De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ὑπέρ τε συνεχοῦς καὶ ἀδιαστάτου μνήμης καλῶν καὶ συμφερόντων ἅπασι διαταγμάτων καὶ ὑπὲρ τοῦ βέβαιον ἔρωτα καὶ πόθον αὐτῶν ἐγγενέσθαι, τῆς ψυχῆς ἀεὶ διδασκομένης καὶ ἐξεθιζομένης ἐνομιλεῖν νόμοις ἱεροῖς· αἱ γὰρ μακροχρόνιοι συνήθειαι φιλίαν ἄδολον καὶ καθαρὰν οὐ πρὸς ἀνθρώπους μόνον ἀλλὰ καὶ πρὸς ἰδέας ἀξιεράστους γραμμάτων ἀποτελοῦσι.

τουτὶ δὲ συμβήσεται, ἐὰν μὴ ἑτέρου γράμμασι καὶ ὑπομνήμασιν ὁ ἄρχων ἀλλ’ οἷς αὐτὸς ἔγραψεν ἐντυγχάνῃ· τὰ γὰρ ἴδιά πως ἑκάστοις γνωριμώτερα καὶ πρὸς ἀναλήψεις ἑτοιμότερα.

καὶ ἄλλως ἀναγινώσκων ἅμα λογισμὸν ἕξει τοιοῦτον· „ἐγὼ ταῦτ’ ἔγραψα ὁ τοιοῦτος ἄρχων, μὴ ἑτέρῳ προσχρησάμενος ὑπηρετῶν μυρίων ὄντων· ἆρ’ ὅπως βιβλίον ἀποπληρώσω, καθάπερ οἱ μισθοῦ γράφοντες ἢ οἱ γυμνάζοντες ὀφθαλμούς τε καὶ χεῖρας, τοὺς μὲν εἰς ὀξυωπίαν, τὰς δ’ ἵνα ὦσιν ὀξυγράφοι; — πόθεν; οὐκ ἔστιν — ἀλλ’ ὅπως αὐτὰ ἐν βιβλίῳ γράφων εὐθὺς εἰς τὴν ψυχὴν μεταγράφω καὶ ἐναπομάττωμαι τῇ διανοίᾳ θειοτέρους καὶ ἀνεκπλύτους χαρακτῆρας.

οἱ μὲν οὖν ἄλλοι βασιλεῖς βακτηρίας ἔχοντες σκηπτροφοροῦσιν, ἐμοὶ δὲ τὸ σκῆπτρόν ἐστιν ἡ βίβλος τῆς Ἐπινομίδος, καύχημα καὶ κλέος ἀνανταγώνιστον, παράσημον ἡγεμονίας ἀνεπιλήπτου πρὸς ἀρχέτυπον τὴν τοῦ θεοῦ βασιλείαν ἀπεικονισθείσης.

ἀεὶ δ’ ἐπερειδόμενος καὶ σκηριπτόμενος τοῖς ἱεροῖς νόμοις κτήσομαι δύο τὰ πάντων ἄριστα· ἓν μὲν ἰσότητα, ἧς μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἀλαζονεία γὰρ καὶ τὸ ὑπέραυχον ὀλιγόφρονος ψυχῆς τὸ μέλλον οὐ [*](2 τε] τῆς S συνεχοῦς] ἀδιεχοῦς G 3.4 αὐτῶν ἐγγενέσθαι SMAF1P: αὐτῶ ἐγγενέσθαι H, αὐτῶν ἐγγενέσθαι αὐτῶ F2G; αὐτὸν αὑτῷ ἐγγ. Turn., αὐτῶν αὐτῷ ἐγγ. Mang. 4 ἐθιζομένης HP (Turn.) ὁμιλεῖν H (Turn.) 5 ἱερεῖς (sic) Α μακροχρόνιαι HP (Turn.) 6 εἰδέας S ἀξιεργάστους P 7 ἀποτελοῦσιν S γράμμασιν S 8 ἐντυγχάνει HP ἰδία Α 9 καὶ πρὸς ἀναλήψεις ἑτοιμότερα om. M ἀντιλήψεις coni. Mang. ἄλλος S 10 ἅμα λογισμὸν SM: ἀναλογισμόν ceteri (v) 10.11 τοιοῦτος S (Mang.): τοσοῦτος ceteri 11 ἑτέρῳ προσχρησάμενος ὑπηρετῶν scripsi: ἑτέρω προσχρησάμενος ὑπηρέτη M, προσχρησάμενος ὑπηρετῶ (sic) ἑτέρω S, προσχρησάμενος ὑπηρέτῃ ἑτέρω ceteri (v) ἄρ’ SM: ἄρα ceteri 12 βιβλίον SM: βίβλον ceteri (v) 13 τὰς] τοὺς MP 13. 14 ἵν’ εἰδῶσιν ὀξυγραφεῖν M 14 post πόθεν add. ἀλλ’ F βιβλίῳ SM: βίβλῳ ceteri (v) 15 ἐναπομάττομαι H1P (Turn.) 16 ἀνεκπλύτους codd.: ἀνεκπλύντους πλύντους V 17 ἐστὶν ἡ βίβλος S: ἡ βίβλος ἐστὶ Α, ἡ βίβλος ἔσται ceteri (v) 18 παράσημον SM: ἐπίσημον ceteri (v) 19 ἀρχέτυπον] ἀρχὴν τύπον A τοῦ om. AHP (v) 20 ἀεὶ SM: αἰεὶ ceteri 21 ἄριστα] μέγιστα F ἐν μὲν ἰσότητι H1P 22 ὀλιγόφρονος] νοσερόφρονος S) [*](1 Deut. 1719.)

v.5.p.247
προορωμένης.

ἰσότης μὲν οὖν τὴν ἐκ τῶν ὑπηκόων εὔνοιαν καὶ ἀσφάλειαν ἀμοιβὰς δικαίας ἀντεκτινόντων ἀπεργάσεται, τὸ δ’ ἄνισον κινδύνους σφαλερωτάτους. τούτους μὲν ἀποδράσομαι μισήσας τὴν χορηγὸν σκότους καὶ πολέμων ἀνισότητα, βίον δ’ ἀνεπιβούλευτον ἕξω τὴν ἀστασίαστον ἰσότητα τιμήσας, ἣ γεννᾷ φῶς καὶ εὐστάθειαν.

ἕτερον δὲ περιποιήσομαι [*](p. 364 M.) τὸ | μὴ ἐπὶ θάτερα καθάπερ ἐπὶ τρυτάνης ἀντιρρέπειν ἐκτρέπων καὶ πλαγιάζων τὰ διατεταγμένα· πειράσομαι δ’ ἄγειν αὐτὰ διὰ λεωφόρου τῆς μέσης ὀρθαῖς καὶ ἀρτίαις βάσεσι χρησάμενος πρὸς μετουσίαν ἀπταίστου βίου.“

βασιλικὴν δ’ εἴωθε Μωυσῆς ὀνομάζειν ὁδὸν τὴν μέσην, ὑπερβολῆς καὶ ἐλλείψεως οὖσαν μεθόριον, καὶ ἄλλως ἐπειδὴ τὸ μέσον ἐν τριάδι τὴν ἡγεμονίδα τάξιν εἴληχεν, ἁρμοζόμενον τὰ παρ’ ἑκάτερα εἰς ἕνωσιν ἀδιαλύτῳ δεσμῷ, ὑφ’ ὧν καὶ δορυφορεῖται τρόπον βασιλέως.

νομίμου δ’ ἄρχοντος ἰσότητα τιμῶντος, ἀδεκάστου, τὰ δίκαια κρίνοντος δικαίως (Deut. 16,20), ἐμμελετῶντος ἀεὶ τοῖς νόμοις, ἆθλον εἶναί φησι τὴν μακροχρόνιον ἡγεμονίαν, οὐχ ἵνα πολυετῆ ζωὴν αὐτῷ χαρίσηται μετὰ τοῦ τὰ κοινὰ πρυτανεύειν, ἀλλ’ ἵνα ἀναδιδάξῃ τοὺς ἀγνοοῦντας, ὅτι ὁ νόμιμος ἄρχων, κἂν τελευτήσῃ, βίον ζῇ μακραίωνα διὰ τῶν πράξεων, ἃς ἀθανάτους ἀπολέλοιπε μνημεῖα καλοκἀγαθίας ἀκαθαίρετα.

Προσήκει δὲ τῷ τῆς ἀνωτάτω καὶ μεγίστης ἀρχῆς ἀξιωθέντι αἱρεῖσθαι διαδόχους, οἳ συνάρξουσι καὶ συνδικάσουσι καὶ τἄλλα ὅσα [*](1 ἀσφάλειαν] φιλίαν M 2 ἀντεκτεινόντων SH, ἀντεκτιννόντων M, ἀντεκτιννύντων AP2 ἀπεργάσαιτο A 3 τούτους] τοὺς M μὲν] μὲν οὑν MA ἀποδράσωμεν μισήσαντες Α 4 ἔξω S; ἄξω coni. Mang. ἀναστασίαστον S 5 φιλήσας M ποιήσομαι Α 6 μὴ] μηδ’ S θατέρω FG 8 ἀρτίαις SM: ἀρτίοις ceteri (v) χρησάμενος AH2: χρησόμενος S, χρησάμενα ceteri 9 ἢν βασιλικὴν ὡς ἔοικε ὀνομάζειν ὀνομάζειν εἴωθε M ὀνομάζειν μώσης transp. HP (v) 10 οὔσης (sed ησ in ras.) S 11 εἴληχεν codd.: εἴληφεν Mang. ἁρμοζόμενα HP 12 διαλύτῳ S ὑφ’ ὧν] ἐφῶ M δωροφορεῖται Α, δορυφορεῖται om. SM 13 δ’] τ’ SM ἄρχων S ἀδεκάστου codd.: ως(??) ἀδεκάστ(??) H2; ἀδεκάστως Turn., ἀδέκαστον Mang. 14 δικαίως] δικαίων S νόμοις] νομίμοις Turn. 15 μακροχρονίαν HP (Turn.), μακρογόνιον Α ἡγεμονίαν SMF2 (coni. Mang.): ἡγεμονίδα ceteri πολυετῆ αὐτῶ ζωὴν M, πολλὴν αὐτῶ τὴν ζωὴν S 16 τὰ om. MA ἶν’ Α 17 ὁ νόμιμος SM Esc.: ὁ om. ceteri (v) κἀν τελευτήσῃ post μακραίωνα transp. M 18 πράξεων αὐτοῦ Esc. ἀπολέλοιπε] ἐπιλέλοιπε Α, καταλέλοιπε HP (v) 19 τῷ] αὐτῶ F; αὖ τῷ coni. Mang. 20 συνδικάσουσιν SM καὶ τἄλλα—συνδιοικήσουσιν (248,1) om. SM τἆλλ’ Α) [*](9 Num. 20,17. 21,22. 15 Deut. 17,20. 17. 18 Escur. ibid.: ὁ νόμιμος ἄρχων— ἀπολέλοιπεν.)

v.5.p.248
κοινωφελῆ συνδιοικήσουσιν. εἷς γὰρ οὐκ ἂν ἐξαρκέσαι, κἂν προθυμότατος ᾖ καὶ πάντων ἐρρωμενέστατος ἑκάτερον, σῶμα καὶ ψυχήν, πρὸς τὰ μεγέθη καὶ πλήθη τῶν πραγμάτων, ἀπειρηκὼς τῇ φορᾷ τῶν ἐπιχεομένων καθ’ ἑκάστην ἡμέραν ἀλλαχόθεν ἄλλων, εἰ μὴ τοὺς συλληψομένους ἔχοι, πάντας ἀριστίνδην ἐπιλελεγμένους φρονήσει, δυνάμει, δικαιοσύνῃ, θεοσεβείᾳ, τῷ μὴ ἐκτρέπεσθαι μόνον ἀλλὰ καὶ μισεῖν ὡς ἐχθρὸν καὶ μέγιστον κακὸν ἀλαζονείαν.

βοηθοὶ γὰρ οὗτοι καὶ παραστάται γένοιντ’ ἂν ἀνδρὶ καλῷ κἀγαθῷ τὰ κοινὰ ἐπηχθισμένῳ συνεπικουφίζειν καὶ ἐπελαφρίζειν ἐπιτηδειότατοι. καὶ ἄλλως, ἐπειδὴ τῶν ὑποθέσεων αἱ μέν εἰσι μείζους, αἱ δὲ βραχύτεραι, τὰς μὲν ἐλάττους, ἵνα μὴ περὶ μικρὰ τρίβηται, τοῖς ὑπάρχοις ἐνδίκως ἂν ἐπιτρέψαι, τῶν δὲ μειζόνων ἀναγκαίως αὐτὸς ἂν γένοιτο ἐξεταστὴς ἀκριβέστατος.

μεγάλας δ’ ὑποληπτέον ὑποθέσεις οὐχ ἃς οἴονταί τινες, ὅταν ἔνδοξοι πρὸς ἐνδόξους διαφέρωνται καὶ πλούσιοι πρὸς πλουσίους καὶ ἡγεμόνες πρὸς ἡγεμόνας, ἀλλ’ ἔμπαλιν ὅταν ἰδιῶται καὶ ἄποροι καὶ ἄδοξοι πρὸς δυνατωτέρους, οἷς πρὸς τὸ μηδὲν ἀνήκεστον παθεῖν μία ἐλπὶς ὁ δικαστής.

ἑκατέρου δὲ τῶν εἰρημένων σαφῆ παραδείγματα εὑρεῖν ἔστιν ἐν τοῖς ἱεροῖς νόμοις, ἃ μιμεῖσθαι καλόν. ἦν γάρ ποτε χρόνος, ἐν ᾧ μόνος αὐτὸς ἐβράβευε τὰ περὶ δίκας Μωυσῆς ἕωθεν εἰς νύκτα πονούμενος· ἀλλ’ αὖθις ἀφικόμενος ὁ πενθερὸς καὶ συνιδὼν ὅσῳ βάρει πιέζεται πραγμάτων, ἐπισυρρεόντων ἀεὶ τῶν τὰς ἀμφισβητήσεις ἐχόντων, ἄριστα συνεβούλευσεν ἑλέσθαι διαδόχους, ἵν’ οἱ μὲν τὰ βραχύτερα κρίνωσιν, αὐτὸς δ’ ἐφεδρεύῃ τοῖς μείζοσι καιροὺς [*](1 οὐκ ἂν om. M ἐξαρκέσαι M, ἐξαρκέσοι Α, ἐπαρκέσῃ S 3 ἀπειρηκὼς SM: otn. ceteri (Turn.) τῆ φορᾶ SM: ἐπὶ τῆ φορᾶ ceteri (v) ἐπιχεομένων SM: ἐπεισχεομένων ceteri (v) 4 ἔχοιεν F 5 ἐπειλεγμένους A δυνάμει] ἀνδρείᾳ conicio 6 τῷ] τοῦ SM ἐκτρέπεσθαι μόνον SM: μόνον ἐκτρέπεσθαι ceteri (v) ἀλλὰ om. Α 7 οὗτοι om. S 8 καλῶ κἀγαθὼ M, καλοκαγάθω S: καλῶ καὶ ἀγαθῶ cetcri (v) τὰ κοινὰ om. F ἐπειχθισμένω (sed εἰ in ras.) S 10 δὲ] δ’ ὡς Α μακρὰ S 11. 12 ἀναγκαίως αὐτὸς ἂν γένοιτο S: ἀναγκαίως ἂν αὐτὸς γένοιτο M, αὐτὸς ἂν ἀναγκαίως γένοιτο AG, αὐτὸς ἀναγκαίως ἄν γένοιτο F, αὐτὸς ἂν γένοιτο ἀναγκαίως HP (Turn.): αὐτός αὖ γ. ἁ. Mang. 12 ὁ ἐξεταστὴς A 13 διαφέρονται H1P, περιφέρωνται S 15 οἷς SM: ὅτε ceteri (Turn.) alt. πρὸς om. SM 18 ποτε] ὅτε M ἐν ᾦ] ὅτε HP (Turn.) ἐβράβευεν S δίκης G 19 μώσης Α ποιούμενος Α 20 συνειδὼν S πιαίζεται S 21 τὰς om. Η (Turn.) συνεβούλευεν HP (v) 22 ἵν’ SM: ἶνα ceteri ἐφεδρεύει SMF μείζοσιν S) [*](18 sqq. Exod. 18,13 sqq.)

v.5.p.249
εἰς ἀνάπαυλαν αὑτῷ διδούς.

πεισθεὶς δὲ τοῖς λεγομένοις — καὶ γὰρ ἦν συμφέροντα — τοὺς δοκιμωτάτους ἐξ ἅπαντος τοῦ πλήθους ἑλόμενος ὑπάρχους ἅμα καὶ δικαστὰς καθίστησι, κελεύσας τὰς μείζους κρίσεις ἐπ’ αὐτὸν ἀνάγειν.

ταύτην τὴν πρόσταξιν ἀνάγραπτον αἱ ἱεραὶ βίβλοι περιέχουσιν εἰς τὴν τῶν καθ’ ἑκάστην γενεὰν ἀρχόντων διδασκαλίαν, ἵνα πρῶτον μὲν μὴ ἀποδοκιμάζωσι συμβούλους ὡς ἱκανοὶ πάντα περιαθρεῖν, Μωυσέως οὐκ ἀποδοκιμάσαντος τοῦ πανσόφου καὶ θεοφιλοῦς, ἔπειτα δὲ ἵνα δευτέρους καὶ τρίτους ἡγεμόνας αἱρῶνται, φροντίζοντες τοῦ μὴ περὶ μικρὰ τριβόμενοι τῶν ἀναγκαιοτέρων ἀμελεῖν· ἀμήχανον γὰρ ἐφ’ ἅπαντα φθάνειν φύσιν ἀνθρωπίνην.

ἓν μὲν δὴ τῶν παραδειγμάτων μεμήνυται· τοῦ δὲ δευτέρου τὴν πίστιν ἐφαρμοστέον. μεγάλας ἔφην εἶναι δίκας τὰς τῶν ταπεινοτέρων· ἀσθενὲς δὲ καὶ ταπεινὸν χήρα καὶ ὀρφανὸς καὶ ἐπήλυτος· τούτοις χρὴ δικάζειν τὸν ἀνωτάτω βασιλέα καὶ τὴν ἐφ’ ἅπασιν ἀναψάμενον ἀρχήν, ἐπεὶ κατὰ Μωυσέα καὶ ὁ τῶν ὅλων ἡγεμὼν θεὸς οὐκ ἐσκοράκισεν αὐτοὺς τῆς ἀφ’ αὑτοῦ δικαιονομίας.

ὑμνήσας γὰρ τὰς τοῦ ὄντος ἀρετὰς ὁ ἱεροφάντης τὸν τρόπον τοῦτον· „ὁ θεὸς ὁ μέγας καὶ κραταιός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον ποιῶν κρίσιν” (Deut. 10, 17. 18), ἐπιλέγει — τίσιν ἡ κρίσις; οὐ σατράπαις καὶ τυράννοις καὶ γῆς καὶ θαλάττης ἀναψαμένοις τὸ κράτος, ἀλλ’ „ἐπηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ”·

τῷ μὲν ὅτι τοὺς συγγενεῖς, οὓς μόνους εἰκὸς ἔχειν συναγωνιστάς, ἐχθροὺς ἀσυμβάτους εἰργάσατο ἑαυτῷ μεταναστὰς εἰς ἀλήθειαν καὶ τὴν τοῦ ἑνὸς τιμίου τιμὴν [*](1 αὑτῶ M: αὐτῶ ceteri πεισθεὶς] προσθεὶς A τοῖς εἰρημένοις A 4 πρόσταξιν scripsi: κρίσιν S, πρᾶξιν M, τάξιν ceteri (v) αἱ] καὶ P, αἱ ss. P2 6 μὴ om. H1P1, ss. H2P2 ἀποδοκιμάζωσιν S 7 μωυσέως S: μωσέως ceteri 8 δ’ SM 9 μὴ om. H1, ss. H2 10 ἀνθρωπίνην φύσιν transp. M tit. τί ἐστι ποιῶν κρίσιν προσηλύτω καὶ ὀρφαανῶ καὶ χήρα add. S mg M 11 ἐφαρμοττέον (sic) S μεγάλους M 12 ἔφη SM δίκαστὰς M τὸ ταπεινὸν S, ταπεινὸν om. L (Turn.) 13 ἐπηλύτης M 14 ἐφ] ἐν AF ἀναψάμενον Mang.: ἐφαψάμενον A, ἐναψαμένην F, ἐναψάμενον ceteri (v) κατὰ Μωυσέα] καὶ μωυσέως S μωσέα codd. 14. 15 τῶν ἄλλων ἡγεμόνων (sic) S 15 ἀπεσκοράκισεν H (v) ἀφ᾿ ἑαυτοῦ M, ἀφ᾿ αὐτοῦ F, ἀπ᾿ αὐτοῦ A 17 καὶ κραταιός S: ὁ δυνατὸς ὁ κραταιός M, ὁ κραταιός ceteri (v) ὅστις] ὃς M οὐ θαυμάζει πρόσωπον om. M θαυμάζει] λαμβάνει HP (Turn.) οὐδὲ] οὐδ’ οὐ HP (v) 17. 18 μὴ λάβῃ] λαμβάνει M 19 καὶ γῆς S, γῆς M: καὶ τῆς γῆς ceteri (v) ἢ θαλάττης M θαλάσσης S ἀναψαμένοις] ἁψαμένοις AH; ἐνψαμένοις v 20 τὸ om. SM ἐπηλύτω SA: ἐπηλύτη MFGH (Turn.), ἐπιλύτη P τῷ] τὸ P 21 εἰκὸς SHP: εἰκὸς ἦν ceteri (Mang.) 22 ἑαυτῷ om. A τοῦ ἑνὸς SM: τοῦ om. ceteri (v) τιμίου om. M)

v.5.p.250
ἀπὸ μυθικῶν πλασμάτων καὶ πολυαρχίας, ἃ γονεῖς καὶ πάπποι καὶ πρόγονοι καὶ πάντες οἱ ἀφ’ αἵματος τοῦ στειλαμένου τὴν καλὴν ἀποικίαν ταύτην ἐξετίμησαν· τῷ δ’ ἐπειδὴ πατρὸς καὶ μητρὸς τῶν ἐκ φύσεως βοηθῶν καὶ ὑπερμάχων ἐστέρηται, δυνάμεως τῆς μόνης εἰς συμμαχίαν ἀναγκαίας ἐρημωθείς· τῇ δ’ ὅτι τὸν διαδεξάμενον ἄνδρα τὴν τῶν γονέων ἐπιμέλειαν καὶ προστασίαν ἀφῄρηται· γυναικὶ γὰρ ἀνὴρ εἰς κηδεμονίαν, ὥσπερ γονεῖς παρθένῳ.

σχεδὸν δὲ καὶ τὸ σύμπαν Ἰουδαίων ἔθνος ὀρφανοῦ λόγον ἔχει συγκρινόμενον τοῖς ἁπανταχοῦ πᾶσι· τὰ μὲν γάρ, ὁπότε μὴ θεήλατοι κατασκήπτοιεν συμφοραί, διὰ τὰς ἐν τοῖς ἔθνεσιν ἐπιμιξίας οὐκ ἀπορεῖ βοηθῶν κοινοπραγούντων, τῷ δ’ ἥκιστά τις συναγωνίζεται νόμοις ἐξαιρέτοις χρωμένῳ· σεμνοὶ δ’ εἰσὶν ἐξ ἀνάγκης, ἅτε πρὸς τὴν ἄκραν ἀρετὴν ἀλείφοντες· τὸ δὲ σεμνὸν αὐστηρόν, τοῦτο δ’ ὁ πολὺς ὅμιλος ἀνθρώπων ἀποστρέφεται διὰ τὴν ἡδονῆς ἀποδοχήν.

ἀλλ’ ὅμως τῆς ὀρφανίας αὐτοῦ καὶ ἐρημίας ἔλεον καὶ οἶκτόν φησι Μωυσῆς ἀεὶ λαμβάνειν τὸν ἡγεμόνα τῶν ὅλων ᾧ προσκεκλήρωται, διότι τοῦ σύμπαντος ἀνθρώπων γένους ἀπενεμήθη οἷά τις ἀπαρχὴ τῷ ποιητῇ καὶ πατρί.