De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

χερσαίων μὲν οὖν τὸ συῶν γένος ἥδιστον ἀνωμολόγηται παρὰ τοῖς χρωμένοις, ἐνύδρων δὲ τὰ γένη τῶν ἀλεπίδων. * * * πρὸς γὰρ ἐγκράτειαν, εἰ καί τις ἄλλος, ἱκανὸς ὢν ἀλεῖψαι τοὺς εὐφυῶς ἔχοντας πρὸς ἄσκησιν ἀρετῆς δι’ ὀλιγοδεΐας καὶ εὐκολίας γυμνάζει καὶ συγκροτεῖ, πειρώμενος ἀφελεῖν πολυτέλειαν·

οὔτε σκληραγωγίαν, ὡς ὁ Λακεδαιμόνιος νομοθέτης, ἀποδεξάμενος οὔτε τὸ ἁβροδίαιτον, ὡς ὁ τοῖς Ἴωσι καὶ Συβαρίταις τὰ [*](3 τοὺς δ’ Mang.: τῆς δ’ S, τὰς δ’ M ἁγιαστίας S (alt. α delevit S2), ἁγιστίας M, corr. Mang. 4 ἐφίεται] ἐφεῖται conicio 5 μεταβαλεῖν Richt. Tauchn. 6 βιωφιλεστάτης Mang. Richt. 7 αἷς S: ἅς M ἐντρέχειν scripsi: συντρέχειν SM, ἐπιτρέχειν V 8 ἀναμένων SM: ἐπιμένων v καθοσιωθῶσιν S 10 tit. περὶ ζώων add. S τὴν M: om. S (v) ἐφῆκε scripsi: ἀφῆκε(ν) SM 14 ἀνδραποδωδεστάτην SM: ἀνδραπωδεστάτην v 15 ἐργάσηται SM, corr. Mang. 17 συῶν SM: ὑῶν V 18 ἀλεπίδων] ἀλεπιδώτων conicio ante πρός γὰρ κτλ. pauca intercidisse arbitror, velut τούτων δὴ χρήσεως ἀνέχειν κελεύει 19 εἰ καί M, εἰ κέ S αι ss. S2): εἴ κέ v 20 ὀλιγοδεΐας M: ὀλιγοδεείας S; ὀλιγοδείας v) [*](3 Num. 18,31. 17. 18 Lev. 11,7. 10. Deut. 14,8. 10. 18 cf. Clem. Alex. Strom. II 20 p. 484 P. πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίον, καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον· τρυφητιῶσι γὰρ ἡ τοιαύτη χρῆσις χορηγεῖται. . . . τῶν τε ἰχθύων ὁμοίως ἀπηγόρευσε μεταλαμβάνειν, στέλλων ἡμῶν τὰς ἐπιθυμίας ἐκείνων, οἷς μήτε πτερύγια μήτε λεπίδες εἰσίν· εὐσαρκίᾳ γὰρ καὶ πιότητι τῶν ἄλλων ἰχθύων οὗτοι διαφέρουσιν.)

v.5.p.232
περὶ θρύψιν καὶ χλιδὴν εἰσηγησάμενος, ἀλλὰ μέσην ἀτραπὸν ἀμφοῖν ἀνατεμὼν τὸ μὲν σφοδρὸν ἐχάλασε, τὸ δ’ ἀνειμένον ἐπέτεινε, τὰς ἐφ’ ἑκατέρων τῶν ἄκρων ὑπερβολὰς ὡς ἐν ὀργάνῳ μουσικῷ κερασάμενος τῇ μέσῃ, πρὸς ἁρμονίαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον· ὅθεν οὐκ ἀμελῶς ἀλλὰ καὶ πάνυ πεφροντισμένως οἷς χρηστέον ἢ τοὐναντίον διετάξατο.

θηρία ὅσα σαρκῶν ἀνθρωπίνων ἅπτεται τάχα μὲν ἄν τις ὑπολάβοι δίκαιον εἶναι τὰ αὐτὰ πρὸς ἀνθρώπων πάσχειν οἷς διατίθησι· Μωυσῇ δὲ τῆς τούτων ἀπολαύσεως ἀνέχειν δοκεῖ, εἰ καὶ προσηνεστάτην καὶ ἡδίστην εὐωχίαν παρασκευάζει, λογιζόμενος τὸ πρέπον ἡμέρῳ ψυχῇ· καὶ γὰρ εἰ τοῖς διατιθεῖσιν ἁρμόττει τὰ παραπλήσια παθεῖν, ἀλλ’ οὐχὶ τοῖς παθοῦσιν ἀντιδιατιθέναι, μὴ λάθωσιν ὑπ’ ὀργῆς, ἀγρίου πάθους, θηριωθέντες.

καὶ τοσαύτῃ χρῆται προφυλακῇ τοῦ πράγματος, ὥστε μακρόθεν ἀνεῖρξαι βουλόμενος τὴν ἐπὶ τὰ λεχθέντα ὁρμὴν ἀπαγορεῦσαι καὶ τῆς τῶν ἄλλων σαρκοβόρων ἀνὰ κράτος χρήσεως, τὰ ποηφάγα διακρίνας εἰς ἡμέρους ἀγέλας, ἐπεὶ καὶ τὴν φύσιν ἐστὶ τιθασά, τροφαῖς ἡμέροις αἷς ἀναδίδωσι γῆ χρώμενα καὶ μηδὲν εἰς ἐπιβουλὴν

πραγματευόμενα. δέκα δ’ ἐστὶν ἀριθμῷ· μόσχος, ἀμνός, χίμαρος, ἔλαφος, δορκάς, βούβαλος, τραγέλαφος, πύγαργος, ὄρυξ, καμηλοπάρδαλις. ἀεὶ γὰρ τῆς ἀριθμητικῆς θεωρίας περιεχόμενος, ἣν ἀκριβῶς κατανενόηκεν ὅτι πλεῖστον ἐν τοῖς οὖσι δύναται, οὐδὲν οὐ μικρὸν οὐ μέγα [*](1 θρύψιν S: ὄρεξιν M 2 ἐπέτεινε SM: ἀπέτεινε Richt. 4 τῆ μέση S: τὴν μέσην M ἀνεπίληπτον SM: ἐπίληπτον v 7 τὰ αὐτὰ SM: ταὐτὰ Richt. 8 μώση M εἰ addidi: κἀν . . . παρασκευάζῃ coni. Mang. 9 λογιζομένῳ coni. Mang. 11 λάθωσιν V 14 ἀπαγορεῦσαι] ἀπηγόρευσε conicio τῆς . . . χρήσεως] τὴν . . . χρῆσιν conicio 16 τιθασά SM Vind.: τιθασσά v τροφὰς ἡμέρους M ὄις ἡμέραις S1, ἡμέραις (i. e. ἡμέροις αἷς) corr. S2; ἡμέροις ἃς coni. Mang. 17 tit. τετραπόδων ὅσα καθαρά add. S mg M 18 πύγαργος Vind.: πύγαρτος SM (v) 19 ἣν SM: ἢν V 20 κατανενόηκεν M: κατανενοηκὼς S (v) οὖσιν S δύνασθαι M) [*](15—233,8 Vind. hist. gr. 67 fol. 58r περὶ τῶν ἐδωδίμων χερσαίων καὶ πρὸς βρῶσιν Μωυσῆς γὰρ ὁ θεόπτης ἐκ τῶν τετραπόδων χερσαίων τὰ ποηφάγα καὶ χλοηφάγα ὑπέδειξεν ἡμῖν καθαρὰ εἶναι καὶ πρὸς βρῶσιν ἐδώδιμα, ἐπεὶ καὶ τὴν φύσιν εἰσὶ τιθασά τροφαῖς ἡμέροις σιτούμενα καὶ μηδὲν εἰς ἐπιβουλὴν πραγματευόμενα. ἁ καὶ δέκα τὸν ἀριθμὸν ἐγνώρισεν εἶναι· μόσχος, ἀμνός, χίμαρος, ἔλαφος, δορκάς, βούβαλος, τραγέλαφος, πύγαργος, ὄρυξ, καμηλοπάρδαλις. διττὰ δὲ σημεῖα ὑπογράφει τούτοις κεκτεῖσθαι (sic), τό τε διχηλεῖν καὶ τὸ μυρικᾶσθαι· οἷς γὰρ μὴ πρόσεστι ταῦτα τὰ σημεῖα, ἀκάθαρτα καὶ ἄβρωτά εἰσι παντελῶς. 17 Deut. 14,4. 5.)

v.5.p.233
νομοθετεῖ μὴ προσπαραλαβὼν καὶ ὥσπερ ἐφαρμόσας τὸν οἰκεῖον τοῖς νομοθετουμένοις ἀριθμόν. ἀριθμῶν δὲ τῶν ἀπὸ μονάδος τελειότατος ἡ δεκὰς καί, ὥς φησι Μωυσῆς, ἱερώτατός τε καὶ ἅγιος, ᾧ τὰ γένη τῶν καθαρῶν ζῴων ἐπισφραγίζεται, βουληθεὶς τὴν τούτων χρῆσιν ἀπονεῖμαι τοῖς μετέχουσι τῆς κατ’ αὐτὸν πολιτείας.

βάσανον δὲ καὶ δοκιμασίαν τῶν δέκα ζῴων ὑπογράφεται κοινῇ κατὰ διττὰ σημεῖα, τό τε διχηλεῖν καὶ τὸ μηρυκᾶσθαι· οἷς γὰρ ἢ μηδέτερον ἢ θάτερον αὐτὸ μόνον πρόσεστιν, ἀκάθαρτα. ταυτὶ δὲ τὰ σημεῖα ἀμφότερα σύμβολα διδασκαλίας καὶ μαθήσεως ἐπιστημονικωτάτης ἐστίν, ᾗ πρὸς τὸ ἀσύγχυτον τὰ βελτίω τῶν ἐναντίων διακρίνεται.

καθάπερ γὰρ τὸ μηρυκώμενον ζῷον, ὅταν διατεμὸν τὴν τροφὴν ἐναπερείσηται τῇ φάρυγγι, πάλιν ἐκ τοῦ κατ’ ὀλίγον ἀνιμᾶται καὶ ἐπιλεαίνει καὶ μετὰ ταῦτ’ εἰς κοιλίαν διαπέμπεται, τὸν αὐτὸν τρόπον καὶ ὁ παιδευόμενος, δεξάμενος δι’ ὤτων τὰ σοφίας δόγματα καὶ θεωρήματα παρὰ τοῦ διδάσκοντος, ἐπὶ πλέον ἔχει τὴν μάθησιν οὐχ οἷός τε ὢν εὐθὺς συλλαβέσθαι καὶ περιδράξασθαι κραταιότερον, ἄχρις ἂν ἕκαστον ὧν ἤκουσεν ἀναπολῶν μνήμῃ συνεχέσι μελέταις — αἱ δ’ εἰσὶ κόλλα νοημάτων — ἐνσφραγίσηται τῇ ψυχῇ βεβαίως τὸν τύπον.

ἀλλ’ οὐδὲν ὡς ἔοικεν ὄφελος ἡ τῶν νοημάτων βεβαία κατάληψις, εἰ μὴ προσγένοιτο διαστολὴ τούτων καὶ διαίρεσις εἴς τε αἵρεσιν ὧν χρὴ καὶ φυγὴν τῶν ἐναντίων, ἧς τὸ διχηλοῦν σύμβολον· ἐπεὶ τοῦ βίου διττὴ ὁδός, ἡ μὲν ἐπὶ κακίαν, ἡ δ’ ἐπ’ ἀρετὴν ἄγουσα, καὶ δεῖ τὴν μὲν ἀποστρέφεσθαι, τῆς δὲ μηδέποτε ἀπολείπεσθαι.

διὰ τοῦθ’ ὅσα ἢ μονώνυχα ἢ πολύχηλα τὰ μὲν ἀκάθαρτα, ὅτι αἰνίττεται μίαν καὶ τὴν [*](2 ἀριθμόν add. Mang. τελειώτατος S 3 ἅγιος] ἁγιώτατος coni. Mang. 5 μετέχουσιν S δοκημασίαν S 6 διχειλεῖν S1, corr. S2 7 μαρυκᾶσθαι S, μαρυκᾶσθαι M, μυρικᾶσθαι Vind. pr. ἢ] ἦ S αὐτὸ S1: αὐτῶ S2, αὐτῶν M 8 ταυτὶ SM: ταῦτα v σύμβολα om. M 10 μαρυκώμενον S, μαρυκώμενον M ὅταν scripsi: ὅτε SM (v) 11 διατεμὸν SM: διατέμνον v 12 ἀνιμᾶται S2M, ἀνειμᾶται S1: ἀναμάττει v 16 μνήμη SM: μνήμην v 17 δ’ εἰσὶ SM: δέ ῶ εἰσι V κόλλα (sic) M 18 ὤφελος S1, corr. corr. S2 20 διχειλοῦν S1, corr. S2 ἐπεὶ] ἡ ἐπὶ M 21 τὴν μὲν SM: τῆς μὲν v 22 ἀπολείπεσθαι S2M, ἀπολιπέσθαι S1: ἀπολιπέσθαι v tit. τετραπόδων τὰ μὴ καθαρά add. S, τετράον πόδα ὅσα μὴ καθαρά mg Μ τοῦτ’ S1, corr. S2 23 μονυχα S (όν ss. S2), μονόνυχα M, corr. Mang. πολύχειλα S1, corr. S2 ἀκάθαρτα ὅτι scripsi: ὅτι ἀκάθαρτα SM: ἀκάθαρτα τὰ μὲν ὅτι coni. Mang.) [*](5 sq. Lev. 11,3. Deut. 14,6. cf. Aristeae epist. § 150 sqq.)

v.5.p.234
αὐτὴν φύσιν ἀγαθοῦ τε καὶ κακοῦ, καθάπερ κοίλου καὶ περιφεροῦς καὶ ἀνάντους ὁδοῦ καὶ κατάντους, τὰ δ’ ὅτι πολλὰς ὁδοὺς μᾶλλον δ’ ἀνοδίας ἐμφαίνει τῷ βίῳ πρὸς ἀπάτην· οὐ γὰρ ῥᾴδιον ἐν πλήθει τὴν ἀνυσιμωτάτην καὶ ἀρίστην ἀτραπὸν καταλαβεῖν.

Τούτους ἐπὶ τῶν χερσαίων τοὺς ὅρους θεὶς ἄρχεται καὶ τῶν ἐνύδρων τὰ πρὸς ἐδωδὴν καθαρὰ διαγράφειν, σημειωσάμενος καὶ ταῦτα διττοῖς χαρακτῆρσι, πτέρυξι καὶ λεπίσι· τὰ γὰρ ἢ μηδέτερον ἢ θάτερον ἔχοντα παραπέμπει καὶ παραιτεῖται. τὸ δ’ αἴτιον οὐκ ἀπὸ σκοποῦ λεκτέον.

ὅσα μὲν ἢ ἀμφοῖν ἀμέτοχα ἢ τοῦ ἑτέρου, κατασύρεται πρὸς τοῦ ῥοώδους ἀντέχειν ἀδυνατοῦντα τῇ βίᾳ τῆς φορᾶς· οἷς δ’ ἑκάτερον πρόσεστιν, ἀποστρέφει καὶ μετωπηδὸν ἀνθίσταται καὶ φιλονεικοῦντα πρὸς τὸν ἀντίπαλον προθυμίαις καὶ τόλμαις ἀηττήτοις γυμνάζεται, ὡς ὠθούμενά τε ἀντωθεῖν καὶ διωκόμενα ἀντεπιτρέχειν, ὁδοὺς ἐν δυσοδίαις ἀναστέλλοντα εὐρείας πρὸς διεξόδους εὐμαρεῖς.

σύμβολα δὲ καὶ ταῦτ’ ἐστί, τὰ μὲν πρότερα φιληδόνου ψυχῆς, τὰ δ’ ὕστερα καρτερίαν καὶ ἐγκράτειαν ποθούσης· ἡ μὲν γὰρ ἐφ’ ἡδονὴν ἄγουσα κατάντης ἐστὶ καὶ ῥᾴστη, συρμὸν ἀπεργαζομένη μᾶλλον ἢ περίπατον, ἀνάντης δὲ ἡ πρὸς ἐγκράτειαν, ἐπίπονος μέν, ἐν δὲ τοῖς μάλιστα ὠφέλιμος· καὶ ἡ μὲν ὑποφέρει καὶ ὑπονοστεῖν ἀναγκάζει τῷ πρανεῖ κατάγουσα, μέχρις ἂν εἰς τὰ τῆς ἐσχατιᾶς ἀποβράσῃ, ἡ δ’ εἰς οὐρανὸν ἄγει τοὺς μὴ προκαμόντας ἀθανατίζουσα, τὸ τραχὺ καὶ δυσαναπόρευτον αὐτῆς ἰσχύσαντας ὑπομεῖναι.

Τῆς δ’ αὐτῆς ἰδέας ἐχόμενος τῶν ἑρπετῶν ὅσα ἢ ἄποδα ἢ συρμῷ τῆς γαστρὸς ἰλυσπώμενα ἢ τετρασκελῆ καὶ πολύποδα φησὶν εἶναι πρὸς ἐδωδὴν οὐ καθαρά, πάλιν αἰνιττόμενος διὰ μὲν ἑρπετῶν τοὺς ἐπὶ κοιλίαις τὸν αἰθυίης τρόπον ἐμφορουμένους καὶ γαστρὶ τῇ ταλαίνῃ δασμοὺς ἀπαύστως εἰσφέροντας ἀκράτου, πεμμάτων, ἰχθύων, συνόλως ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν τετεχνιτευμέναι περιεργίαι μετὰ παντοίων [*](1 καὶ ante περιφεροῦς om. Richt. Tauchn. 4 καταλαβεῖν SM: ἀκαταλαβεῖν Mang. Richt. 5 tit. περὶ ἐνύδρων καθαρῶν add. S mg M ἄρχεται Mang. (in append.): παράρχεται SM, παρέρχεται v 7 πτέρυξι M: om. S; πτερυγίοις add. Mang. 11 καὶ add. Mang. 13 δυσοδίαις S1, ο in ω corr. S2 14 ἀντέλλοντα S1, corr. S2 15 ἐστὶν S 16 ἐπ’ S1, ἐφ’ corr. S2 κατάντην S 19 ὑποφέρειν M 22 tit. περὶ ἑρπετῶν add. S mg M εἰδέας S1 23 τετράσκελα SM, corr. Mang. 24. 25 τῶν ἐπὶ κοιλίαις πορευομένων τοὺς 25 αἰθυίης SM: αἰθύης v ἐμφορουμένους M 27 τεχνιτευμέναι SM, corr. Mang.) [*](6 Lev. 11,9. 10. Deut. 14,9. 10. 22 Lev. 11,20. 23. 41. 42.)

v.5.p.235
ἐδεσμάτων δημιουργοῦσιν ἀναρριπίζουσαι καὶ προσαναφλέγουσαι τὰς ἀπλήστους καὶ ἀκορέστους ἐπιθυμίας, διὰ δὲ τῶν τετρασκελῶν καὶ πολυπόδων τοὺς μὴ ἑνὸς πάθους, ἐπιθυμίας, ἀλλὰ συμπάντων κακοὺς δούλους, ἃ γένει μέν ἐστιν ἀριθμῷ τέτταρα, μυρία δὲ τοῖς εἴδεσιν. χαλεπὴ μὲν οὖν καὶ ἡ ἑνὸς δεσποτεία, βαρυτάτη δὲ καὶ ἀφόρητος, ὡς εἰκός, ἡ πλειόνων.

οἷς δὲ τῶν ἑρπετῶν ὑπεράνω σκέλη τῶν ποδῶν ἐστιν, ὥστε πηδᾶν ἀπὸ τῆς γῆς δύνασθαι, ταῦτ’ ἐν καθαροῖς ἀναγράφει, καθάπερ τὰ τῶν ἀκρίδων γένη καὶ τὸν ὀφιομάχην καλούμενον, πάλιν διὰ συμβόλων ἤθη καὶ τρόπους λογικῆς ψυχῆς διερευνώμενος· ἡ μὲν γὰρ τοῦ σώματος ὁλκὴ φύσει βρίθουσα τοὺς ὀλιγόφρονας συνεφέλκεται τῷ πλήθει τῶν σαρκῶν αὐχενίζουσα καὶ πιέζουσα·

μακάριοι δ’ οἷς ἐξεγένετο κραταιοτέρᾳ δυνάμει πρὸς τὴν ῥοπὴν τῆς ὁλκῆς ἀντιβιάσασθαι παιδείας κανόσιν ὀρθῆς, ἄνω πηδᾶν δεδιδαγμένοις ἀπὸ γῆς καὶ τῶν χαμαιζήλων εἰς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, ὧν ἡ θέα ζηλωτὴ καὶ περιμάχητος τοῖς ἑκουσίως ἀλλὰ μὴ παρέργως ἥκουσιν.

Ἐπεληλυθὼς οὖν τῷ λόγῳ τάς τε τῶν χερσαίων καὶ τὰς τῶν ἐνύδρων ζῴων ἰδέας καὶ νόμοις αὐτὰς ὡς ἐνῆν ἄριστα διακρίνας ἄρχεται καὶ τὴν λοιπὴν φύσιν τῶν ἐν ἀέρι προσεξετάζειν, μυρία γένη τῶν πτηνῶν ἀποδοκιμάσας ὅσα ἢ κατ’ ἄλλων ἢ κατ’ ἀνθρώπων φονᾷ, σαρκοβόρα καὶ ἰοβόλα καὶ συνόλως ἐπιβούλοις κεχρημένα ταῖς δυνάμεσι.

φάττας δὲ καὶ περιστερὰς καὶ τρυγόνας καὶ τὰς γεράνων καὶ χηνῶν καὶ ὁμοιοτρόπων ἀγέλας ἐν τῇ τιθασῷ καὶ ἡμέρῳ τάξει καταριθμεῖ παρέχων τοῖς βουλομένοις τὴν τούτων χρῆσιν ἀδεᾶ.

οὕτως ἐφ’ ἑκάστου τῶν τοῦ κόσμου μερῶν, γῆς ὕδατος ἀέρος, γένη παντοίων ζῴων, χερσαῖα καὶ ἔνυδρα καὶ πτηνά, τῆς ἡμετέρας χρήσεως ὑφαιρῶν, καθάπερ ὕλην πυρός, σβέσιν τῆς ἐπιθυμίας ἀπεργάζεται.

[*](1 αἰδεσμάτων S ἀναρυπίζουσαι S1, corr. S2 τετρασκελῶν S 3 μὴ ἑνὸς M (coni. Mang.): μηδενὸς S 4 ἃ γένει scripsi: ἁ γένη SM, ὧν γένη v ἀριθμῶ δ΄ SM: δ΄ ἀριθμῷ Mang. ἀριθμῷ secludendum videtur 5 εἰκὼς S1, corr. S2 6 tit. περὶ καθαρῶν ἑρπετῶν add. S mg Μ ὥστε] ὡς conicio 8 ὀφιομάχην SM: ὀφιομάχον v 10 ὁλκὴ Mang.: ἀλκὴ SM 11 αὐχενίζουσα] ἄγχουσα coni. Mang. πιαίζουσα S 12 ὁλκῆς SM: ἀλκῆς v (sed ὁλκῆς scribendum esse vidit Mang.) 16 tit. περὶ πτηνῶν add. S mg M ἐπεξεληλυθὼς coni. Mang. 17 εἰδέας S1 19 post πτηνῶν falso interpung. v ἀποδοκημάσας S1, corr. S2 ἄλλων] ἀλλήλων coni. Mang., ἀλόγων ipse conicio 22 τιθάσω (sic) καὶ ἡμέρῳ τάξει SM: τιθασσῶν καὶ ἡμέρων τάξει v)[*](6 Lev. 11,21.22. 19 Lev. 11,13—19. Deut. 14,12—17. cf. Aristeae 146. 21 Deut. 14,11.19.)
v.5.p.236

Κελεύει μέντοι μήτε θνησιμαῖον μήτε θηριάλωτον προσίεσθαι, τὸ μὲν ὡς οὐ δέον κοινωνεῖν τραπέζης ἄνθρωπον ἀτιθάσοις θηρίοις, μόνον οὐ συνευωχούμενον ταῖς σαρκοφαγίαις, τὸ δ’ ὡς τάχα μὲν βλαβερὸν καὶ νοσῶδες, ἐναποτεθνηκότος τοῦ ἰχῶρος μετὰ τοῦ αἵματος, τάχα δ’ ἐπεὶ καὶ τελευτῇ προκατεσχημένον ἁρμόττον ἦν ἄψαυστον διαφυλάττειν, αἰδουμένους τὰς φύσεως ἀνάγκας αἷς προκατελήφθη.

τοὺς περὶ τὰ κυνηγέσια δεινοὺς καὶ βάλλειν θῆρας εὐσκόπως ἐπισταμένους, ἥκιστα διαμαρτάνοντας, καὶ ἐπ’ εὐθήροις ἄγραις ὑψαυχενοῦντας καὶ μάλισθ’ ὅταν σὺν τοῖς κυνηγοῖς ἀνδράσιν ὁμοῦ καὶ σκύλαξι διανέμωσι τὰ μέρη τῶν ἑαλωκότων, ἐπαινοῦσι μὲν οἱ πολλοὶ τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις νομοθετῶν ὡς οὐκ ἀνδρείους μόνον ἀλλὰ καὶ κοινωνικοὺς τὸ ἦθος, μέμψαιτο δ’ ἄν [τις] εἰκότως ὁ τῆς ἱερᾶς εἰσηγητὴς πολιτείας, ἄντικρυς ἀπειρηκὼς θνησιμαίων καὶ θηριαλώτων ἀπόλαυσιν διὰ τὰς εἰρημένας αἰτίας.