De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἀφ’ οὗ καὶ τῶν πόλεων αἱ εὐνομώταται διττοὺς ἐπιμελητὰς καὶ ἄρχοντας αἱροῦνται τῆς κοινῆς εὐκοσμίας καὶ ἀσφαλείας, τοὺς μὲν ἐντὸς τοῦ τείχους, οὓς ἀστυνόμους προσαγορεύουσι, τοὺς δ’ ἐκτός, οἷς ὄνομα οἰκεῖον τίθενται, καλοῦσι γὰρ αὐτοὺς ἀγρονόμους· ἀγρονόμων δὲ τίς ἂν ἦν χρεία τὸ πᾶν, εἰ μὴ κἀν τοῖς χωρίοις ἦσάν τινες ἐπὶ λύμῃ τῶν πλησίον ζῶντες;

ἐὰν οὖν τις ποιμὴν ἢ αἰπόλος ἢ βουκόλος ἢ συνόλως ἀγελάρχης ἀγρὸν ἑτέρου βόσκῃ καὶ κατανέμῃ φειδὼ μηδεμίαν ποιούμενος μήτε καρπῶν μήτε δένδρων, ὅμοιον ἀποτινέτω κτῆμα προσόδου τῆς ἴσης.

καὶ ἀγαπάτω τοῦθ’ ὑπομένων, ἐπιεικοῦς καὶ σφόδρα συγγνώμονος τυχὼν τοῦ νόμου, ὃς αὐτὸν τὰ πολεμίων ἀσπόνδων ἐργασάμενον, οἷς τὰς ἀρούρας δῃοῦν ἔθος καὶ φυτὰ ἥμερα διαφθείρειν, οὐχ ὡς κοινὸν ἐχθρὸν ἐτιμωρήσατο θάνατον ἢ φυγὴν ἢ τὸ γοῦν τελευταῖον, ἁπάσης στέρησιν τῆς οὐσίας, ὁρίσας, ἀλλ’ αὐτὸ μόνον δικαιώσας ἐπανορθώσασθαι τὸ βλάβος τῷ κυρίῳ.

προφάσεις γὰρ ἀεὶ ζητῶν, αἷς ἐπελαφριεῖ τὰ ἀτυχήματα, δι’ ὑπερβάλλουσαν ἡμερότητα καὶ τὴν ἐκ φύσεως καὶ μελέτης φιλανθρωπίαν, εὗρεν ἀπολογίαν οὐκ ἀπῳδὸν ὑπὲρ τοῦ νομέως, τὴν φύσιν τῶν θρεμμάτων ἄλογον οὖσαν καὶ ἀπειθῆ, καὶ μάλισθ’ ὅταν ὀρέγηται τροφῆς.

ἔστω μὲν οὖν ὑπόδικος, ὅτι τὴν ἀρχὴν ἤλασε τὴν ἀγέλην εἰς ἀνεπιτήδειον χωρίον· μὴ πάντων δὲ τῶν συμβεβηκότων ἐχέτω τὰς αἰτίας, εἰκὸς γὰρ αὐτὸν [*](2 τῶν ἀφ’ αἵματος SM: τῶν om. v κτὰ μείζονα περιγραφὴν Mang.: καὶ τὰ μείζονα περὶ γραφὴν S, καὶ τὰ μείζονα γραφὴν M 4 tit. περὶ βλάβης add. S mg M εἶπεν S 5 ἥμερος S1, ἵμερος corr. S2 7 καὶ add. Mang., om. SM ἀφ’ οὗ SM: ἀφ’ ὦν v 8 αἰ εὐνομώτατοι M 9 οὓς om. M 10 προσαγορεύουσιν S τοὺς Mang.: τοῖς SM δὲ v τίθενται SM: ἐπιτίθενται V καλοῦσιν S τὸ πᾶν SM: om. v 12 λοίμη S 14 βόσκῃ M: βοσκήση S (v) 15 ἀποτεινέτω S (Mang.), ἀποτιννύτω M κτῆμα] τμῆμα conicio προσόδου τῆς ἴσης M, προσόδους τῆς ἴσης S: πρόσοδον τὴν ἴσην V 16 τοῦτ’ S1 17 ὃς M (Mang.): ὡς S 21 ἐπελαφριοῖ M 23 οὐκ ἀπῳδόν SM: om. v 24 μάλιστ’ S) [*](12 sqq. Exod. 225.)

v.5.p.215
μὲν τοῦ κακοῦ λαβόντα τὴν αἴσθησιν ἐξελαύνειν ἐπιχειρεῖν τάχιστα, τὴν δ’ ἅτε χλοηφαγοῦσαν, ἁπαλῶν τε καρπῶν καὶ βλαστῶν ἐμφορουμένην, ἀντιφιλονεικεῖν.

Βλάπτουσι δ’ οὐ μόνον κατανέμοντες βοσκήμασιν ἀλλοτρίας κτήσεις, ἀλλὰ καὶ πῦρ ἀπερισκέπτως καὶ ἀπροοράτως ἀναφλέγοντες. ἡ γὰρ τοῦ πυρὸς δύναμις ὕλης λαβομένη πανταχόσε ᾄττουσα νέμεταί τε καὶ χεῖται, καὶ ἐπειδὰν ἅπαξ κρατήσῃ, σβεστηρίων ὅσα ἂν ἐπιφέρῃ τις ἀλογεῖ καταχρωμένη καὶ τούτοις ἀντὶ τροφῆς εἰς συναύξησιν, ἕως ἂν πάντα ἐξαναλώσασα αὐτὴ δαπανηθῇ πρὸς αὑτῆς.

προσήκει δὲ μήτ’ ἐν οἰκίαις μήτ’ ἐπαύλεσιν ἀφύλακτον πῦρ ἐᾶν, ἐπισταμένους ὅτι σπινθὴρ ἐντυφόμενος εἷς πολλάκις ἀνερριπίσθη καὶ μεγάλας ἐνέπρησε πόλεις, καὶ μάλιστα ἐπιφόρῳ πνεύματι ῥυείσης τῆς φλογός.

ἐν γοῦν τοῖς ἀσυμβάτοις πολέμοις ἡ πρώτη καὶ μέση καὶ τελευταία δύναμίς ἐστι διὰ πυρός, ᾗ πιστεύουσι μᾶλλον ἢ ταῖς πεζῶν καὶ ἱππέων καὶ ναυμάχων τάξεσι καὶ ταῖς ὅπλων καὶ μηχανημάτων ἀφθόνοις παρασκευαῖς· πυρφόρον γάρ τις οἰστὸν βαλὼν καιρίως εἰς πολὺν νηῶν στόλον αὐτοῖς ἐπιβάταις κατέφλεξεν ἢ στρατόπεδα πολυάνθρωπα μετὰ τῶν παρασκευῶν, ἐφ’ αἷς ἐπεποίηντο τὰς τοῦ νικᾶν ἐλπίδας, ἐξανάλωσεν.

ἐὰν οὖν εἰς ἀκανθώδη φορυτὸν πῦρ ἐμβάλῃ τις, ὁ δ’ ἀναφλεχθεὶς προσεμπρήσῃ ἅλω πυρῶν ἢ κριθῶν ἢ ὀρόβων ἢ δράγματα ἀσταχύων συγκεκομισμένα ἢ βαθύγειον πεδιάδα χλοηφοροῦσαν, ἀποτινύτω τὸ βλάβος ὁ τὸ πῦρ ἐμβαλών, ἵν’ ἐκ τοῦ παθεῖν μάθῃ τὰς πρώτας τῶν πραγμάτων ἐνστάσεις εὖ μάλα φυλάττεσθαι καὶ μὴ δύναμιν ἀήττητον καὶ φύσει φθοροποιὸν ἀνακινῇ καὶ ἀνεγείρῃ δυναμένην ἠρεμεῖν.

[*](2 δὲ V ἀπαλῶν τε scripsi: ἀπαλῶν ἅτε SM ἐμφορουμένην S2M: ἐμφορουμένων S1 (v) 4 tit. περὶ τοῦ μὴ ἀπερισκέπτως πῦρ ἐξάπτειν ἀκάνθαις add. S mg M βλάπτουσιν S 6 νέμεταί τε SM: τε om. v 8 ἀλογεῖ SM: om. V καὶ SM: μὲν v 8.9 ἕως ἂν πάντα scripsi: ἕως ἂν τὰ S1, ἕως πάπα S2M (v) 9 αὐτῆς M 9. 10 μήτε . . . μήτε v 11 ἐνερριπίσθη S ἐνέπρησε SM: ἀνέπρησε v 12 ῥείσης (sic) M 13 δύναμις ἐστὶ(ν) SM: ἐστὶ om. v 14 πιστεύουσα Mang. (Richt.) ἱππέων SM: ἵππων v τάξεσιν S 15 μηχανημάτων Mang.: ναυμαχητῶν SM 16 λβὼν S1, βαλὼν corr. S2 17 ἡ SM: καὶ v 19 πῦρ ἐμβάλῃ SM: παρεμβάλῃ v δὲ V 21 ἀποτιννύτω SM (v) 23 φύσει SM: om. v 24 δυναμένην ἠρεμεῖν ἱερώτατον: S ἱερώτατον cum sequentibus coniungendum esse vidit Mang.) 18 Exod. 226.)
v.5.p.216

Ἱερώτατον παρακαταθήκη τῶν ἐν κοινωνίᾳ πραγμάτων ἐστίν, ἐπὶ τῇ τοῦ λαβόντος κειμένη πίστει. δάνεια μὲν γὰρ ἐλέγχεται διὰ συμβολαίων καὶ γραμμάτων, τὰ δ’ ἄνευ δανείων ἐν χρήσει φανερῶς διδόμενα τοὺς θεασαμένους ἔχει μάρτυρας.

παρακαταθηκῶν δ’ οὐχ οὗτος ὁ τρόπος, ἀλλὰ μόνος τις αὐτὸς δίδωσι μόνῳ κρύφα, περιβλεπόμενος τὸν τόπον, μηδ’ ἀνδράποδον ἕνεκα τοῦ διακομίσαι προσπαραλαβών, εἰ καὶ τύχοι φιλοδέσποτον· εἰς γὰρ τὸ ἀναπόδεικτον ἑκάτερος σπεύδειν ἔοικεν, ὁ μὲν ἵνα λάθῃ δούς, ὁ δὲ ἵνα ἀγνοῆται λαβών. ἀοράτῳ δὲ πράγματι πάντως ἀόρατος μεσιτεύει θεός, ὃν εἰκὸς ὑπ’ ἀμφοῖν μάρτυρα καλεῖσθαι, τοῦ μὲν ὡς ἀποδώσοντος ὅταν ἀπαιτῆται, τοῦ δ’ ἐν καιρῷ κομιουμένου.

μέγιστον οὖν ἀδίκημα δρῶν ὁ παρακαταθήκην ἀρνούμενος μὴ ἀγνοείτω, ψεύσας μὲν ἐλπίδος τὸν ἐπιτρέψαντα, μοχθηρὰ δ’ ἤθη κατασκεπάσας λόγοις ἐπιεικέσιν, ἀπιστίαν δὲ καθυποκρινάμενος νόθην πίστιν, ἀσυμβάτους ἀποφήνας δεξιὰς καὶ ἀτελεῖς ὅρκους· ὡς ἀνθρωπείων τε καὶ θείων ὠλιγωρηκέναι καὶ διττὰς ἀρνεῖσθαι παρακαταθήκας, τὴν μὲν τοῦ τὰ οἰκεῖα ἐπιτρέψαντος, τὴν δὲ τοῦ ἀψευδεστάτου μάρτυρος, ὃς τὰ πάντων ἐφορᾷ καὶ τὰ πάντων ἐπακούει καὶ προαιρουμένων καὶ μὴ θελόντων.

ἐὰν δ’ ὁ μὲν λαβὼν ὡς ἱερὸν χρῆμα παρακαταθήκην ἄψαυστον οἴηται δεῖν φυλάττειν, σέβων ἀλήθειάν τε καὶ πίστιν, οἱ δὲ τῶν ἀλλοτρίων ἔφεδροι βαλαντιοτόμοι καὶ τοιχωρύχοι παρεισφθαρέντες ὑφέλωνται, συλληφθέντες ἐκτινέτωσαν ἐπιτίμια διπλᾶ [τὰ κλεπτῶν εὑρεθέντα].

εἰ δὲ μὴ συλληφθεῖεν οὗτοι, προσίτω γνώμῃ ἑκουσίῳ ὁ λαβὼν εἰς τὸ [*](1 tit. περὶ παρακαταθηκῶν add. S mg M 3 συμβολαίων Mang.: συμβολέων SM δὲ V 4 διδόμενα SM: γινόμενα v δὲ v 5 δίδωσιν S 6 μηδὲ v 7 φιλοδέσποτον SM: φιλοδεσποτῶν V 8 λάθῃ M (coni. Mang.): λάβη S ὁ δ’ S ἵν’ M ἀγνοεῖται SM 9 μεσιτεύῃ M ὑπ’ ἀμφοῖν scripsi: ἐπ’ ἀμφοῖν SM (v) 10 ἀπαιτεῖται S τοῦ δ’ SM: τοῦ δὲ ὡς v 12 ἐπιτρέψοντα S δὲ Y 13 κατασκεπάσας scripsi: κατασκευάσας SM (v) ; κατασκιάσας coni. Mang. ἀπιστίαν scripsi (sic fortasse M): ἀπιστία S(M?) ; ἀπιστίᾳ v 14 ἀνθρωπείων M, ἀνθρωπίων S: ἀνθρωπίνων v 18 δὲ v ἄψαυστον M οἱ (coni. Mang.): ἄψευστον S 19 οἴηται S: οἴεται M (v) 20 τειχωρύχοι M 21 ἐκτεινέτωσαν S, ἐκτιννύτωσαν M τὰ κλεπτῶν εὑρεθέντα seclusit Mang. 22 προσίτω Mang. (cf. LXX): προείτω S, προίτω M 1 cf. Ioseph. Ant. lud. IV § 285 παρακαταθήκην δὲ ὥσπερ ἱερόν τι καὶ θεῖον χρῆμα ὁ παραλαβὼν φυλακῆς ἀξιούτω. 16. 17 cf. Hom. Od. λ 109. μ 323. 18 Exod. 227. 22 Exod. 22,8. d. loseph. Am. lud. IV § 287 εἰ δὲ μηδὲν ἐπίβουλον δρῶν ὁ πιστευθεὶς ἀπολέσειεν, ἀφικόμενος ἐπὶ τοὺς ἑπτὰ κριτὰς ὀμνύτω τὸν θεόν, ὅτι μηδὲν παρὰ τὴν αὑτοῦ βούλησιν ἀπόλοιτο καὶ κακίαν, οὐδὲ χρησαμένου τινὶ μέρει αὐτῆς, καὶ οὕτως ἀνεπαιτίατος ἀπίτω.)

v.5.p.217
θεῖον δικαστήριον καὶ ἀνατείνας τὰς χεῖρας εἰς οὐρανὸν ὀμνύτω κατ’ ἐξωλείας ἑαυτοῦ, μήτε τι μέρος τῆς παρακαταθήκης νοσφίσασθαι μήτε ἑτέρῳ κοινοπραγῆσαι μήτε ὅλως συνεπιψεύσασθαι κλοπὴν οὐ γενομένην· ἄτοπον γὰρ ἢ τὸν μηδὲν ἠδικηκότα ζημιοῦν ἢ τὸν συνδραμόντα εἰς φίλου πίστιν ὑφ’ ἑτέρων ἀδικηθέντα βλάβης αἴτιον ἐκείνῳ γενέσθαι.

παρακαταθῆκαι δ’ οὐ μόνον ἐν ἀψύχοις εἰσίν, ἀλλὰ καὶ ζῴοις, ὧν διττὸς ὁ κίνδυνος, ὁ μὲν πρὸς τὰ ἄψυχα κοινὸς διὰ κλοπῆς, ὁ δὲ ἴδιος καὶ ἐξαίρετος διὰ θανάτου. λέλεκται μὲν οὖν περὶ τοῦ προτέρου, χρὴ δὲ καὶ περὶ τοῦ δευτέρου προσνομοθετεῖν.

ἐὰν οὖν ἐν παρακαταθήκῃ θρέμματα τελευτήσῃ, μεταπεμψάσθω τὸν ἐπιτρέψαντα ὁ λαβὼν καὶ ἐπιδεικνύτω, φαύλης ὑπονοίας ῥυόμενος ἑαυτόν· εἰ δὲ ἔκδημος ὢν τυγχάνοι, καλεῖν μὲν ἑτέρους οὐχ ἁρμόττον, οὓς λανθάνειν ἐσπούδασεν ἴσως ὁ πιστεύσας, ὀμνύναι δ’ ἀναγκαῖον ἐπανήκοντι περὶ τοῦ μὴ ἐπισκιάζειν ἐψευσμένῳ θανάτῳ νοσφισμὸν ἄδικον.

ἐὰν δὲ λάβῃ τις μὴ ὡς παρακαταθήκην ἀλλ’ ἕνεκα τοῦ χρήσασθαι δεόμενος σκεῦος ἢ ζῷον, ἔπειτα [εἰ τὰ] ἀμφότερα κλαπῇ ἢ τὸ ζῷον ἀποθάνῃ, συνδιατρίβοντος μὲν τοῦ χρήσαντος ὁ λαβὼν ὑπόδικος οὐκ ἂν γένοιτο, τοῦ μὴ σκήπτεσθαι μάρτυρι χρώμενος ἐκείνῳ, μὴ συνδιατρίβοντος δὲ ἀποτινύτω. διὰ τί;

ὅτι ἐνδέχεται μὴ παρόντος τοῦ κυρίου τὸν χρώμενον ἢ πόνοις ἀποτρῦσαι συνεχέσι τὸ ζῷον, ὡς ἀποκτεῖναι, ἢ παραρρῖψαι τὸ σκεῦος ὀλιγωρήσαντα τοῦ ἀλλοτρίου, ταμιεύειν δέον καὶ μὴ παρέχειν εὐμάρειαν εἰς ὑφαίρεσιν κλέπταις.

Ἀκολουθίαν δ’ εἰ καί τις ἄλλος δεινὸς ὢν θεάσασθαι πραγμάτων ἀπαγορεύσεις ἐπαλλήλους ἑξῆς νομοθετεῖ, στοχαζόμενος εἱρμοῦ καὶ συνῳδὰ τοῖς προτέροις τὰ ἑπόμενα συνυφαίνων. τὴν δὲ τῶν λέγεσθαι μελλόντων ἁρμονίαν χρησμῷ θεσπισθῆναί φησιν ἐκ προσώπου τοῦ θεοῦ τὸν τρόπον τοῦτον· „οὐ κλέψετε καὶ οὐ ψεύσεσθε καὶ οὐ συκοφαντήσετε τοὺς [*](2 ἐξωλείας M (Mang.): ἐξολίας S μήτε τι μέρος SM: μήτε ἱμέρω v παραθήκης SM, corr. Mang. 3 κοινοφραγῆσαι (sic) v γενομένην SM: γινομένην V 5 πίστιν SM: τάξιν v ἐκείνου M 6 ἐν ἀψύχοις SM: ἐν τοῖς ἀψύχοις v 9 ἐν παρακαταθήκῃ scripsi τὰ ἐν τι Mang.): παρακαταθήκη M, παρακαταθήκην S 11 τυγχάνῃ M 12 ἴσως SM: om. v 13 δὲ v 15 εἰ τὰ seclusi, ἢ τὰ coni. Wendl. 16 κλαπῆ M, κλαπεῖ S: κλαπείη v ἀποθάνῃ M, ἀποθάνει S: ἀποθάνοι v συντρίβοντος M 17 ἐκεῖνο S 18 ἀποτινύτω S1: ἀποτιννύτω S2M (v) 19 χρώμενον SM: χρησάμενον v ἀποτρῦσαι συνεχέσι(ν) SM: συνεχέσι ἀποτρῦσαι v 22 εἰ καί τις M, εἰ κέ τις S: εἴ τις v πραγμάτων] προσταγμάτων coni. Mang. 23 προσνομοθετεῖ coni. Mang. 26 καὶ οὐ ψεύσεσθε SM: καὶ om. v) [*](6 Exod. 22,9. 9 Exod. 22,10. 13. 11 Exod. 22,10. 11. 11 Exod. 22,14. 15)

v.5.p.218
πλησίον ὑμῶν· καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ τὸ ἐμὸν ὄνομα οὐ βεβηλώσετε“ (Lev. 19,11. 12)· παγκάλως καὶ σφόδρα παιδευτικῶς·

ὅ τε γὰρ κλέπτης ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἀρνεῖται καὶ ψεύδεται, δεδιὼς τὰς ἐκ τοῦ ὁμολογῆσαι τιμωρίας, ὅ τε ἀρνούμενος ἑτέρῳ σπουδάζων προσβάλλειν τὸ ἔγκλημα συκοφαντεῖ καὶ τέχνας ἐπινοεῖ, δι’ ὧν εὔλογον εἶναι δόξει τὸ συκοφάντημα, πᾶς τε συκοφάντης εὐθύς ἐστιν ἐπίορκος, ὀλίγα φροντίζων εὐσεβείας· ἐπειδὴ γὰρ ἐλέγχων ἀπορεῖ δικαίων, ἐπὶ τὴν ἄτεχνον λεγομένην πίστιν καταφεύγει, τὴν δι’ ὅρκων, οἰόμενος κατακλήσει θεοῦ πίστιν ἐργάζεσθαι τοῖς ἀκούουσιν. ἀνίερος δ’ ὁ τοιοῦτος ὢν καὶ βέβηλος ἴστω, μιαίνων τὸ ἀμίαντον φύσει [ἀγαθὸν καὶ] θεῖον ὄνομα.