v 4 βαρυτέρας SM: βαρυτέρους v 5 δεσποινῶν SM: δεσποτῶν v δὲ v 6 περὶ γαστρὸς καὶ τῶν περὶ γαστέρα coni. Mang. 9 κινεῖται] μηκύνεται Mang. 10 περιθεῖ scripsi (cf. Lob. Phryn. p. 220): περιθέει SM; ἐπιθέει coni. Mang. ὡς] ὡς καὶ M αὐτό που SM: που om. v 12 συνείρουσα] συναιροῦσα coni. Mang. 17 σύλα SM: σῦλαι v 18 χρεοκοπίαι SM 20 ἀψευδές M 22 ἀμυθήτων κακῶν καὶ συμφορῶν κατέπλησε τὴν οἰκουμένην M 25 πολεμικῶν coni. Mang. κατεπλήσθη] κατέπλησαν coni. Mang. 27 ὑπεσύρη M (Mang.): ὑπεσύρει S ἤρξατο S (ν ss. S2): ἤρξαντο M (v) 28 ἐνάργειαν Mang.: ἐνέργειαν)

v.5.p.229
τὸ χεῖρον, οἷα τὰ ἰοβόλα ζῷα καὶ τὰ θανάσιμα τῶν φαρμάκων.

τί δ’ ἐστὶν ὃ λέγω; εἰ πρὸς χρήματα γένοιτο, κλέπτας ἀποτελεῖ καὶ βαλαντιοτόμους καὶ λωποδύτας καὶ τοιχωρύχους χρεωκοπίαις τε καὶ παρακαταθηκῶν ἀρνήσεσι καὶ δωροδοκίαις καὶ ἱεροσυλίαις καὶ τοῖς ὁμοιοτρόποις ἅπασιν ἐνόχους.

εἰ δὲ πρὸς δόξαν, ἀλαζόνας, ὑπερόπτας, ἀβεβαίους καὶ ἀνιδρύτους τὸ ἦθος, φωναῖς τὰ ὦτα πεφρακότας, ταπεινουμένους ἐν ταὐτῷ καὶ πρὸς ὕψος ἐπαιρομένους διὰ τὰς τῶν πληθῶν ἀνωμαλίας ἐπαινούντων καὶ ψεγόντων ἀκρίτῳ φορᾷ, πρὸς ἔχθραν καὶ φιλίαν ἀνεξετάστους, ὡς ῥᾳδίως ἑκάτερον ἀνθυπαλλάττεσθαι, καὶ τἄλλ’ ὅσα τούτοις ἀδελφὰ καὶ συγγενῆ.

πρὸς δὲ ἀρχὴν εἰ γένοιτο ἐπιθυμία, στασιώδεις, ἀνίσους, τυραννικοὺς τὰς φύσεις, ὠμοθύμους, ἐχθροὺς τῶν πατρίδων, ἀσθενεστέροις δεσπότας ἀμειλίκτους, τὴν ἰσχὺν ἴσοις ἀσυμβάτους πολεμίους, δυνατωτέρων κόλακας εἰς τὴν δι’ ἀπάτης ἐπίθεσιν. εἰ δὲ πρὸς σώματος κάλλος, φθορεῖς, μοιχούς, παιδεραστάς, ἀκολασίας καὶ λαγνείας ζηλωτάς, μεγίστων κακῶν ὡς εὐδαιμονικωτάτων ἀγαθῶν.

ἤδη δὲ καὶ ἐπὶ γλῶτταν φθάσασα μυρία ἐνεωτέρισεν· ἔνιοι γὰρ ἐπιθυμοῦσιν ἢ τὰ λεκτέα σιωπᾶν ἢ τὰ ἡσυχαστέα λέγειν, καὶ ἀναφθεγγομένοις ἕπεται τιμωρὸς δίκη καὶ ἐχεμυθοῦσι [καὶ] τοὐναντίον.

ἁψαμένη δὲ τῶν περὶ γαστέρα παρέχεται γαστριμάργους, ἀκορέστους, ἀσώτους, ὑγροῦ καὶ διαρρέοντος ζηλωτὰς βίου, χαίροντας οἰνοφλυγίαις, ὀψοφαγίαις, ἀκράτου καὶ ἰχθύων καὶ ἐδεσμάτων [καὶ] κακοὺς δούλους, περὶ συμπόσια καὶ τραπέζας ἰλυσπωμένους λίχνων τρόπον κυνιδίων, ἐξ ὧν τὴν ἀθλίαν καὶ ἐπάρατον συμβαίνει ζωὴν ἀποτελεῖσθαι, παντὸς ἀργαλεωτέραν θανάτου.

ταύτης ἕνεκα τῆς αἰτίας οἱ μὴ χείλεσιν ἄκροις γευσάμενοι φιλοσοφίας, ἀλλὰ τῶν ὀρθῶν δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες, διερευνησάμενοι φύσιν ψυχῆς καὶ τριττὸν εἶδος ἐνιδόντες αὐτῇ, τὸ μὲν λόγου, τὸ δὲ θυμοῦ, τὸ δ’ ἐπιθυμίας, λόγῳ μὲν ὡς ἡγεμόνι τὴν ἄκραν ἀπένειμαν [*](1 οἷν coni. Wendl. alt. τὰ om. Richt. 1.2 δ’ ἐστὶν SM: δέ ἐστιν v 3 χρεοκοπίαις S 6 ἀϊδρύτους SM, corr. Mang. 7 ἀνωμαλίας SM: ἀνομαλίας v S pr. καὶ S: ἡ M alt. καὶ SM: ἢ v 9 τἄλλ’ SM: τἄλλα Mang. 11 τὰς φύσεις τυραννικοὺς transp. M 12 ἀσθενεστέροις scripsi: ἀσθενεστέρους SM; ἀσθενεστέρων Mang. 15 ἤδη SM: ἥδε v 17 ἀναφθεγγομένοις scripsi: ἀναφαινομένοις SM (v) 18 τιμωρὸς v ἐχεμυθοῦσιν S καὶ seclusi 19.20 ὑγροῦ καὶ διαρρέοντος Mang.: ὑγροὺς διαρρέοντας SM 21 αἰδεσμάτων S ἑ ss. S2) καὶ seclusit Mang., καινῶν coni. Wendl. 24 ἕνεκεν S 25 ὀρθῶν] τροφίμων coni. Mang. 26 τριττὸν Wondl. (Benzelius): τρίτον SM αὐτῇ Mang.: αὐτῆς SM 26 cf. Plat. Phaedr. 246 a, 253 c. Rep. IV 438 d. Tim. 69 c, al.)

v.5.p.230
οἰκειότατον ἐνδιαίτημα κεφαλήν, ἔνθα καὶ τῶν αἰσθήσεων αἱ τοῦ νοῦ καθάπερ βασιλέως δορυφόροι τάξεις παρίδρυνται,

θυμῷ δὲ τὰ στέρνα, τῇ μὲν ἵνα στρατιώτου τρόπον θώρακα ἀμπεχόμενος, εἰ καὶ μὴ ἀπαθὴς ἐν πᾶσιν, ἀλλά τοι δυσάλωτος ᾖ, τῇ δ’ ἵνα καὶ πλησίον τοῦ νοῦ παρῳκισμένος ὑπὸ τοῦ γείτονος ὠφελῆται, κατεπᾴδοντος αὐτὸν φρονήσει καὶ πραϋπαθῆ κατασκευάζοντος, ἐπιθυμίᾳ δὲ τὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ καλούμενον διάφραγμα χῶρον·

ἔδει γὰρ αὐτὴν ἥκιστα μετέχουσαν λογισμοῦ πορρωτάτω τῶν βασιλείων αὐτοῦ διῳκίσθαι, μόνον οὐκ ἐπ’ ἐσχατιαῖς, καὶ πάντων ἀπληστότατον καὶ ἀκολαστότατον οὖσαν θρεμμάτων ἐμβόσκεσθαι

τόποις, ἐν οἷς τροφαί τε καὶ ὀχεῖαι. πρὸς ἅ μοι δοκεῖ πάντα ἀπιδὼν ὁ ἱερώτατος Μωυσῆς ἐκδύσασθαι τὸ πάθος καὶ μυσαξάμενος ὡς αἴσχιστον καὶ τῶν αἰσχίστων αἴτιον ἀπεῖπεν ἐν τοῖς μάλιστα τὴν ἐπιθυμίαν ὥς τινα τῆς ψυχῆς ἑλέπολιν, ἧς ἀναιρεθείσης ἢ πειθαρχούσης κυβερνήτῃ λογισμῷ πάντα διὰ πάντων εἰρήνης, εὐνομίας, ἀγαθῶν τελείων, ἀναπεπλήσεται πρὸς εὐδαίμονος βίου παντέλειαν.

φιλοσύντομος δ’ ὢν καὶ εἰωθὼς ἐπιτέμνειν τὰ ἀπερίγραφα τῷ πλήθει παραδειγματικῇ διδασκαλίᾳ μίαν τὴν περὶ γαστέρα πραγματευομένην ἐπιθυμίαν ἄρχεται νουθετεῖν τε καὶ παιδεύειν, ὑπολαμβάνων καὶ τὰς ἄλλας οὐκέθ’ ὁμοίως ἀφηνιάσειν, ἀλλὰ σταλήσεσθαι τῷ τὴν πρεσβυτάτην καὶ ὡς ἡγεμονίδα μεμαθηκέναι τοῖς σωφροσύνης νόμοις πειθαρχεῖν.

τίς οὖν ἡ διδασκαλία τῆς ἀρχῆς; συνεκτικώτατα δύο ἐστίν, ἐδωδὴ καὶ πόσις. ἑκάτερον αὐτῶν οὐκ ἀνῆκεν, ἀλλ’ ἐπεστόμισε διατάγμασι καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς φιλανθρωπίαν καὶ — τὸ μέγιστον — πρὸς εὐσέβειαν ἀγωγοτάτοις.

Ἀπάρχεσθαι γὰρ ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων [*](1 αἱ τοῦ νοῦ Mang.: ἀεὶ τοῦ νόμου SM 2.3 τῇ μὲν Mang.: τί μὲν M, τὴν μὲν S 3 εἰ καὶ μὴ Mang.: εἰ μὴ καὶ SM 4 ἀλλά τοι SM: ἀλλὰ καὶ v τῆ δ’ S: τί δ’ M ἵνα καὶ SM: καὶ oin. v νοῦ Mang.: νόμου SM 5 ὠφελῆται Mang.: ὠφελεῖται SM αὐτὸν Mang.: αὐτῶ SM 6 πραυπαθῆ πραοπαθῆ SM, πράα πάθη v τὸν περὶ M (coni. Mang.): τῆ περὶ S 8 διωκεῖσθαι SM, coit. Mang. 9 ἀπλειστότατον S1, corr. S2 10 τόποις Mang.: τροποῖς (sic) SM τροφαί τε SM: τε om. v ὀχίαι S 11 ἀφιδὼν S (π ss. S2) ἐκδύσασθαι] ἐκμισῆσαι coni. Mang. vel ἐπαποδύσασθαι πάθει; ἐκλύσασθαι conieceram 13 ἀναιρηθείσης (sic) Mang. Richt. 15 εὐδαίμονος βίου παντέλειαν SM: εὐδαιμονίαν παντελείαν v 19 ἀφηνιάσειν M (Mang.): ἀφηνιᾶσιν S 20 ὡς om. M (fort. recte) πιθαρχεῖν S1, corr. S2 21 οὖν om. M δύω v 22 ἑκάτερον οὖν conicio διατάγμασιν S 25 tit. περὶ ἀπαρχῶν add. S mg) [*](25 Exod. 22,29. 30. 34,26. Num. 18,12. 13. Deut. 15,19. 20. 184.)

v.5.p.231
καὶ τῶν ἄλλων κελεύει καὶ τὰς ἀπαρχὰς διανέμειν εἴς τε θυσίας καὶ τοὺς ἱερωμένους, τὰς μὲν ἕνεκα εὐχαριστίας τῆς πρὸς θεὸν ὑπὲρ εὐγονίας καὶ εὐφορίας ἁπάντων, τοὺς δ’ ἕνεκα τῆς περὶ τὸ ἱερὸν ἁγιστείας, μισθὸν ληψομένους τῶν περὶ τὰς ἱερουργίας ὑπηρεσιῶν.

ἐφίεται δὲ τὸ παράπαν οὐδενὶ γεύσασθαί τινος ἢ μεταλαβεῖν, πρὶν διακρῖναι τὰς ἀπαρχάς, ἅμα καὶ πρὸς ἄσκησιν τῆς βιωφελεστάτης ἐγκρατείας· ὁ γὰρ ταῖς περιουσίαις, αἷς ἤνεγκαν αἱ τοῦ ἔτους ὧραι, μαθὼν μὴ ἐντρέχειν, ἀλλ’ ἀναμένων, ἄχρις ἂν αἱ ἀπαρχαὶ καθοσιωθῶσι, τὸν ἀφηνιασμὸν τῶν ὁρμῶν ἔοικεν ἀναχαιτίζειν ἐξευμαρίζων τὸ πάθος.

Οὐ μὴν οὐδὲ τὴν τῶν ἄλλων μετουσίαν ἐφῆκε καὶ χρῆσιν ἀδεᾶ τοῖς κοινωνοῦσι τῆς ἱερᾶς πολιτείας, ἀλλ’ ὅσα τῶν χερσαίων ἢ ἐνύδρων ἢ πτηνῶν ἐστιν εὐσαρκότατα καὶ πιότατα, γαργαλίζοντα καὶ ἐρεθίζοντα τὴν ἐπίβουλον ἡδονήν, πάντα ἀνὰ κράτος ἀπεῖπεν, εἰδὼς ὅτι τὴν ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων δελεάσαντα γεῦσιν ἀπληστίαν ἐργάσεται, δυσίατον κακὸν ψυχαῖς τε καὶ σώμασιν· ἀπληστία γὰρ τίκτει δυσπεψίαν, ἥτις ἐστὶ νοσημάτων καὶ ἀρρωστημάτων ἀρχή τε καὶ πηγή.