De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

προδιδασκέτω δὴ τὰ δίκαια συγγενεῖς καὶ φίλους καὶ πάντας νέους οἴκοι καὶ ἐν ὁδῷ καὶ πρὸς κοίτην ἰόντας καὶ ἀνισταμένους, ἵν’ ἐν πάσαις μὲν σχέσεσι καὶ κινήσεσιν, ἐν πᾶσι δὲ χωρίοις ἰδίοις τε καὶ δημοσίοις, μὴ μόνον ἐγηγορότες ἀλλὰ καὶ κοιμώνενοι, φαντασίαις τῶν δικαίων ἐνευφραίνωνται· τέρψις γὰρ οὐκ ἔστιν ἡδίων ἢ τὴν ψυχὴν [*](1 τὰ addidi ἄριστα SM: ἀρίστῳ v μαθημάτων scripsi: ἀναθημάτων SM (v) ἐντυποῦν Mang.: τυποῦν SM 2 καὶ ταῦτα χαράττοντα scripsi: ταῦτα καὶ χαράττοντα S (v), ταῦτα χαράττοντα M διὰ δὲ τοῦ SM: διὰ τοῦ δὲ v 3 ἐννοίαις S 5. 6 καὶ τίνος M: καί τινος S (v) 6 μὴ ἑνός Mang.: μηδ’ ἑνὸς M, μηδενός S 7 βίος ὁρμεῖ coni. Maug. 8 τοῦ γ΄ 9 σάλον S: ἅλον (sic) M δὲ V κινούμενα Wendl. (κινούμενον v): κινον (sic) S, om. in lac. (spat. 4—5 litt.) M 9, 10 ἴν’ ἀβέβαια καὶ ἀνίδρυτα ἵν᾿ ἀβέβαιον καὶ ἀίδρυτον S (ἀνίδρυτον Mang.), ἵνα βέβαιον καὶ ἀΐδρυτον M 11 κίνησις SM: κίνησις v 12 δὲ v 13 δὲ v ἐν scripsi: μὲν SM (v) ; ἐντυπώσασθαι coni. Mang. 18 κἀν M (coni. Mang.): καὶ S 18. 19 μέλλῃ καὶ βραδύνῃ M: μέλλει καὶ βραδύνει S (v) 19.20 ἐποχετευέτω Mang.: ἐποχευέτω SM 21 γεμισθῶσιν S προσδιδασκέτω δὲ coni. Mang. 23 χωρίον (sic) M ἰδίοις] ἰδιωτικοῖς coni. Mang. 25 ἐνευφραίνωνται M, ἐνευφραίνονται S: ἀνευφραίνωνται v) [*](21 Deut. 6,7. 1119.)

v.5.p.241
ὅλην δι’ ὅλων πεπληρῶσθαι δικαιοσύνης, ἐμμελετῶσαν αὐτῆς τοῖς ἀιδίοις δόγμασι καὶ θεωρήμασιν, οὐκ ἔχουσαν ἔρημον τόπον, εἰς ὃν ἀδικία παρελεύσεται.

κελεύει δὲ καὶ γράψαντας αὐτὰ πρόσθεν τῶν φλιῶν οἰκίας ἑκάστης προτιθέναι καὶ πυλῶν τῶν ἐν τοῖς τείχεσιν, ἵν’ οἱ μὲν ἐκδημοῦντες καὶ ἐνδημοῦντες, ἀστοὶ καὶ ξένοι, τοῖς πρὸ τῶν πυλῶν γράμμασιν ἐστηλιτευμένοις ἐντυγχάνοντες ἄληκτον ἔχωσι τὴν τῶν λεκτέων καὶ πρακτέων μνήμην, ἑκατέρου φροντίζοντες τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, εἰς δὲ τὰς οἰκίας εἰσιόντες καὶ πάλιν ἐξιόντες, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ τέκνα καὶ θεραπεία, τὰ ἁρμόττοντα καὶ ἐπιβάλλοντα δρῶσιν ὑπέρ τε ἄλλων καὶ ὑπὲρ ἑαυτῶν.

Θαυμασιώτατον δὲ κἀκεῖνο διαγορεύει τὸ μηδὲν προστιθέναι καὶ ἀφαιρεῖν, ἀλλ’ ἐν ἴσῳ καὶ ὁμοίῳ διαφυλάττειν ἀκίνητα τὰ ἐξ ἀρχῆς ὁρισθέντα νόμιμα· συμβαίνει γάρ, ὡς ἔοικε, τὴν μὲν πρόσθεσιν τῶν ἀδίκων, τὴν δ’ ἀφαίρεσιν γίνεσθαι τῶν δικαίων· οὐδὲν γάρ ἐστιν ὃ παραλέλειπται τῷ σοφῷ νομοθέτῃ πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν δικαιοσύνης.

αἰνίττεται μέντοι καὶ ταῖς ἄλλαις ἀρεταῖς ἀκρότητας· ἑκάστη γὰρ αὐτῶν ἀνελλιπής ἐστι καὶ πλήρης, τὸ ἐντελὲς ἔχουσα ἐξ αὑτῆς, ὡς, εἰ γένοιτο προσθήκη τις καὶ ἀφαίρεσις, ὅλην δι’ ὅλων τρέπεσθαι καὶ μεταβάλλεσθαι πρὸς τὴν ἐναντίαν ἕξιν.

ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· τὴν ἀνδρείαν, ἀρετὴν περὶ τὰ δεινὰ πραγματευομένην, ἴσασιν οἱ μὴ παντελῶς ἄμουσοι καὶ ἀχόρευτοι, κἂν ἐπὶ βραχὺ παιδείας προσάψωνται, τῶν ὑπομενετέων οὖσαν ἐπιστήμην.

ἀλλ’ ἐάν τις εἴξας ἀμαθίᾳ τῇ δι’ ἀλαζονείαν, ὡς δὴ περιττὸς καὶ ἱκανὸς ἐπανορθοῦσθαι τὰ ἀνεπιδεᾶ, προστιθέναι ἢ ἀφαιρεῖν [*](1 αὐτῆς] αὐτοῖς M ἀιδίοις] ἀοιδίμοις coui. Mang. 3 πρόσθεν τῶν M (coui. Mang.), προσθέντων S: προσθέντας v φλιῶν Μang.: φίλων 5 καὶ ἐνδημοῦντες om. M 6 ἄληκτον] ἄληστον coni. Mang. 7 ἑκατέρου Mang.: ἑκάτεροι SM 9 θεραπεία SM (θεράπαιναι mg S): θεραπεῖαι v 10 δρῶσιν] ὁρῶσιν coni. Mang. ἄλλων M (coni. Mang.): ἀλλήλων S 11 tit. ὅτι οὐ δεῖ προστιθέναι καὶ ἀφαιρεῖν add. S mg M 12 καὶ ἀφαιρεῖν SM: ἡ ἀφαιρεῖν V καὶ ὁμοίῳ om. M 13 νόμημα S1 corr. S2 14 τὴν δ’ ἀφαίρεσιν γίνεσθαι τῶν δικαίων supplevi παραλέλιπται S1, corr. S2 16 τὰς ἄλλης ἀρετῆς coni. Mang.; scribendnm fortasse κἀν ταῖς ἄλλαις ἀρεταῖς 17 αὐτῆς M ὡς SM: ὥστ᾿ (ὥστε) v 18 δι’ ὅλων scripsi: δι’ ὅλου SM (v) 19 ἐστιν S 20 εἴσασιν S 21 ὑπομενετέων SM: ὑπομενητέων v) [*](3 Deut. 6,9. 11,20. 11 Deut. 4,2. 12,32. 19 sqq. cf. Leg. alleg. I § 68. Tusc. IV 53 . . . quo modo igitur Chrysippus? fortitudo est, inquit, scientia rerura perferendarum vel adfectio animi iu patiendo ac perferendo summae legi parens sine timore.)

v.5.p.242
τι τολμᾷ, σύμπασαν ἀλλάσσει τὴν εἰκόνα μετατυπώσας αἰσχρὸν ἀντὶ καλοῦ χαρακτῆρος· ἀπεργάσεται γὰρ τῇ μὲν προσθέσει θρασύτητα, τῇ δ’ ἀφαιρέσει δειλίαν, μηδ’ ὄνομα τῆς βιωφελεστάτης ἀνδρείας καταλιπών.

τὸν αὐτὸν μὲν τρόπον κἂν τῇ βασιλίδι τῶν ἀρετῶν, εὐσεβείᾳ, προσθῇ τις ὁτιοῦν μικρὸν ἢ μέγα ἢ τοὐναντίον ἀφέλῃ, καθ’ ἑκάτερον ἐπαλλάξει καὶ μεταμορφώσει τὸ εἶδος· γεννήσει γὰρ ἡ μὲν πρόσθεσις δεισιδαιμονίαν, ἡ δ’ ἀφαίρεσις ἀσέβειαν, ἀφανισθείσης αὖ τῆς εὐσεβείας, ἣν ἀνίσχειν καὶ ἐπιλάμπειν εὐκταῖον ἀγαθόν, ἐπειδὴ τοῦ μεγίστου τῶν ἀγαθῶν αἰτία καθέστηκεν, ἐπιστήμην ἐμποιοῦσα θεραπείας θεοῦ, ἣν πάσης ἀρχῆς καὶ ἡγεμονίας ἀρχικωτέραν καὶ βασιλικωτέραν εἶναι νομιστέον.

παραπλήσια δὲ τοῖς εἰρημένοις καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἑκάστης ἔστι λέγειν· ἀλλὰ ἐπιτέμνειν εἰωθὼς τὰ μήκη τῶν λόγων ἀρκεσθήσομαι τοῖς εἰρημένοις, ἃ καὶ τῶν ἡσυχαζομένων ἱκανὰ μηνύματα γένοιτ’ ἄν.

Ἔτι καὶ τοῦτο προσδιατέτακται κοινωφελὲς παράγγελμα, „μὴ μετακινεῖν ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πρότεροί σου“ (Deut. 19,14). τοῦτο δ’, ὡς ἔοικεν, οὐ περὶ κλήρων αὐτὸ μόνον καὶ γῆς ὅρων νομοθετεῖται πρὸς πλεονεξίας ἀποκοπήν, ἀλλὰ καὶ πρὸς φυλακὴν τῶν ἀρχαίων ἐθῶν· ἔθη γὰρ ἄγραφοι νόμοι, δόγματα παλαιῶν ἀνδρῶν οὐ στήλαις ἐγκεχαραγμένα καὶ χαρτιδίοις ὑπὸ σητῶν ἀναλισκομένοις, ἀλλὰ ψυχαῖς τῶν μετειληφότων τῆς αὐτῆς πολιτείας.

ὀφείλουσι γὰρ παῖδες παρὰ γονέων δίχα τῶν οὐσιῶν κληρονομεῖν ἔθη πάτρια, οἷς ἐνετράφησαν καὶ ἐξ αὐτῶν σπαργάνων συνεβίωσαν, καὶ μὴ καταφρονεῖν, παρόσον ἄγραφος αὐτῶν ἡ παράδοσις· ὁ μὲν γὰρ τοῖς ἀναγραφεῖσι νόμοις πειθαρχῶν οὐκ ἂν δεόντως ἐπαινοῖτο, νουθετούμενος ἀνάγκῃ καὶ φόβῳ κολάσεως, ὁ δὲ τοῖς ἀγράφοις ἐμμένων, ἑκούσιον ἐπιδεικνύμενος τὴν ἀρετήν, ἐγκωμίων ἄξιος.

[*](1 τι v: τε S, om. M 3 δὲ V ἀφαιρέσει scripsi: ἀφαιρήσει SM (v) 5 ἑκάτερον M: ἕτερον S ἐπαλλάξει M: ἀπαλλάξῃ S; ἀπαλλάξει v 7 δὲ v ισ αὖ τῆς] αὐτῆς M ἢν M (coni. Mang.): ἧς S ἀνέχειν M ἀνίσχειν ἀνέχειν S (v) 8 ἐπιλάμπειν M: ἀναλάμπειν S εὐκταῖον M: εὐκτέον S (v) 10 καὶ βασιλικωτέραν om. M 12 ἀλλ’ Mang. 13 γένοιτ’ ἄν SM: γένοιντ’ ἄν V 14 tit. περὶ τοῦ μὴ παρακινεῖν ὅρια add. S vag M καὶ SM: δὲ ων ων 16 δὲ V κλῆρον (sic) M: κλῆρον S ὅρον M: ὅρον S; ὅρου v 17 τῶν SM: om. v 20 τῶν SM: om. v 21 δίχα addidi; πρὸ add. Mang. 24 πιθαρχῶν S 25 ἑκούσιον SM: ἑκουσίαν v)
v.5.p.243

Ἔνιοι τὰς κληρωτὰς εἰσηγήσαντο ἀρχάς, ἀλυσιτελῶς τοῖς πλήθεσιν· εὐτυχίαν γὰρ ἀλλ’ οὐκ ἀρετὴν ὁ κλῆρος ἐμφαίνει. πολλοὶ γοῦν πολλάκις τῶν ἀναξίων ἔλαχον, οὓς ἀνὴρ ἀγαθὸς λαβόμενος ἡγεμονίας ἀποδοκιμάσαι ἂν καὶ ἐν ὑπηκόοις ἐξετάζεσθαι.

καὶ γὰρ οἱ μικροὶ λεγόμενοι παρά τισιν ἄρχοντες, οὓς δεσπότας ὀνομάζουσιν, οὐ πάντας ὅσους ἂν οἷοί τε ὦσιν οἰκότριβας ἢ ἀργυρωνήτους ὑπάγονται, μόνους δὲ τοὺς καταπειθεῖς γινομένους, ἀγεληδὸν ἔστιν ὅτε πιπράσκοντες τοὺς ἀνιάτως ἔχοντας τὸ ἦθος ὡς καὶ δουλεύειν ἀγαθοῖς ἀνδράσιν ἀναξίους ὄντας.

ἔτι τοίνυν προσήκει δεσπότας καὶ ἡγεμόνας ὅλων πόλεων καὶ ἐθνῶν ἀποφαίνειν τοὺς κλήρῳ λαχόντας, ὀλίσθῳ τινὶ τύχης, ἀβεβαίου καὶ ἀνιδρύτου πράγματος; ἀλλ’ εἰς μὲν τὴν τῶν καμνόντων ἐπιμέλειαν κλῆρος τὸ μηδέν· ἰατροὶ γὰρ οὐ κλήρῳ λαγχάνουσιν, ἀλλ’ ἐν πείρᾳ δοκιμάζονται.

καὶ πρὸς εὔπλοιαν καὶ σωτηρίαν τῶν θαλαττευόντων οὐχ ὁ λαχὼν κυβερνᾶν εὐθὺς ἐπὶ πρύμναν παραπέμπεται, δι’ ἀνεπιστημοσύνης ἐργασόμενος ἐν εὐδίᾳ καὶ γαλήνῃ χειροποίητα ναυάγια, ἀλλ’ ὅστις ἂν ἐκ πρώτης ἡλικίας τὴν κυβερνητικὴν τέχνην ἐπιμελῶς φαίνηται δεδιδαγμένος· οὗτος δ’ ἐστὶν ὁ πολλάκις μὲν πεπλευκώς, τὰ δὲ σύμπαντα ἢ [*](1 tit. κατάστασις ἀρχόντων S: περὶ καταστάσεως ἀρχόντων mg M, τοῦ αὐτοῦ περὶ καταστάσεως ἀρχόντων F, Φίλωνος περὶ καταστάσεως ἀρχόντων G, Φίλωνος ἰουδαίου περὶ καταστάσεως ἀρχόντων Α περὶ καταστάσεως ἄρχοντος HP 2 ἀλυσιτελεῖς corr. in ῶς M 4 γ’ οὖν S, γὰρ FG Esc. ἐλλαβόμενος coni. Mang. αι „ 4. 5 λαβόμενος ἡγεμονίας om. M 5 ἀποδοκιμάσῃ ἄν 5 ἀποδοκιμάση ἂν S, ἀποδοκιμάση ἂν M, ἀποδοκιμάσειεν ἂν A ἀποδοκιμάσαιεν ἂν P 7 ἀπάγονται (ἀ ex ὑ corr.) H, ἀπάγονται G (v) 8 καταπιθεῖς S1, corr. S2 γενομένους S ἀγελιδὸν S1, corr. S2 9 τοῦ ἤθους G ἀναξίους SMA: οὐκ ἀξίους ceteri (v) 10 ἔτι τοίνυν scripsi: ἔτι νῦν SM, οὐ τοίνυν ceteri (v) 11 τοὺς] τὰ F1 τύχη Α 12 ἀνιδρύτου MAFG: ἀϊδρύτου SHP (v) 13 ἀλλ’ ἐν πείρα SM Esc: ἀλλὰ πείρα ceteri (v) 13. 14 δοκιμάζοντες Α 14 τῶν ἐνθαλαττευόντων M Esc. 14. 15 οὐχ ὁ λαχὼν] οὐ χωλάζων S 15 κυβερνᾶν] κυβερνήτης M Esc. ἀνεπιστημοσύνην M Esc. 16 ἐργαζόμενος AHP, ἐργασάμενος Esc. ἀλλ’· ὅστις] ἄλλος τις S, ἀλλ’ ὥς τις A; ἀλλ’ ὃς Turu. 18 οὗτος—περαιωσάμενος (244,1) om. FG οὗτος δ’ ἐστὶν SM: οὗτός ἐστιν ceteri (Turn.) σύμπαντα ἡ πλεῖστα (244,1)] πλεῖστα καὶ σύμπαντα SM, ἢ om. A1H1P, ss. A2H2) [*](3—5 Escur. gr. gr. X— —I—13 I—13 fol. X—I—13 fol. εὐτυχίαν οὐκ ἀρετὴν ὁ κλῆρος ἐμφαίνει· πολλοὶ γὰρ πολλάκις—ἐξετάζεσθαι. 13—17 Εscur. ibid.: ἰατροὶ οὐ κλήρω λαγχάνουσι—φαίνηται δεδιδαγμένος.)

v.5.p.244
πλεῖστα πελάγη περαιωσάμενος, ἐμπόρια δὲ καὶ λιμένας καὶ ὑφόρμους καὶ ὑποδρόμους τοὺς ἔν τε νήσοις καὶ ἠπείροις ἐπιμελῶς ἐξητακὼς καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν κατὰ γῆν ὁδῶν τὰς κατὰ θάλατταν ἀτραποὺς ἐπιστάμενος ἐκ τῆς ἀκριβοῦς θέας τῶν οὐρανίων·

παρατηρήσας γὰρ τὰς χορείας τῶν ἀστέρων καὶ ἐπακολουθήσας αὐτῶν ταῖς τεταγμέναις κινήσεσιν ἐν ἀνοδίαις ἴσχυσεν ἀπλανεῖς καὶ λεωφόρους ὁδοὺς ἀνατεμεῖν, ἵνα — τὸ πάντων ἀπιστότατον πραγμάτων — ἡ χερσαία φύσις διὰ πλωτῆς οἵα τε ᾖ περαιοῦσθαι.

πόλεις δέ τις μεγάλας καὶ πολυανθρώπους, μεστὰς οἰκητόρων, καὶ πολιτείας ἐγχειρίζεσθαι μέλλων καὶ πραγμάτων ἰδιωτικῶν τε καὶ δημοσίων καὶ ἱερῶν ἐπιμέλειαν, ἣν οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν, πρὸς ἄστατον κλήρου φορὰν ταλαντεύσει τὴν ἀκριβῆ βάσανον τῆς ἀληθείας

φυγών; ἀληθείας δὲ βάσανος αἱ σὺν λόγῳ πίστεις. ταῦτ’ οὖν τῇ ψυχῇ θεασάμενος ὁ πάνσοφος Μωυσῆς κληρωτῆς μὲν ἀρχῆς οὐδὲ μέμνηται, τὰς δὲ χειροτονητὰς εἰσηγεῖσθαι διενοήθη. φησὶ γοῦν· καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐκ ἀλλότριον, ἀλλ’ ἐκ τῶν σῶν ἀδελφῶν, δηλῶν ἐθελούσιον αἵρεσιν καὶ δοκιμασίαν ἀνεπίληπτον ἄρχοντος, ἣν σύμπασα ἡ πληθὺς ὁμογνωμονοῦσα ποιήσει. προσεπιψηφιεῖται δὲ τὴν αἵρεσιν ἐπισφραγιζόμενος καὶ ὁ τῶν κοινωφελῶν ἁπάντων βεβαιωτὴς θεός, ἐκλογήν τινα τοῦ γένους ὑπολαβὼν εἶναι τὸν ἄνθρωπον ὡς ὄψιν

ἐν σώματι. τὰς δ’ αἰτίας τοῦ μὴ δεῖν ἀλλότριον αἱρεῖσθαι πρὸς [*](1 περεωσάμενος S ἐμπορίας (sed ίας in ras.) S δὲ S: τε ceteri (v) 2 τούς τε GHP (Turn.) ἔν τε νήσοις SMFA: ἐν ταῖς νήσοις GHP (Turn.) 3 κατὰ γῆν ὁδῶν] κατὰ τὴν ὁδὸν M, διὰ τὴν ὁδὸν S κατὰ θάλατταν SM: διὰ τῆς θαλάττης Γ’ διὰ θαλάττης AG, διὰ θαλάσσης HP 5 παρακολουθήσας M 5. 6 τὰς τεταγμένας κινήσεις F2 G ἀπλανεῖς] ἀφανεῖς S 8 οἷά τε MA περαιοῦσθαι M, περεοῦσθαι S: διαπεραιοῦσθαι ceteri (v) 10 τε SM: om. ceteri (v) 11 ἁμάρτη A τεχνῶν εἶναι SM: εἶναι post ἐπιστημῶν transp. ceteri (v) 12 κλήρου Christophorson Mang. (ex unico Codice Trin.): καιροῦ codd. ταλαντεύσει Mang.: ταλαντεύειν S, ταλαντεύει ceteri 13 ταῦτ’ SMF: ταῦτα ceteri 14 ὁ πάνσοφος μωυσῆς τῆ ψυχὴ θεασάμενος transp. HP (v) 15 εἰσηγεῖσθαι διενοήθη SM: διενοήθη εἰσηγεῖσθαι ceteri (v) φησὶ γοῦν M, φησὶ γ’ οὑν S: φησὶν οὖν ceteri (v) ἐπὶ όν 16 σεαυτῷ (sic) A 17 δοκημασίαν S 18 ἢν MFHP, ἡ S: ὃν AG (Mang.) ἡ om. S ποιήσει M, ποιήσειεν S: ποιήσεται ceteri (v) 19 κοινωφελῶν] κοινῶν SA 20 τόν ἄνθρωπον] τῶν ἀνθρώπων coni. Christophorson, τὸν ἄρχοντα coni. Mang., τὸν αἱρεθέντα conicio 21 tit. περὶ ἄρχοντος add. S mg M) [*](16 Deut. 1715.)

v.5.p.245
ἀρχὴν διττὰς ὑπογράφει, τὴν μὲν ἵνα μὴ πλῆθος ἀργυρίου καὶ χρυσίου καὶ θρεμμάτων συναγάγῃ πολὺν πλοῦτον καὶ πάντα ἄδικον ἐκ τῆς πενίας τῶν ὑπηκόων θησαυρισάμενος, τὴν δ’ ἵνα μὴ τὸ ἔθνος ἐκ τῆς οἰκείας χώρας ἀναστήσας ἕνεκα τῶν ἰδίων πλεονεξιῶν ἀναγκάζῃ μετανίστασθαι κατὰ πλάνον ἀνήνυτον ὧδε κἀκεῖσε φορούμενον, ὑποβαλὼν ἀτελεῖς ἐλπίδας μειζόνων ἀγαθῶν κτήσεως, εἰς ἀφαίρεσιν ὧν ἤδη βεβαίως ἐκαρποῦτο.

προϋπέλαβε γάρ, ὡς εἰκός, τὸν ὁμόφυλον καὶ συγγενῆ μετέχοντα τῆς πρὸς τὴν ἀνωτάτω συγγένειαν οἰκειότητος — ἡ δ’ ἀνωτάτω συγγένειά ἐστι πολιτεία μία καὶ νόμος ὁ αὐτὸς καὶ εἷς θεός, ᾧ πάντες οἱ ἀπὸ τοῦ ἔθνους προσκεκλήρωνται, — μηδέποτε τὰ παραπλήσια τοῖς προλεχθεῖσι διαμαρτεῖν, ἀλλ’ ἔμπαλιν ἀντὶ μὲν τοῦ μεθορμίζειν τοὺς οἰκήτορας καὶ τοῖς ἐν τῇ ξένῃ σποράσιν ἀσφαλῆ κάθοδον παρέξειν, ἀντὶ δὲ τοῦ τὰ τῶν ἄλλων ἀφαιρεῖσθαι χρήματα προσεπιδώσειν τοῖς δεομένοις τὴν ἰδίαν οὐσίαν ἀποφήναντα κοινήν.

Ἀφ’ ἧς δ’ ἂν ἡμέρας παρέλθῃ τις ἐπὶ τὴν ἀρχήν, κελεύει τὴν Ἐπινομίδα αὐτοχειρίᾳ γράψαι κεφαλαιώδη τύπον περιέχουσαν ἁπάντων τῶν νόμων, βουλόμενος ἔγκολλα τῇ ψυχῇ τὰ διατεταγμένα γενέσθαι· τοῦ μὲν γὰρ ἀναγινώσκοντος ὑπορρεῖ τὰ νοήματα τῇ φορᾷ παρασυρόμενα, τῷ δὲ γράφοντι κατὰ σχολὴν ἐνσφραγίζεται καὶ ἐνιδρύεται, τῆς διανοίας ἐνευκαιρούσης ἑκάστῳ καὶ ἐπερειδούσης ἑαυτὴν καὶ μὴ μετιούσης ἐφ’ ἕτερον, πρὶν ἢ περιδράξασθαι τοῦ προτέρου βεβαίως. [*](1 διττὰς] διττῶς (corr. ex διττὰς) ἔχειν F ὑπογράφει SM: ἐπιγράφει ceteri (v) πλήθους M 2 πάντα ἄδικον] παντα??δικον H; παντάδικον v 3 θησαυριζόμενος A δὲ Α 5 κατὰ ante πλάνον addidi φορούμενον in ο φερόμενον corr. H, φερόμενον L (Turn.) ὑπολαβὼν S, ὑπολαβὼν (sic) A 6 ἀγαθῶν] ἄγαν Turn. βεβαίων S 7 ἐκαρποῦντο SM προυπέλαβε F (Mang.): ὑπέλαβε G, προὔλαβε HP1 (Turn.), προύβαλεν S, προὔβαλε MAP2 8 συγγενείας SH1P, αν ex ας corr. FH2 οἰκειότητας SH1P, ος ex ας corr. FH2 9 ἐστὶν S εἷς ὁ θεὸς S 9. 10 ᾦ πάντες] ὧπερ HP (Turu.) 10 ἔθνους] γένους M 11 προλεχθεῖσι(ν) SM: λεχθεῖσι ceteri (v) διαμαρτήσειν conicio 11.12 μεθορίζειν SM, καθορμίζειν Α 12 σποράσιν in σποράδην corr. H2 13 τοῦ SM: καὶ τοῦ A, τοῦ καὶ ceteri (Turn.) τὰ om. Α 13. 14 προσεπιδόσιν S, πρὸς ἐπίδοσιν M 14 ἀπεφήναντο H1P 15 παρέλθοι SA (sic Mang.) 16 αὐτοχειρία γράψαι SM: γράψαι αὐτοχειρία ceteri (v) κεφαλαίων δὴ τύπον S 19 ἐνσφραγίζονται καὶ ἐνιδρύονται Α 20 ἑαυτῆ SM 20.21 μὴ μετιούσης] μηκέτι ἰούσης Α 21 ἕτερον corr. ex ἑτέρων F πρηνῆ S1 πρὶν ἢ corr. S2, πρὶν om. HP παραδράξασθαι A, περι- ex πρα- corr. F, περιδράξεται G) [*](1 Deut. 17,16. 17. 16 Deut. 17,18. 18—20 Escur. gr. X—I—13 τοῦ μὲν ἀναγινώσκοντος—ἐπερειδούσης ἑαυτήν.)

v.5.p.246
ὅταν μέντοι γράψῃ, πειράσθω καθ’ ἑκάστην ἡμέραν ἐντυγχάνειν καὶ ἀναγινώσκειν,