De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Ἔνατον μέν ἐστι τουτὶ τῶν δέκα κεφαλαίων, τῶν δὲ ἐν τῇ δευτέρᾳ στήλῃ τὸ τέταρτον ἀριθμῷ, μυρία δὲ τὸν ἀνθρώπινον βίον ὀνῆσαι δυνάμενον, εἰ φυλάττοιτο, ὡς καὶ τοὐναντίον ἀμελούμενον βλάψαι.

ψεκτὸς [*](5) μὲν γὰρ ὁ συκοφάντης, ὁ δὲ τὰ ψευδῆ μαρτυρῶν μᾶλλον ὑπαίτιος· ὁ μὲν γὰρ αὑτῷ βοηθῶν, ὁ δ’ ἄλλῳ συμπράττων πονηρός ἐστιν, ἐν δὲ συγκρίσει κακῶν ἀνδρῶν ὁ δι’ αὑτὸν ἁμαρτάνων τοῦ δι’ ἕτερον ἧττον ἄδικος.

καὶ τὸν μὲν κατήγορον ὑποβλέπεται πᾶς δικαστὴς ὡς ὀλίγα φροντίζοντα τῆς ἀληθείας ἕνεκα τοῦ περιγενέσθαι, διὸ καὶ προοιμίων ἐδέησεν εἰς προσοχὴν ἀκροατοῦ τῷ λέγοντι· τοῦ δὲ μαρτυροῦντος μηδὲν ἐπ’ αὐτῷ προπεπονθὼς ὕπουλον ἐλευθέρᾳ γνώμῃ καὶ ἀναπεπταμένοις ὠσὶν ἀνέχεται, πίστιν καὶ ἀλήθειαν ὑποδυομένου, [τὸ] πραγμάτων μὲν ὠφελιμωτάτων τὰ ὀνόματα, ὀνομάτων δὲ προσαγωγότατα, οἷς καθάπερ [*](1 οὐκ ὀμεῖσθε v: οὐ κομιεῖσθαι SM τῶ ὀνόματι S, τὸ ὄνομα M: ἐπὶ τῷ ὀνόματι v 4 δεδειὼς S1 5 σπουδάζων M: σπουδάζειν S1. σπουδάζει S2 (v) συκοφαντεῖ M: συκοφαντῶν S (v) 7 ἐπειδὴ γὰρ scripsi: ἐπειδήπερ SM (v) 8 πίστιν SM: om. V 9 ἐργάζεσθαι SM: ἐργάσασθαι v δὲ v 10 βέβηλος SM: ἀβέβηλος v ἀγαθὸν καὶ seclusi; ἄγιον vel ἀγαστὸν (pro ἀγαθὸν) coni. Manix. 13 ἔννατον SM (v) δέκα] ι΄ SM 16 ψευδῆ M: ψεύδη S (v) 17 δὲ v ἐστιν S2M: om. S1(v) 18 ἀνδρῶν om. Flor. Laur. ἐξαμαρτάνων Flor. Paris. 21 μηδὲν SM: om. v 22 ἐπ’ αὐτῶ SM: ἐφ’ αὐτῷ v 23 τὸ seclusi et πραγμάτων scripsi: τὸ πρᾶγμα τῶν SM (v) 24 ὠφελημοτάτων S προσαγωγότατα, οἷς scripsi: προσαγωγότατος SM; προσαγωγοτάτοις Mang.) [*](8 ἄτεχνον πίστιν: cf. Arist. Rhet. 1 15 p. 1375 a 21. —19 Flor. Laur. nr. 13 Flor. Par. 3: Φίλωνος: ἐν συγκρίσει—ἄδικος.)

v.5.p.219
δελέασιν ἐπὶ θήρᾳ χρῆται ὧν ὀρέγεται καὶ ποθεῖ.

διὸ πολλαχοῦ παραινεῖ τῆς νομοθεσίας ἀδίκῳ μηδενὶ συναινεῖν, μήτε ἀνθρώπῳ μήτε πράγματι· προκαλεῖται γὰρ ἡ συναίνεσις ἐφ’ ὑγιεῖ μὴ γενομένη τὰ ψευδῆ μαρτυρεῖν, ἐπεὶ καὶ πᾶς, ὅτῳ πρόσαντες καὶ ἐχθρὸν τὸ ἄδικον, ἀληθείᾳ φίλος.

ἑνὶ μὲν οὖν μοχθηρῷ μὴ συναπονοηθῆναι θαυμαστὸν οὐδὲν εἰς τὰ ὅμοια προκαλουμένῳ, πλήθει δὲ ἐπὶ παρανομίαν οἷα κατὰ πρανοῦς ἀθρόᾳ ῥύμῃ φερομένῳ μὴ συνενεχθῆναι γενναίας ψυχῆς ἐστι καὶ φρονήματος ἀνδρείᾳ συγκεκροτημένου.

ἔνιοι γὰρ τὰ τοῖς πολλοῖς δοκοῦντα, κἂν παρανομώτατα ᾖ, νόμιμα καὶ δίκαια εἶναι νομίζουσι, κρίνοντες οὐκ εὖ· φύσει γὰρ ἕπεσθαι καλόν, ἀκολουθίᾳ φύσεως δ’ ἀντίπαλον ὄχλου φορά.

ἐὰν οὖν κατὰ θιάσους καὶ πολυανθρώπους ὁμίλους ἀγειρόμενοί τινες νεωτερίζωσι, τούτοις οὐ συναινετέον ὡς τὸ ἀρχαῖον καὶ δόκιμον τῆς πολιτείας νόμισμα παρακόπτουσι·

  • σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
  • νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία μεῖζον κακόν.
  • ἀλλὰ τοσαύτῃ τινὲς ὑπερβολῇ

    χρῶνται μοχθηρίας, ὥστ’ οὐ μόνον ἀνθρώπων ἀγένητα κατηγοροῦσιν, ἀλλ’ ἐπιμένοντες τῇ μοχθηρίᾳ διαίρουσι καὶ τείνουσι τὸ ψεῦδος ἄχρι οὐρανοῦ, τῆς μακαρίας καὶ εὐδαίμονος θεοῦ φύσεως καταμαρτυροῦντες· εἰσὶ δ’ οὗτοι τερατοσκόποι καὶ οἰωνοσκόποι καὶ θύται καὶ ὅσοι ἄλλοι μαντικὴν ἐκπονοῦσι τὴν σὺν τέχνῃ κακοτεχνίαν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπιτηδεύοντες, παράκομμα τῆς ἐνθέου κατοκωχῆς καὶ προφητείας.

    προφήτης μὲν γὰρ οὐδὲν ἴδιον ἀποφαίνεται τὸ παράπαν, ἀλλ’ ἔστιν ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου πάνθ’ ὅσα προφέρεται, καθ’ ὃν χρόνον ἐνθουσιᾷ γεγονὼς ἐν ἀγνοίᾳ, μετανισταμένου μὲν [*](2 πράγματι SM: τῷ πράγματι v 3 ἡ] ᾗ Mang. Richt. ὑγιῆ M τὰ ψευδῆ μαρτυρεῖν SM: τῷ ψευδομαρτυρεῖν v 4 πρόσαντες SM: πρόσαντές v ἀληθεία SM: ἀληθείας v 5 μὴ om M 6 παρανομίαν Mang.: παρανομία SM 8 ἔνιοι Mang.: ἔνια SM δοκοῦντα SM: om. v 10 δὲ v φορά SM: φοράν V 11 ἀγειρόμενοι M, ἀγηρόμενοι S: ἐγηρόμενοι v νεωτερίζωσι scripsi: νεωτερίζοιεν M, νεωτερίζεσθαι 8 (v) 12 τούτοις M (Mang.): τούτους S 13 παρακόπτουσιν S 14 χεῖρας SM (v) 17 ἐπιμένοντες SM: ἐπὶ μέν τε (sic) v, quod in ἐπιμανόντες corrigere voluit Mang. 17. 18 διαίρουσι (sic) M, διαιροῦσι S 18 τείνουσι SM: τέμνουσι v 19 δὲ v τερασκόποι M 20 θύται S, θύται M: θύται V ἐκπονοῦσιν S 20.21 κακοτεχνίαν SM: ἀτεχνίαν v 21 ἐνθέου Mang.: ἐντέχνου SM 22 κατοκωχῆς scripsi: κατακωχῆς SM (v) προφήτης μὲν SM: προφήτης τε μὲν v 23. 24 προφέρεται ἐρέται S, προσφέρεται M: προφέρει v 24 καὶ ante καθ’ add. Mang., om. SM ἀγνοίᾳ] ἀνοίᾳ coni. Mang.) [*](1.2 Exod. 23,1. Deut. 19, 16—19. 6 Exod. 23,2. 14. 15 Eurip. frg. 200,3. 4)

    v.5.p.220
    τοῦ λογισμοῦ καὶ παρακεχωρηκότος τὴν τῆς ψυχῆς ἀκρόπολιν, ἐπιπεφοιτηκότος δὲ καὶ ἐνῳκηκότος τοῦ θείου πνεύματος καὶ πᾶσαν τῆς φωνῆς ὀργανοποιΐαν κρούοντός τε καὶ ἐνηχοῦντος εἰς ἐναργῆ δήλωσιν ὧν προθεσπίζει.

    τῶν δὲ τὴν παράσημον καὶ βωμολόχον μαντικὴν ζηλούντων ἕκαστος ταῖς εἰκασίαις καὶ στοχασμοῖς ἀνοίκειον τάξιν παρατίθησι τὴν τῆς ἀληθείας καὶ τοὺς ἀβεβαίους τὸ ἦθος ὑπαγόμενος ῥᾳδίως καθάπερ ἀνερμάτιστα σκάφη πολὺς ἀντιπνεύσας ἄνεμος ἀνωθεῖ καὶ ἀνατρέπει, διακωλύων ὑποδρόμοις ἀσφαλέσι προσσχεῖν εὐσεβείας· τὰ γὰρ τοπασθέντα προλέγειν οἴεται δεῖν ὡς οὐκ αὐτὸς εὑρών, ἀλλ’ ὡς ἀφανῶς αὐτῷ μόνῳ χρησθέντα θεῖα λόγια, πρὸς βεβαιοτέραν πίστιν ἀπάτης μεγάλων καὶ πολυανθρώπων ὁμίλων.

    τὸν τοιοῦτον εὐθυβόλῳ ὀνόματι ψευδοπροφήτην προσαγορεύει, κιβδηλεύοντα τὴν ἀληθῆ προφητείαν καὶ τὰ γνήσια νόθοις εὑρήμασιν ἐπισκιάζοντα. χρόνῳ δὲ παντάπασιν ὀλίγῳ διακαλύπτεται τὰ τοιαῦτα στρατηγήματα, τῆς φύσεως οὐκ ἀεὶ κρύπτεσθαι φιλούσης, ἀλλ’ ὁπόταν καιρὸς ᾖ τὸ ἴδιον κάλλος ἀναφαινούσης ἀηττήτοις δυνάμεσιν.

    ὡς γὰρ ἐν ταῖς ἡλιακαῖς ἐκλείψεσιν αἱ ἀκτῖνες πρὸς βραχύτατον ἀμαυρωθεῖσαι μικρὸν ὕστερον ἀναλάμπουσιν ἄσκιον καὶ τηλαυγὲς ἐπιδεικνύμεναι φέγγος, μηδενὸς ἐπιπροσθοῦντος ἡλίῳ τὸ παράπαν, [ἀλλ’ ὡς ἐν αἰθρίᾳ καθαρᾷ ὁλοστὸν ἀναφαίνοντι], οὕτως κἂν χρησμολογῶσί τινες μαντικὴν μὲν ἐπεψευσμένην τεχνάζοντες, ὑποδυόμενοι δ’ εὐπρεπὲς ὄνομα τὸ προφητείας, ἐνθουσιάσεις καταψευδόμενοι θεοῦ, διελεγχθήσονται ῥᾳδίως· ἥξει γὰρ πάλιν ἡ ἀλήθεια καὶ ἀναλάμψει φῶς ἀστράπτουσα τηλαυγέστατον, ὡς τό γε ἐπισκιάσαν ψεῦδος ἀφανισθῆναι.

    πάγκαλον μέντοι κἀκεῖνο προσδιετάξατο κελεύσας ἑνὸς μαρτυρίαν μὴ προσίεσθαι· πρῶτον μὲν ὅτι ἐνδέχεται ἕνα καὶ παριδεῖν τι καὶ παρακοῦσαι καὶ παρενθυμηθῆναι καὶ [*](2 δὲ om. M ἐνοικηκότος S 3 τε SM: om. v 4 παράσιμον S1 βωμολόχων M 5 εἰκασίαις S2: ἱκεσίαις S1M παρατίθησιν S 7 ἀνερμάτιστα S2: ἐν ἕρματι τὰ S1M ἄνεμος Mang. 8 προσσχεῖν Richt.: προσχεῖν SM εὐσεβείας SM: τῆς εὐσεβείας v 11 εἰθυβόλω S, ἰθυβόλω M 13 εὑρήμασιν S2: εὑρέμασιν S1M (v) 15 ᾖ] εἶ M 16 ἡλιακαῖς S: σεληνιακαῖς M αἱ ἀκτῖνες Mang.: καὶ ἀκτῖνες SM 18. 19 ἀλλ’ ὡς—ἀναφαίνοντι seclusi 19 ὁλοστὸν SM: ὅλοστον Mang.; ὅλως αὐτὸν coni. Mang. 20 μὲν om. M ἐπεψευσμένην SM: ἐψευσμένην v δὲ v 20.21 τό προφητείας SM: τὸ om. v 21 ἐνθουσιάσεις scripsi: ἐνθουσιώσεις S, ἐνθουσιώσης M 22 ἀστράπτουσα SM: ἀπαστράπτουσα ν 23 μέντοι SM: μὲν v 24 προδιετάξατο M κελεύ·σας SM: κελευσάμενος v 25 καὶ παρακοῦσαι M mg S, καὶ ἀκοῦσαι in textu S: καθ’ ἑκούσιον Μang. in textu, κατ’ ἀκούσιον in notis) [*](24 Num. 35,30. Deut. 17,6. 19,15.)

    v.5.p.221
    ἀπατηθῆναι, δόξαι γὰρ αἱ ψευδεῖς μυρίαι καὶ ἀπὸ μυρίων εἰώθασι προσπίπτειν·

    δεύτερον δὲ ὅτι κατὰ πλειόνων ἢ καὶ καθ’ ἑνὸς ἀδικώτατον ἑνὶ χρῆσθαι μάρτυρι, τῶν μὲν ὅτι δὴ πρὸς πίστιν ἀξιονικότεροι ἑνός, τοῦ δ’ ἐπειδὴ κατ’ ἀριθμὸν οὐ προφέρει, τὸ δ’ ἴσον πλεονεξίας ἀλλότριον· τί γὰρ μᾶλλον τῷ μάρτυρι καθ’ ἑτέρου διεξιόντι ἢ τῷ κατηγορουμένῳ ὑπὲρ αὑτοῦ λέγοντι συναινετέον; ἄριστον δ’ ὡς ἔοικεν ἐπέχειν, ἔνθα μηδὲν ἐνδεῖ μηδὲ ὑπερβάλλει.

    Οἴεται δεῖν ὁ νόμος ἅπαντας μὲν τοὺς συμφερομένους τῇ κατὰ Μωυσέα ἱερᾷ πολιτείᾳ παντὸς ἀλόγου πάθους καὶ πάσης κακίας ἀμετόχους εἶναι μᾶλλον ἢ τοὺς τοῖς ἄλλοις νόμοις χρωμένους, διαφερόντως δὲ τοὺς λαχόντας ἢ χειροτονηθέντας δικάζειν. ἄτοπον γὰρ ἁμαρτήμασιν ἐνόχους εἶναι τοὺς τοῖς ἄλλοις τὰ δίκαια βραβεύειν ἀξιοῦντας, οἷς ἀναγκαῖον καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς ἀπομάττεσθαι τὰ φύσεως ἔργα πρὸς μίμησιν.

    ὡς γὰρ ἡ τοῦ πυρὸς δύναμις ἀλεαίνουσα ὧν ἂν προσάψηται θερμὴ πολὺ πρότερον αὐτὴ καθέστηκεν ἐξ αὑτῆς καὶ κατὰ τοὐναντίον ἡ τῆς χιόνος τῷ κατεψύχθαι καὶ τἄλλα ἐπιψύχει, οὕτως ὀφείλει καὶ δικαστὴς ἀνάπλεως εἶναι δικαιοσύνης ἀκραιφνοῦς, εἴ γε μέλλει τὰ δίκαια τοῖς ἐντευξομένοις ἐπάρδειν, ἵν’ ὥσπερ ἀπὸ πηγῆς γλυκείας [*](1 μυρίαι S: μαρτυρίαι M 2 ἀδικώτατον SM: ἀδικωτάτῳ v 3 ἑνὶ addidi τῶν scripsi (coni. etiam Mang.): τὸν S, τὸ M; πρῶτον v 4 δὲ (bis) v 6 αὑτοῦ S: αὐτοῦ M λέγοντι ὑπὲρ αὑτοῦ conicio 7 ἐνδεῖ . . . ὑπερβάλλει S2M: ἐνδῆ . . . ὑπερβάλλῃ S1 (v) 8 tit. τὰ πρὸς δικαστήν SMG: φίλωνος ἰουδαίου τὰ πρὸς δικαστήν A, τοῦ αὐτοῦ κεφάλαια νόμων τὰ πρὸς τὸν δικαστήν F, τὰ περὶ δικαστοῦ H, φίλωνος τὰ περὶ δικαστοῦ P 9 νόμος] γρ. καὶ νομοθέτης mg M μὲν SM: om. ceteri (v) 10 μωσέα codd.; Μωυσῆν conicio 11 μᾶλλον ἢ τοὺς τοῖς ἄλλοις νόμοις χρωμένους SM: om. ceteri (v) 12 τοὺς λαχόντας SM: τοὺς τοῖς ἄλλοις μὰ λαχόντας ceteri (v) 13 ἁμαρτήσασιν F μα ss. F2), ἁμαρτάνουσιν S 14 ἀπ’ om. H (Turn.) ἀπ’ ἀρχετύπου] ἀπαρχὰς τύπους S ἐναπομάττεσθαι coni. Mang. 15 τὰ om. D ἀλεαίνουσα in textu S, ἀλεύουσα mg S, λεαίνουσα D 16 ὧν] ὃν D πολὺ om. D αὐτῆς MP, ὒ ex ὒ corr. Η τ 17 χιῶνος S1 τῷ] τὸ S καπεψύχθαι (sic) S τἄλλα Α: τἄλλ’ SF, τἄλλ’ ceteri, τὰ ἄλλα D 18 μέλλοι Α 19 ἐπάρδειν] ἐπᾴδειν SD 12—19 DR fol. 157v Φίλωνος: ἄτοπον cod. Cahirinus apud Tischend. Philonea p. 155: ἄτοπον—ἀξιοῦντας. pergit p. 2238.)

    v.5.p.222
    φέρηται νᾶμα πότιμον τοῖς διψῶσιν εὐνομίας.

    τουτὶ δὲ συμβήσεται, ἐάν τις δικάζειν εἰσιὼν ἐν ταὐτῷ νομίσῃ κρίνειν τε καὶ κρίνεσθαι καὶ ἀναλαμβάνῃ ἅμα τῇ ψήφῳ σύνεσιν μὲν εἰς τὸ μὴ ἀπατᾶσθαι, δικαιοσύνην δὲ εἰς τὴν τῶν κατ’ ἀξίαν ἐπιβαλλόντων ἑκάστοις ἀπονομήν, ἀνδρείαν δὲ εἰς τὸ ἀνένδοτον πρὸς ἱκεσίας καὶ οἴκτους κατὰ τὰς τῶν ἑαλωκότων τιμωρίας.

    ὁ τούτων ἐπιμελούμενος τῶν ἀρετῶν κοινὸς εὐεργέτης εἰκότως ἂν νομίζοιτο, κυβερνήτου τρόπον ἀγαθοῦ τοὺς χειμῶνας τῶν πραγμάτων ἐξευδιάζων ἕνεκα σωτηρίας καὶ ἀσφαλείας τῶν τὰ οἰκεῖα ἐπιτετροφότων αὐτῷ.

    Κελεύει δὴ πρῶτον ὁ νόμος τῷ δικαστῇ μὴ παραδέχεσθαι ἀκοὴν ματαίαν. τί δὲ τοῦτ’ ἐστίν; ἔστω, φησίν, ὦ οὗτος, τὰ ὦτά σου κεκαθαρμένα· καθαρθήσεται δέ, ἐὰν νάμασι σπουδαίων λόγων συνεχῶς ἐπαντλῆται, τὰς ματαίους καὶ πεπατημένας καὶ χλεύης ἀξίας μυθογράφων ἢ μιμολόγων ἢ τυφοπλαστῶν τὰ μηδενὸς ἄξια σεμνοποιούντων μακρὰς ῥήσεις μὴ προσιέμενα.

    δηλοῦται δ’ ἐκ τοῦ μὴ παραδέχεσθαι ματαίαν ἀκοὴν καὶ ἕτερόν τι τῷ προτέρῳ συνᾷδον· τοῖς ἀκοὴν μαρτυροῦσι, φησίν, ὁ προσέχων ματαίως καὶ οὐχ ὑγιῶς προσέξει· διὰ τί; ὅτι ὀφθαλμοὶ μὲν αὐτοῖς ἐντυγχάνουσι τοῖς γινομένοις, ἐφαπτόμενοι τρόπον τινὰ τῶν πραγμάτων καὶ ὅλα δι’ ὅλων καταλαμβάνοντες, φωτὸς συνεργοῦντος, ᾧ πάντα αὐγάζεταί τε καὶ διελέγχεται, ὦτα δ’, ὡς ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν προτέρων, ὀφθαλμῶν ἀπιστότερα, πράγμασι μὲν οὐκ ἐντυγχάνοντα, ἑρμηνεῦσι δὲ πραγμάτων λόγοις οὐκ ἀεὶ πεφυκόσιν ἀληθεύειν περιελκόμενα. [*](2 νομίσῃ] νομίζειν τε corr. in νομίσῃ H; νομίζῃ v 4 δὲ SM: δ’ ceteri ἀνδρείαν SH2: ἀνδρίαν ceteri δὲ] τὲ S (Mang.) 5 εἰς S: καὶ A, ceteri (v) καὶ ante κατὰ add. S τῶν om. FA 6 ὁ S: ὁ γὰρ ceteri (v) ἐπιμελόμενος Α 8 ἀσφαλείας] ὠφελείας F τῶν om. Turn. τ’ οἰκεῖα P 8.9 ἐπιτετροφότων S1: ἐπιτετραφότων ceteri (v) 10 tit. εἰς τὸ μὴ παραδέξῃ ἀκοὴν ματαίαν add. S mg M 12 ἐὰν] ἂν S νάμασι SF: νάματι ceteri (v) λόγων om. in textu S, add. mg S 13 ἐπαντλῆται FA, ἑ ex ἁ corr. H, ἐπαντλεῖται S: ἀπαντλῆται MGP ματαίας SAP χλεύγης S 14 τυφοπλαστῶν SA: τυφλοπαστῶν F, τυφλοπλαστῶν ceteri (v) τὰ] τοῦ F 14. 15 μακρὰ ῥήσει S 15 προσιέμενος S δὲ M 16 συνᾴδων S1, corr. S2 ἀκοὴν μαρτυροῦσι scripsi: ἀκοὴ μ. codd. (v) 17 οὐκ S1, corr. S2 προσέξει S: προσέχει ceteri (v) διὰ τί; ὅτι] διότι HP (v) 18 γιγνομένοις M τινὰ τρόπον transp. F 19 δι’ ὅλου HP (Turu.) συνεργοῦντος om. S πάντ’ Α, τὰ πάντα G 20 διελέγχεται] καταλάμπεται S δὲ M 21 πράγμασι μὲν οὐκ ἐντυγχάνοντα om. S 21. 22 ἑρμηνεύεσει S 22 περιελκόμενος F) [*](10 Exod. 23,1. 20. 21 Herod. I 8. (Heraclit. ap. Polyb. XII 27,1). cf. Leutsch GPG II p. 744. R. V. Scala, Studien des Polyb. Ι p.)

    v.5.p.223