De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

διὸ καὶ τῶν παρ’ Ἕλλησιν ἔνιοι νομοθετῶν μεταγράψαντες ἐκ τῶν ἱερωτάτων Μωυσέως στηλῶν εὖ διατάξασθαι δοκοῦσι, μὴ μαρτυρεῖν ἀκοήν, ὡς δέον, ἃ μὲν εἶδέ τις, πιστὰ κρίνειν, ἃ δὲ ἤκουσε, μὴ πάντως βέβαια.

Δεύτερον παράγγελμα κριτῇ δῶρα μὴ λαμβάνειν· τὰ γὰρ δῶρα, φησὶν ὁ νόμος, πηροῖ μὲν ὀφθαλμοὺς βλέποντας, τὰ δὲ δίκαια λυμαίνεται, τὴν δὲ διάνοιαν οὐκ ἐᾷ διὰ λεωφόρου βαίνειν ἐπ’ εὐθείας.

καὶ τὸ μὲν δωροδοκεῖν ἐπ’ ἀδίκοις παμπονήρων ἐστὶν ἀνθρώπων ἔργον, τὸ δ’ ἐπὶ δικαίοις ἐφ’ ἡμισείᾳ πονηρευομένων· εἰσὶ γὰρ εὐπάρυφοί τινες ἡμιμόχθηροι, δικαιάδικοι, τὴν ὑπὲρ τῶν πεπλημμελημένων τεταγμένοι τάξιν κατὰ τῶν πλημμελησάντων, προῖκα δ’ οὐκ ἀξιοῦντες νικῶντας γράφειν οὓς νικᾶν ἀναγκαῖον, ἀλλὰ τὴν γνῶσιν ὤνιον καὶ ἔμμισθον ἀποφαίνοντες.

εἶτα ἐπειδάν τις αἰτιᾶται, φασὶ μὴ παρατρέψαι τὸ δίκαιον — ἡττηθῆναι μὲν γὰρ οὓς ἁρμόττον ἦν ἡττᾶσθαι, νενικηκέναι δ’ οὓς ἐχρῆν περιγίνεσθαι —, κακῶς ἀπολογούμενοι· δύο γὰρ δεῖ προσφέρεσθαι τὸν ἀγαθὸν δικαστήν, νομικωτάτην γνῶσιν καὶ τὸ ἀδέκαστον· ὁ δὲ ἐπὶ δώροις βραβευτὴς τοῦ δικαίου καλὸν φύσει πρᾶγμα λέληθεν αἰσχύνων.

ἐπεξαμαρτάνει δὲ καὶ δύο ἕτερα, τὸ μὲν ἐθίζων ἑαυτὸν εἶναι φιλοχρήματον, ὅπερ ὁρμητήριον τῶν μεγίστων παρανομημάτων ἐστί, τὸ δὲ βλάπτων ὃν ἄξιον ἦν ὠφελεῖν τιμὴν τοῦ δικαίου κατατιθέντα.

διὸ σφόδρα [*](1 ἔνιοι] ἔνι M 2 μωυσέως S: μώσεως ceteri 3 ἁ μὲν] συνεργοῦντος μέν· S εἶδέ τις] εἰ δέ τις S κρίνων P ἆ δὲ ἤκουσε] ἣ ἀκοῦσαι S δ’ Α 4 βεβαίαν (sic) S 5 tit. περὶ τοῦ μὴ λαμβάνειν δῶρα τόν κριτήν add. S mg M δῶρον Α 6 τοὺς ὀφθαλμοὺς Α τὰ δὲ] ῥήματα δὲ coni. Mang. ϊ 7 λοιμαίνεται S (ϋ ss. S2) ἐπ’ ante εὐθείας om. S 8 ἔργων 9 ἡμίσεια M 10 δίκαι ἄδικοι (sic) S ὑπὲρ scripsi: παρὰ F, περὶ ceteri (v) πεπλημμένων P 10. 11 τάξιν τεταγμένοι transp. Α 11 νικῶντας om. S 12 γνῶσιν] κρίσιν S 13 εἶτα S: εἶτ’ ceteri παρατρέψασθαι H (v) 14 ἡττᾶσθαι] ἡττῆσθαι Η (v) 15 περιγίνεσθαι S: περιγενέσθαι ceteri (v) μῶ προσφέρεσθαι Α: προφέρεσθαι ceteri (Turn.) 16 νομικωτάτην F, νομιμωτάτην S γνῶσιν] κρίσιν S δὲ S: δ’ ceteri 18 δύο ἕτερα Α: δευτέρω S, δύ’ ἕτερα ceteri τὸ S1, τῶ S2 19 μεγίστων S: om. ceteri (Turu.) ἐστίν S τὸ S1, τῶ S2 19. 20 βλάπτον S, ων ex εἰν corr. H 20 tit. εἰς τὸ δικαίως τὸ δίκαιον διώξεις διώξει S) add. S mg M) [*](2 μὴ μαρτυρεῖν ἀκοήν: cf. Dem. .57,4. [Dem.] 44,.55. 46,7. Meier-Schömann-Lipsius, Att. Process p. 878. hinc corrigendum de confus. Ung. §141 ἀκοὴν μὴ μαρτυρεῖν. 5 Exod. 23,8. Deut. 16,19. 8.9 Mel. Barocc. fol. 42v Φίλωνος: τὸ μὲν δωροδοκεῖν —πονηρευομένων. Maximi cod. Cahir. (v. ad p. 221,12) καὶ τὸ μὲν—πονηρευομένων.)

v.5.p.224
παιδευτικῶς Μωυσῆς δικαίως τὸ δίκαιον προστάττει μεταδιώκειν, αἰνιττόμενος ὅτι καὶ ἀδίκως ἔνεστι, διὰ τοὺς ἐπὶ δώροις τοῦ δικαίου βραβευτάς, οὐ μόνον ἐν δικαστηρίοις, ἀλλὰ πανταχοῦ κατά τε γῆν καὶ θάλατταν καὶ ἐν ἅπασιν ὀλίγου δέω φάναι τοῖς τοῦ βίου πράγμασιν.

ἤδη γοῦν ὀλιγοχρήματόν τις παρακαταθήκην λαβὼν ἀπέδωκεν, ἐπ’ ἐνέδρᾳ μᾶλλον τοῦ λαμβάνοντος ἢ ὠφελείᾳ, ἵνα τὴν ἐν ὀλίγοις πίστιν δέλεαρ καθεὶς ἀγκιστρεύσηται τὴν ἐν μείζοσιν πίστιν, ὅπερ οὐδὲν ἦν ἕτερον ἢ τὸ δίκαιον μὴ δικαίως ἐπιτελεῖν· δίκαιον μὲν γὰρ ἡ τῶν ἀλλοτρίων ἀπόδοσις, οὐ δικαίως δ’ ἐγένετο, παρόσον ἐπὶ θήρᾳ πλειόνων.

αἴτιον δὲ τῶν τοιούτων ἁμαρτημάτων ἐστὶν ἐν τοῖς μάλιστα ἡ πρὸς τὸ ψεῦδος οἰκείωσις, ὅπερ ἐκ πρώτης γενέσεως καὶ σπαργάνων αὐτῶν τίτθαι καὶ μητέρες καὶ ὁ ἄλλος τῶν κατ’ οἰκίαν ἀνδραπόδων καὶ ἐλευθέρων ὅμιλος ἔργοις καὶ λόγοις ἀεὶ σύντροφον κατασκευάζουσιν, ἁρμοζόμενοι καὶ ἑνοῦντες αὐτὸ τῇ ψυχῇ ὡς μέρος ἐκ φύσεως ἀναγκαῖον, ὅπερ, εἰ καὶ τῷ ὄντι φύσει συνεγεγέννητο, ὤφειλεν ἐπιτηδεύσει τῶν καλῶν ἐκτετμῆσθαι.

τί δ’ οὕτως ἐν βίῳ καλὸν ὡς ἀλήθεια; ἣν ὁ πάνσοφος ἐστηλίτευσεν ἐν ἱερωτάτῳ χωρίῳ, κατὰ τὴν τοῦ ἀρχιερέως στολήν, ἔνθα τὸ τῆς ψυχῆς ἡγεμονικόν, ἀναθημάτων τῷ καλλίστῳ καὶ διαπρεπεστάτῳ βουληθεὶς αὐτὸν ἐπικοσμῆσαι, συγγενῆ δὲ δύναμιν ἀληθείᾳ παριδρύσατο, ἣν ἐκάλεσε δήλωσιν, ἀμφοτέρων τῶν ἐν ἡμῖν λόγων εἰκόνας, ἐνδιαθέτου τε καὶ προφορικοῦ· δεῖται γὰρ ὁ μὲν προφορικὸς δηλώσεως, ᾗ τὰ ἀφανῆ τῶν καθ’ ἕκαστον ἡμῶν ἐνθύμια γνωρίζεται τῷ πέλας, ὁ δ’ ἐνδιάθετος ἀληθείας, εἰς τελειότητα βίου καὶ πράξεων, δι’ ὧν ἡ ἐπ’ εὐδαιμονίαν ὁδὸς ἀνευρίσκεται.

[*](1 μωυσῆς S: μώσης ceteri καταδιώκειν M 3 οὐ μόνον—θάλατταν (4) om. F δικαστηρίω Α πανταχοῦ S: καὶ πανταχοῦ ceteri (v) 3. 4 κατὰ τε γῆν καὶ θάλατταν om. S (fort. recte) 4 πᾶσιν S 6 μᾶλλον τοῦ om. Α τοῦ λαβόντος S 7 πίστιν Mang. (coll. de plant. § 101): ἀδικίαν ἀπιστίαν ceteri 8 μὴ om. S alt. δίκαιον] ἥδιον S1, ἡδίων S2 9 δικαίως] δίκαιον F δ’ ἐγένετο S: δὲ γέγονε M, δὲ γίγνεται P, δὲ γίνεται ceteri (v) 10 δὲ] δὲ μάλιστα HP (Turn.) τῶν om. Mang. τοσούτων A 11 τιτθαὶ SP καὶ ante μητέρες om. S 12 ὁ om. S ἄλλως S1, ἄλλος corr. S2 κατ’ οἰκιῶν S 13 ἀεὶ SM: αἰεὶ ceteri 14 ἐκ om. Turu. καὶ om. F 15 συνεγεγένητο MF ἐκτετμεῖσθαι S1, corr. S2 16 ἐστηλίτευσεν mg H, ἐπετήδευσεν in textu HP 17 στολήν om. S 18 ἀνάθημα S καλλιστοτάτω (sic) Α 19 ἀληθείας Α 20 ἐνδϊσθέτου (sic) M 21 τὰ ἀφανῆ SA: τἀφανῆ ceteri 22 τῶ πέλας γνωρίζεται transp. F 23 ἡ codd.: om. v 24 ἀνευρίσκηται S, εὑρίσκεται Α 1 Deut. 16,20. 16 sqq. Exod. 28,26(30).)
v.5.p.225

Τρίτον παράγγελμα τῷ δικαστῇ τὰ πράγματα πρὸ τῶν κρινομένων ἐξετάζειν καὶ πειρᾶσθαι πάντα τρόπον ἀφέλκειν αὑτὸν τῆς τῶν δικαζομένων φαντασίας, εἰς ἄγνοιαν καὶ λήθην βιαζόμενον ὧν ἐπιστήμην εἶχε καὶ μνήμην, οἰκείων, φίλων, πολιτῶν, καὶ πάλιν ἀλλοτρίων, ἐχθρῶν, ξένων, ἵνα μήτε εὔνοια μήτε μῖσος ἐπισκιάσῃ τῶν δικαίων τὴν γνῶσιν· ἀνάγκη γὰρ οἷα τυφλὸν δίχα βάκτρου προερχόμενον καὶ τοὺς ποδηγετήσοντας οὐκ ἔχοντα οἷς βεβαίως ἐπερείσεται πταίειν.

ὅθεν προσήκει τὸν ἀγαθὸν δικαστὴν τοὺς μὲν κρινομένους, οἵτινες ἂν ὦσι, παρακαλύπτεσθαι, τὴν δὲ φύσιν τῶν πραγμάτων ἄπλαστον καὶ γυμνὴν ὁρᾶν, μὴ πρὸς δόξας ἀλλὰ πρὸς ἀλήθειαν μέλλοντα κρίνειν καὶ τοιαύτην ἔννοιαν λαβόντα, ὅτι „ἡ μὲν κρίσις τοῦ θεοῦ ἐστιν“ (Deut. 1,17), ὁ δὲ δικαστὴς ἐπίτροπος τῆς κρίσεως· ἐπιτρόπῳ δ’ οὐκ ἐφεῖται τὰ τοῦ κυρίου χαρίζεσθαι, παρακαταθήκην εἰληφότι τὴν πάντων τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀρίστην παρὰ τοῦ πάντων ἀρίστου.

Πρὸς δὲ τοῖς λεχθεῖσιν ἤδη καὶ ἄλλο σοφὸν εἰσηγεῖται· κελεύει γὰρ πένητα ἐν κρίσει μὴ ἐλεεῖν ὁ πᾶσαν σχεδόν τι τὴν νομοθεσίαν πεπληρωκὼς τῶν εἰς ἔλεον καὶ φιλανθρωπίαν διαταγμάτων καὶ μεγάλας μὲν ἀπειλὰς ἐπανατεινόμενος ὑπερόπταις καὶ ἀλαζόσι, μεγάλα δὲ προθεὶς ἆθλα τοῖς τὰ ἀτυχήματα τῶν πέλας εἰς ἐπανόρθωσιν ἄγειν ἀξιοῦσι καὶ τὰς περιουσίας οὐκ ἴδια κτήματα νομίζουσιν ἀλλὰ κοινὰ τῶν ἐν ἐνδείαις.

ὃ γὰρ ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν πρότερον, ἀληθές ἐστιν, ὅτι παραπλήσιον οὐδὲν ἄνθρωποι θεῷ δρῶσιν ἢ χαριζόμενοι. τί δ’ ἂν εἴη [*](1 tit. περὶ τοῦ μὴ λαμβάνειν πρόσωπον ἐν (ἐν om. M) κρίσει add. S mg M τρίτον τὸ τρίτον ceteri (v) 2 αὐτὸν AG: αὐτὰ Η1 (Turn.), αὐτὸν ceteri 5 μήτε εὔνοια S: μήτ’ εὔνοια ceteri τῶν δικαίων τὴν γνῶσιν S: τὴν γνῶσιν τῶν δικαίων ceteri (v) 6 περιερχόμενον M 6. 7 τοὺς ποδηγετήσαντας HP, τοὺς ποδηγήσοντας F, τοῦ ποδηγετήσοντος S 7 ἔχοντας S1 ut vid., sed σ(?) eras. ἐπερείσονται S 8 ὦσιν S 10 δόξας codd.: δόξαν v εὔνοιαν in ἔννοιαν corr. F 12 τῆς om. S ἐφεῖται F: ἐφίεται ceteri (v) κυρίου] θεοῦ H (Turu.) 13 τῶν om. S 15 tit. εἰς τὸ οὐκ ἐλεήσεις τὸν τὸν om. S) πτωχὸν ἐν κρίσει add. S mg M σόφ’ ὂν S (proo. Mang.): θαυμάσιον ceteri (v) κελεύει S: κελεύων ceteri (v) 16 γὰρ addidi ἐν κρίσει S: εἰς κρίσιν F, κρίσει (om. ἐν) cettri (v) σχεδόν τι SFM: τι om. ceteri (v) 18 δὲ om. Α 19 τὰ ἀτυχήματα S: τἀτυχήματα ceteri 20 οὐχ S1, οὐκ corr. S2 ἐν om. F 21 τὸ F1, τις corr. F2 τῶν πρότερον S: τῶν προτέρων ceteri (v) 22 ἂν] αὖ F (Mang.)) [*](1 Deut. 1,17. 16,19. 16 Exod. 23,3. 21 testimonia praebet Vahlen3 ad librum Περὶ ὕψους p. 2,16. cf. etiam Cic. pro Ligario 38 . . . homines euim ad deos nulla re propius accedunt quam salutem hominibus dando. Philonis opera vol. V. 15)

v.5.p.226
κρεῖττον ἀγαθὸν ἢ μιμεῖσθαι θεὸν γενητοῖς τὸν ἀίδιον;

μήτ’ οὖν ὁ πλούσιος ἄργυρον καὶ χρυσὸν οἴκοι συναγαγὼν ἄφθονον θησαυροφυλακείτω, προφερέτω δ’ εἰς μέσον, ἵνα τὸ σκληροδίαιτον τῶν ἀπόρων ἱλαραῖς μεταδόσεσι λιπαίνῃ, μήτ’, εἴ τις ἔνδοξος, ὑψηλὸν αἴρων αὑτὸν αὐχείτω φρυαττόμενος, ἀλλ’ ἰσότητα τιμήσας μεταδιδότω παρρησίας τοῖς ἀδόξοις· ὅ τε ῥώμῃ κεχρημένος σώματος ἔρεισμα τῶν ἀσθενεστέρων ἔστω καὶ μὴ καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι καταπαγκρατιαζέτω τοὺς ἐλάττους ταῖς δυνάμεσιν, ἀλλὰ φιλοτιμείσθω τῆς ἰδίας ἰσχύος μεταδιδόναι τοῖς ἐξ ἑαυτῶν ἀπειρηκόσιν.

ὅσοι μὲν γὰρ ἀπὸ πηγῶν ἠρύσαντο τῶν σοφίας, φθόνον ὑπερόριον τῆς διανοίας ἐληλακότες ἄνευ προτροπῆς αὐτοκέλευστοι ταῖς τῶν πλησίον ὠφελείαις ἐπαποδύονται, τὰ λόγων νάματα ταῖς ψυχαῖς ἐκείνων δι’ ὤτων ἐπαντλοῦντες εἰς μετουσίαν τῆς ὁμοίας ἐπιστήμης· καὶ ἐπειδὰν ἴδωσιν ὥσπερ εὔβλαστα καὶ εὐγενῆ μοσχεύματα νέους εὐφυεῖς, γεγήθασιν οἰόμενοι κληρονόμους ἀνευρηκέναι τοῦ ψυχικοῦ πλούτου, ὃς μόνος ἀληθείᾳ πλοῦτός ἐστι, καὶ παραλαβόντες γεωργοῦσι τὰς ψυχὰς δόγμασι καὶ θεωρήμασι, μέχρις ἂν στελεχωθεῖσαι καρπὸν τὸν καλοκἀγαθίας ἐνέγκωσι.

τοιαῦτα τοῖς νόμοις ἀγάλματα συνύφανται καὶ πεποίκιλται πρὸς εὐπορίαν ἀπόρων, οὓς ἐπὶ μόνης κρίσεως ἐλεεῖν οὐ θεμιτόν· ἔλεος γὰρ ἐπ’ ἀτυχήμασιν, ὁ δ’ ἑκουσίῳ γνώμῃ πονηρευόμενος οὐκ ἀτυχής, ἀλλ’ ἄδικος.

τιμωρίαι δ’ ἐπ’ ἀδίκοις ὡς ἐπὶ δικαίοις τιμαὶ βεβαιούσθωσαν· ὥστε μηδεὶς μοχθηρὸς ἄπορος ὑπείλλων καὶ ὑποστέλλων ἀχρηματίας οἴκτῳ τὸ δίκην δοῦναι παρακρουέσθω, δεδρακὼς οὐκ ἐλέου — πόθεν; — ἀλλ’ ὀργῆς ἄξια. καὶ ὁ δικάζειν εἰσιὼν καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς διαιρείτω καὶ διακρινέτω τὰς φύσεις τῶν πραγμάτων, ἵνα μὴ φύρηται συγχεόμενα τοῖς παρασήμοις τὰ δόκιμα.

πολλὰ μὲν οὖν ἄλλα πρός τε ψευδομάρτυρας καὶ δικαστὰς ἔνεστι λέγειν· ὑπὲρ δὲ [*](1 γεννητοῖς AHP (v) μὴ γοῦν Α 2 οἴκοις MP ἄφθονα F 4 λιπαίνῃ AG: λιπαίνει S, λιπάνη ceteri (Turn.) μήτ’ εἴ τις] μήτε τις S αὑτὸν αἴρων transp. Α αὐτὸν MFP 5 μεταδότω A 6 ὅ τε SM: ὁ δὲ ceteri (v) σώματι F ἔρισμα S1, corr. S2 7 ἀγῶσιν S 9 ἐξ αὐτῶν S ὑπειρηκόσιν S τῶν σοφίας] τῆς σοφίας S, τὴν σοφίαν H1P 10 ἀπεληλακότες AGP2 (Mang.) ἄνευ τροπῆς F 11 τὰ om. S ε 12 ἐπαντλοῦντες] πάντα καινοῦντες S ε ss. S2) 13 εἴδωσιν F 15 ἐστὶν S 16 μέχρι S1, μέχρις S2 στελεχωθῶσαι HP τὸν] τῆς F (Mang.) 17 ἐνέγκωσιν S τοσαῦτα Α ἀγάλματα] παραγγέλματα coni. Mang. συνυφαίνεται S 18 τῆς κρίσεως F 19 ἑκουσία HP (v) 20 τιμωρίαι S2A: τιμωρία ceteri (v) δὲ MA 21 ὑπείλλων S: ὑπάρχων ceteri (v) 23 ὀργῆς] οἰμωγῆς S δικάζων S 24 διακρϊέτω (sic) Α 26 S: ψευδομαρτυρίας ceteri (Turn.))

v.5.p.227
τοῦ μὴ μακρηγορεῖν ἰτέον ἐπὶ τὸ τελευταῖον τῶν δέκα λογίων, ὃ κεφαλαιώδει τύπῳ καθάπερ καὶ τῶν ἄλλων ἕκαστον κεχρησμῴδηται, τοῦτο δ’ ἐστίν· „οὐκ ἐπιθυμήσεις.“

Πᾶν μὲν πάθος ἐπίληπτον, ἐπεὶ καὶ πᾶσα ἄμετρος καὶ πλεονάζουσα ὁρμὴ καὶ τῆς ψυχῆς ἡ ἄλογος καὶ παρὰ φύσιν κίνησις ὑπαίτιος· ἑκάτερον γὰρ τούτων τί ἐστιν ἕτερον ἢ παλαιὸν πάθος ἐξηπλωμένον; εἴ τις οὖν μὴ μέτρα ταῖς ὁρμαῖς ὁρίζει μηδὲ χαλινὸν ὥσπερ τοῖς ἀφηνιασταῖς ἵπποις ἐντίθησι, πάθει χρῆται δυσιάτῳ, κἄπειτα λήσεται διὰ τὸν ἀφηνιασμὸν ἐξενεχθεὶς οἷα ὑπὸ ἁρμάτων ἡνίοχος εἰς φάραγγας ἢ βάραθρα δυσαναπόρευτα, ἐξ ὧν μόλις ἔστι σῴζεσθαι.

τῶν δὲ παθῶν οὕτως οὐδὲν ἀργαλέον ὡς ἐπιθυμία τῶν ἀπόντων ὅσα τῷ δοκεῖν ἀγαθῶν, πρὸς ἀλήθειαν οὐκ ὄντων, χαλεποὺς καὶ ἀνηνύτους ἔρωτας ἐντίκτουσα· ἐπιτείνει γὰρ καὶ ἐπελαύνει μέχρι πορρωτάτω τὴν ψυχὴν εἰς τὸ ἄπειρον, φεύγοντος ἔστιν ὅτε τοῦ διωκομένου καταφρονητικῶς οὐκ ἐπὶ νῶτα ἀλλ’ ἀντικρύ.