De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τὸ δ’ αἴτιον αἱ τῶν ἀρχηγετῶν τοῦ ἔθνους περιμάχητοι δικαιοσύναι καὶ ἀρεταί, αἳ καθάπερ φυτὰ ἀθάνατα διαμένουσιν ἀειθαλέα καρπὸν φέρουσαι τοῖς ἀπογόνοις σωτήριον καὶ πρὸς πάντα ὠφέλιμον, κἂν αὐτοὶ τύχωσι διαμαρτάνοντες ἰάσιμα ἀλλὰ μὴ παντελῶς ἀνίατα.

μὴ μέντοι νομίσας τις ἀγαθὸν εἶναι τέλειον τὴν εὐγένειαν ὀλιγωρείτω καλῶν πράξεων, λογιζόμενος ὅτι μείζονος ὀργῆς ἄξιος τυγχάνειν ἐστὶν ὁ γεννηθεὶς μὲν ἐκ τῶν ἀρίστων, αἰσχύνην δ’ ἐπιφέρων τοῖς γεννήσασι διὰ τὴν τῶν [*](1 ἁ] πρῶτον S 2 οἱ] ὅσοι Μ, οἱ om. FG καλὴν om. S μετοικίαν HP (Turn.) 3 ἐξειίμησεν S ἐπειδὴ SM: ἐπεὶ ceteri (v) b ἀναγκαίως ’P ἐρημωθείσης S τῇ δ’] τὴν δ’ GHP τῶν γονέων M: τῶν om. ceteri (v) 6 ἀφαιρεῖται S κηδαιμονίαν S, δημοσίαν (sic) A 7 ὥσπερ scripsi: ὅπερ codd. 8 πανταχοῦ M, ἁπανταχῆ HP (Turn.) μὴ om. G 9 κατασκἐπτοιεν S τὰς] τὴν F τοῖς ἐν transp. Α ἐπιμιξίαν F 10 κοινοπραγούντων Christophorson Mang.: κοινοπραγοῦντα codd. τις SMH2: τι cetcri 11 ἐξαιρέτοις καὶ σεμνοῖς coni. Mang. 12 τὸ σεμνὸν δὲ F δ’ ὁ] δὲ 6 G, δὲ ’HP (Turn.) 13 ἀνθρώπων SM: τῶν ἀνθρώπων ceteri (v) ἀποστρέφεται τῶν ἀνθρώπων transp. A τὴν τῆς ἡδονῆς A ἀποχήν FG ἀλλ’ ὅμως] ἀλλὰ Turn. 14 αἰεὶ FGllP 15 προσκεκλήρωνται H (Turn.) 17 ἔθνους] γένους Α 18 καὶ ἄλλαι ἀρεταί couicio αἲ M ss. Η2: om. ceteri 18. 19 καρποῖς φέρουσι F 19 svtqhrion] σῶον F ὠφἐλημον S 20 τύχωσιν ἁμαρτάνοντες F ἰάσημα S 21 νομίσας τις] νομίσαντες F σὰ 22 ὀργῆς] ἀρχῆς SM τυγχάνων A 23 γεννήμασι A διὰ SM: om. ceteri (Turn.) τῶν om. S)

v.5.p.251
τρόπων κακίαν· ἔχων γὰρ οἰκεῖα παραδείγματα καλοκἀγαθίας ἃ μιμήσεται καὶ μηδὲν ἀποματτόμενος εἰς ὑγιαίνοντος βίου κατόρθωσιν ἐπίληπτος.

Ἀπαγορεύει δ’ ὁ νόμος τῷ τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν κοινῶν ἀνειληφότι δικαιοτάτην ἀπαγόρευσιν, μὴ πορεύεσθαι δόλῳ ἐν τῷ ἔθνει· ψυχῆς γὰρ ἀνελευθέρου καὶ σφόδρα δουλοπρεποῦς ἐπίβουλα ἤθη συσκιαζούσης ὑποκρίσει τὸ ἔργον.

τὸν γὰρ ἄρχοντα οὕτως χρὴ προεστάναι τῶν ὑπηκόων ὡς πατέρα παίδων, ἵνα καὶ αὐτὸς ὡς ὑπὸ γνησίων υἱῶν ἀντιτιμᾶται· διὸ κοινοὶ πόλεων καὶ ἐθνῶν γονεῖς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄρχοντές εἰσιν οἱ ἀγαθοί, τὴν ἴσην, ἔστι δ’ ὅτε καὶ περιττοτέραν εὔνοιαν ἐπιδεικνύμενοι· τοὺς δ’ ἐπὶ λύμῃ καὶ ζημίᾳ τῶν ὑπηκόων μεγάλας περιβαλλομένους δυναστείας οὐκ ἄρχοντας ἀλλ’ ἐχθροὺς προσαγορευτέον, τὰ πολεμίων ἀσυμβάτων δρῶντας.

οὐ μὴν ἀλλὰ καὶ οἱ δολερῶς ἀδικοῦντες πονηρότεροι τῶν φανερῶς ἐναντιουμένων εἰσίν, εἴ γε τοὺς μὲν ἔνεστι ῥᾳδίως ἀμύνασθαι γυμνὴν ἀπαμπίσχοντας τὴν δυσμένειαν, τῶν δ’ ἐστὶ δύσληπτος καὶ δυσθήρατος ἡ μοχθηρία καθάπερ ἐν θεάτρῳ σκευὴν ἀλλοτρίαν ἀναλαμβανόντων εἰς ἀπόκρυψιν ἀληθοῦς ὄψεως.

φθάνει δὲ τὸ τῆς ἀρχῆς εἶδος καὶ διαδέδυκεν, ὀλίγου δέω φάναι, πρὸς ἅπαντα τὰ τοῦ βίου μέρη, διαφέρον αὐτὸ μόνον μεγέθει καὶ τῷ ποσῷ. ὅπερ γὰρ πόλεως βασιλεύς, τοῦτο καὶ κώμης ὁ πρῶτος καὶ οἰκίας δεσπότης καὶ νοσούντων ἰατρός, καὶ στρατοπέδου μὲν στρατηγός, ναύαρχος δ’ ἐπιβατικοῦ καὶ πληρωμάτων, καὶ πάλιν φορτίδων μὲν καὶ ὁλκάδων ναύκληρος, κυβερνήτης δὲ πλωτήρων· οἳ πάντες δύνανται μὲν ἄμφω τό τε εὖ καὶ τὸ χεῖρον, βούλεσθαι δ’ ὀφείλουσι τὸ [*](4 τῶν κοινῶν oin. S ἀνειληφότι M: εἰληφότι SF, ἀπειληφότι ceteri (v) 5 ἀνελευθἐρας SMA σφόδρα S: πάνυ MAFG (Mang.), om. HP (Turn.) 6 οὕτως SM: οὕτω ceteri 8 016 scripsi: διότι codd. (v) δεῖ] δέ S 9 οἱ om. S Esc. ἴσην] φύσιν M Esc. ἔστι om. F 10 διάνοιαν καὶ εὔνοιαν F λοίμη S 12 ἀσυμβάνὶων P, ἀσύμβατα A δρῶντες P 00 μὴν δ’ ἀλλά Α 13 οἱ om. S 14 ἔνεστι] ἔστι MFII Esc. (Turn.) ἀπαμφίσκοντασ S 15 δὲ M ἐστὶ] ἔτι F 16 λαμβανόντων G ἀληθοῦς SM: τῆς ἀληθοῦς ceteri (v) 17 τὸ] τι coni. Mang. διαδἐδοικεν S, διαδέδωκεν M ὀλίγον Α 18 τὰ om. SA μέρη om. Α αὐτῶ MA 20 ὁ δεσπότης· HP (v) στρατοπέδων S μὲν om. S 21 ναύαρχοι S πάλιν φορτίδων] παμφορτίδων S φορτίων F 23 μὲν om. FG (Mang.) ἄμφω om. HP (Turn.) τε om. S βουλεύεσθαι MA) [*](4 Lev. 19,16. 8—17 Escur. Χ—Ι—13 fol. 228r: κοινοὶ πόλεων καὶ ἐθνῶν γονεῖς ἄρχοντές εἰσιν ἀγαθοὶ τὴν φύσιν· τοὺς δ’ ἐπὶ λύμῃ καὶ ζημίᾳ—προσαγορευτέον (12). οὐ μὴν ἀλλὰ καὶ οἱ δολερῶς ἀδικοῦντ6ς—εἰς ἀπόκρυψιν τῆς ἀληθοῦς ὄψεως.)

v.5.p.252
ἄμεινον· τὸ ἄμεινον δ’ ἐστὶν ὠφελεῖν ἀλλὰ μὴ βλάπτειν ὅσους ἂν οἷόν τε ᾖ.

τὸ γὰρ ἕπεσθαι θεῷ τοῦτ’ ἐστίν, ἐπεὶ κἀκείνῳ δύναμις μέν ἐστι δρᾶν ἑκάτερα, βούλεται δὲ μόνα τἀγαθά. μηνύει δὲ ἡ τοῦ κόσμου γένεσίς τε καὶ διοίκησις· τὰ γὰρ μὴ ὄντα ἐκάλεσεν εἰς τὸ εἶναι τάξιν ἐξ ἀταξίας καὶ ἐξ ἀποίων ποιότητας καὶ ἐξ ἀνομοίων ὁμοιότητας καὶ ἐξ ἑτεροιοτήτων ταυτότητας καὶ ἐξ ἀκοινωνήτων καὶ ἀναρμόστων κοινωνίας καὶ ἁρμονίας καὶ ἐκ μὲν ἀνισότητος ἰσότητα ἐκ δὲ σκότους φῶς ἐργασάμενος· ἀεὶ γάρ ἐστιν ἐπιμελὲς αὐτῷ καὶ ταῖς εὐεργέτισιν αὐτοῦ δυνάμεσι τὸ πλημμελὲς τῆς χείρονος οὐσίας μεταποιεῖν καὶ μεθαρμόζεσθαι

πρὸς τὴν ἀμείνω. ταῦτα μιμεῖσθαι προσήκει τοὺς ἀγαθοὺς ἄρχοντας, εἴ γέ τις αὐτοῖς φροντίς ἐστιν ἐξομοιώσεως τῆς πρὸς θεόν. ἐπεὶ δὲ ὑπορρεῖ μυρία καὶ λανθάνει τὸν ἀνθρώπινον νοῦν, ἅτ’ ἐνδεδεμένον αἰσθήσεων ὄχλῳ τοσούτῳ παραγαγεῖν καὶ ἀπατῆσαι ψευδέσι δόξαις ἱκανωτάτῳ, μᾶλλον δ’ ἐντετυμβευμένον θνητῷ σώματι, ὃ κυρίως ἄν τις σῆμα καλέσειε, μηδεὶς αἰδείσθω δικαστὴς ὁμολογῶν ἀγνοεῖν ὅπερ ἀγνοεῖ.

πρῶτον μὲν γὰρ ὁ ψευδόμενος αὐτὸς αὑτοῦ γενήσεται χείρων, ἀλήθειαν ὑπερόριον τῆς ψυχῆς πεφυγαδευκώς· ἔπειτα δὲ μυρία βλάψει τοὺς κρινομένους, τυφλὴν γνῶσιν ἀποφαινόμενος τῷ μὴ βλέπειν τὰ δίκαια.

ὅταν οὖν ἀμαυρὰν ποιῆται τὴν ἀντίληψιν τῶν πραγμάτων ἀσάφειαν καὶ πολὺ σκότος ἀπεργαζομένων, παραιτείσθω τὰς κρίσεις καὶ [*](1 alt. τό ἄμεινον otn. et ἔστι δ’ traasp. S τοι δ’ ἄμεινόν ἐστιν M ὠφελεῖν— ἐστίν (2) om. F 2 κἀκεῖνο S μέν ἐστιν δύναμις transp. S 3 δὲ μόνα] μὲν Μ alt. δὲ SM: δ’ ceteri 6 ἑτεροιοτήτων SM: ἑιεροτήτων ceteri (v) 8 ἀεὶ SM: αἰεὶ ceteri εὐεργέτησιν S 9 δυνάμεσιν SF 10 ἀμείνω] ἀμείνω τάξιν M ταῦτα] ταῦτ’ οὑν Α (Maug.) προσήκει om. F 11 αὐτοῖς om. M ἐσιιν om. Η (Turn.) 12 δὲ SM: δ’ ceteri μυρία post θεόν transp. S ἅτε M, ἄτ’ HP 13 ἐνδεδεμένῳ F 14 δόξεσιν G ἐντετυμβευμένω F κύριον F 15 σῶμα F καλέσειεν S αἰδείσθω] αἰσθητῷ S 10 μὲν γὰρ SM: μὲν om. ceteri (v) 6 om. Α αὑτοῦ MA, ὒ ia ὒ corr. Η: αὐτοῦ ceteri 17 δὲ ora. M βλάrει M 18 τῷ] τοῦ S 19 ὅταν] ὅτε A ἀμυδρὰν Μ ποιεῖται SMA ποιῆται suspectum: οἴηται (vel ἡγῆται) conicio 20 ἀσάφεια coni. et καὶ secl. Cliristophorson) [*](15 σῆμα: Plat. Cratyl. 400b. 20 Deut. 17,9. 21,.5. d. Ioseph. Ant. Iud. IV § 218 ἂν οἱ δικασταὶ μὴ νοῶσι περὶ τῶν ἐπ’ αὐτοὺς παρατεταγμένων ἀποφήνασθαι, συμβαίνει δέ πολλὰ τοιαῦτα τοῖς ἀνθρώποις, ἀναπεμπέτωσαν τὴν δίκην εἰς τὴν ἱερὰν πόλιν, καὶ συνελθόντες ὅ τε ἀρχιερεὺς καὶ 6 προφήτης καὶ ἡ γερουσία τὸ δοκοῦν ἀποφαινέσθωσαν. c. Ap. ΙΙ § 187 καὶ γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν.)

v.5.p.253
ἀναπεμπέτω πρὸς ἀκριβεστέρους δικαστάς· οὗτοι δὲ τίνες ἂν εἶεν ἢ ἱερεῖς καὶ ὁ τῶν ἱερέων ἔξαρχος καὶ ἡγεμών;

οἱ γὰρ λειτουργοὶ θεοῦ γνήσιοι τὴν διάνοιαν ἐπιμελῶς ἠκόνηνται, τὸ παρὰ μικρὸν οὐ μικρὸν σφάλμα ἡγούμενοι, διὰ τὰς ἐν ἅπασιν ὑπερβολὰς τοῦ θεραπευομένου βασιλέως—διὸ καὶ προστέτακται πᾶσι τοῖς ἱερωμένοις νηφαλίους θύειν, ἵνα μηδὲν τοῦ παραπαίειν καὶ παραληρεῖν φάρμακον ὑπεισελθὸν τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀμαυρώσῃ—,

τάχα δ’ ἐπειδὴ καὶ ὁ πρὸς ἀλήθειαν ἱερεὺς εὐθύς ἐστι προφήτης, οὐ γένει μᾶλλον ἢ ἀρετῇ παρεληλυθὼς [*](p. 368 M.) ἐπὶ | τὴν τοῦ ὄντως ὄντος θεραπείαν, προφήτῃ δ’ οὐδὲν ἄγνωστον, ἔχοντι νοητὸν ἥλιον ἐν αὑτῷ καὶ ἀσκίους αὐγάς, εἰς ἐναργεστάτην κατάληψιν τῶν αἰσθήσει μὲν ἀοράτων διανοίᾳ δὲ καταληπτῶν.

Πάλιν οἱ σταθμία καὶ ζυγὰ καὶ μέτρα διαχειρίζοντες ἔμποροι καὶ κάπηλοι καὶ ἀγοραῖοι καὶ ὅσοι ἄλλοι τὰ πρὸς τὸ ζῆν ὤνια πιπράσκουσι ξηρά τε καὶ ὑγρὰ τάττονται μὲν ὑπ’ ἀγορανόμοις, ὀφείλουσι δ’ αὐτοὶ ἑαυτῶν, ἐὰν σωφρονῶσιν, ἄρχοντες εἶναι, μὴ φόβῳ τὰ δίκαια δρῶντες ἀλλ’ ἑκουσίῳ γνώμῃ· τοῦ γὰρ μετ’ ἀνάγκης τὸ αὐτοκέλευστον κατόρθωμα τιμιώτερον πανταχοῦ.

διὸ προστάττει τοῖς καπήλοις καὶ ἐμπόροις καὶ εἴ τινες ἄλλοι τὴν τοιαύτην προαίρεσιν ἐπανῄρηνται τοῦ βίου ζυγὰ δίκαια καὶ σταθμία καὶ μέτρα παρασκευάζεσθαι, μηδὲν ἐπὶ [*](1.2 ἡ ἱερεῖς om. M 2 ἱερέων] ἱερῶν P alt. καὶ om. HP (Turn.) 3 γνήσιοι SM Esc: οἱ γνήσιοι ceteri (v) 4 ἡγούμενοι] οἰόμενοι Α 5 protqetaktai AF1H1P, σ ss. F2H2 πᾶσι om. M νηφαλίους scripsi: νηφαλίου S, νηφάλια ceteri (v) 6 ὑπεισελθὸν SM: ἐπεισελθὸν ceteri (v) τοὺ F τῆς om. Α 7 ἀμαυρώσει F καὶ 6 M: 6 om. S, καὶ oin. ceteri (v) 8 εὐθής Α 9 ὄντος ὄντως GH1P (Turn.), ὄντως om. Esc. 9. 10 ἐν ἑαυτῶ ἔχοντι τὸν νοητόν ἥλιον transp. M 10 αὑτῶ SH-: ἑαυτῶ MAG Esc, αὐτῶ FH1P ἐνεργεστάτην S 12 tit. περὶ σταθμίων καὶ ζυγῶν καὶ μέτρων add. S mg M πάλιν δὲ AP2 μέτρα καὶ στάθμια καὶ ζυγὰ transp. HP (v) στάθμια codd. ζύγια S διαχειρίζοντες M: διαχωρίζοντες S, διαχειροῦντεσ Α, διαχειριοῦντεσ GHP (v), διαχρινοῦντες καὶ διαχειριοῦντες F 13 ἀγοραῖοι] ἀγοραῖοι] SM ἄλλοις L (Turn.) ὄνια S 13. 14 πιπράσκουσιν S 15 ἐάν σώφρονές εἰσιν σωφρονῶσιν scripsi), ἄρχοντες εἶναι SM: ἄρχοντες εἶναι, ἐάν σωφρονῶσι ceteri (v) 16 ἑκουσία AF 18 εἴ τινες] οἵτινες H (v) ἐπαναίρηνται S 19 ζύγια S πάρα στάθμια καὶ μέτρα SM: μέτρα καὶ στάθμια ceteri (v) παρασκευάζεσθαι S, κατασκευάζεσθαι M: κατασ·ιευάζεσθαι FGHP (v), κατασκευάσαι Α) [*](2—5 Escur. X—I—13 fol. 228r: οἱ λειτουργοὶ θεοῦ γνήσιοι—τοῦ θεραπευομένου βασιλέως. 5 Lev. 10,9. 7—11 Escur. ibid.: ὁ πρὸς ἀλήθειαν ἱερεὺς—διανοίᾳ δὲ καταληπτῶν. 17 sqq. Lev. 19,3.0. 36. Dent. 25,13—15.)

v.5.p.254
βλάβῃ τῶν ὠνουμένων κακοτεχνοῦντας, ἀλλ’ ἀπ’ ἐλευθέρας καὶ ἀδόλου ψυχῆς ἕκαστα καὶ λέγειν καὶ πράττειν ἐκεῖνο λογιζομένους, ὅτι τὰ μὲν ἄδικα κέρδη βλαβερώτατα, ὁ δὲ μετὰ δικαιοσύνης πλοῦτος ἀναφαίρετος.

Ἐπεὶ δὲ φιλεργίας ἆθλα μισθοὶ πρόκεινται τοῖς δημιουργοῖς, δημιουργοῦσι δὲ οἱ ἐν ἐνδείαις, ἀλλ’ οὐχ οἷς ἄφθονοι περιουσίαι, κελεύει μὴ ὑπερτίθεσθαι τὰς δόσεις, ἀλλ’ αὐτῇ παρέχειν ἡμέρᾳ τὸν διομολογηθέντα μισθόν. ἄτοπον γὰρ τὰ μὲν ἐκ τῆς τῶν πενήτων ὑπηρεσίας ἀπειληφέναι τοὺς εὐπόρους, τὰς δ’ ἀντὶ τούτων ἀμοιβὰς μὴ ἀντιπαρασχεῖν ἀπόροις εὐθὺς περιουσίᾳ ζῶντας.

ἆρ’ οὐκ ἐναργῆ δείγματα ταῦτ’ ἐστὶ προφυλακῆς μειζόνων ἀδικημάτων; ὁ γὰρ μηδὲ μισθὸν τὸν πάντως ἀποδοθησόμενον ἐῶν ἐκπρόθεσμον γενέσθαι, προθεσμίαν ὁρίσας ἑσπέραν, ἐν ᾗ δεήσει τὸν δημιουργὸν ἀπαλλαττόμενον οἴκαδε κομίσασθαι τὴν ἀμοιβήν, οὗτος οὐ πολὺ πρότερον ἁρπαγὴν ἀπαγορεύει καὶ κλοπὴν καὶ χρεωκοπίαν καὶ ὅσα τούτοις ὁμοιότροπα, διαπλάττων καὶ διαμορφῶν τὴν ψυχὴν πρὸς δόκιμον εἶδος τὸ καλοκἀγαθίας αὐτῆς;

Εὖ μέντοι κἀκεῖνο διείρηται, ὅπως μηδεὶς μηδένα βλασφημῇ καὶ κακηγορῇ, καὶ μάλιστα κωφὸν οὔτε αἴσθησιν ὧν ἀδικεῖται δυνάμενον λαβεῖν οὔτε ἐν τοῖς ἴσοις αὐτὸ τοῦτο ἀμύνασθαι. μάχη γὰρ πασῶν ἐκνομωτάτη, καθ’ ἣν τὸ μὲν ἕτερον μέρος ἐν τῷ δρᾶν ἐξετάζεται, τὸ δ’ ἕτερον ἐν τῷ μόνον πάσχειν.

τοῖς δὲ κακηγοροῦσι τοὺς ἀναύδους καὶ τὰ ὦτα βεβλαμμένους ὅμοιον ἀδίκημα δρῶσιν οἱ τυφλοῖς ὀλίσθους [*](1 κακοτεχνοῦντες S ἐλευθέρας SMAF: ἐλευθέρου GHP (v) ; καθαροῦ (-ᾶς?) coui. Mang. 2 λέγειν καὶ πράττειν] exspectaveris λέγοντας καὶ πράττοντας 4 πρόκεινται μισθοὶ transp. Α 5 δὲ SM: δ’ ceteri ἐν ss. MF2 éndoqiaiw Α οὐχ om. M ἄφθονοι περιουσίαι SM: ἄφθονος περιουσία ceteri (v) (ante κελεύει) tit. περὶ ἀποδόσεως μισθοῦ add. S mg M 6 τὰς om. S ἀλλ’ αὐτὴ] ἀλλὰ τῇ αὐτῇ conicio diomologhuqenta] dhmioyrgnuqenta HP (-ος Turn.) 7 ὑπηρεσίας SMG: περιουσίας ceteri (Turn.) 8 ἀντιπάσχειν S1, corr. S2 9 ἀπόρους SM περιουσιάζοντας MF ἐστὶν S 10 μηδὲ oui. Α τὸν πάντως] τῶν πάντων S 11 ἐμπρόθεσμον Α προθεσμίαν] προθεσμίαν] Α 12 δεήσῃ F 13 χρεοκοπίαν SF 15 δόκιμον εἶδος τὸ M: δόκιμα εἴδη τὰ FGUP (Turn.), δοκίμια ἤδη τὰ Α, δοκιμασίαν S (Mang.). IG tit. περὶ κωφῶν καὶ τυφλῶν add. S mg M διήρηται ’, δὴ εἴρηται M μηδεὶς μὴ δύνηται βλασφημεῖν καὶ κακηγορεῖν Α 17. 18 οὔτε ... οὔτε SM: οὐδέ ... οὐδ’ ceteri (v) 18 ἐν om. M (fort. recte) αὐτὸ τοῦτο SM: παρ’ αὐτὸ τοῦτο ceteri (v) 19 μέρος oui. Α 20 κατηγοροῦσι SM, κακουργοῦσι Α τοὺς] τούς τε M, πρὸς F ἀναύλους S 21 τὰ om. Α ὅμοιον ἀδίκημα SM: ὁμοίως ἄδικα ceteri (v)) [*](2.3 Escur. ibid.: τά μὲν ἄδικα κέρδη βλαβερώτατα, 6 δὲ μετὰ δικαιοσύνης πλοῦτος ἀναφαίρετος. G Lev. 19,13. Deut. 24,14. 15. IG. 20 Lev. 19,14.) [*](18—20 Rscur. ibid.: μάχ̣η πασῶν ἐκνομωτάτη—ἐν τῴ μόνον πάσχειν.)

v.5.p.255
ἐμποιοῦντες καὶ ἕτερ’ ἄττα ἐν ποσὶ τιθέντες· ἀνάγκη γάρ, οὐχ οἵους τε ὄντας ὑπερβαίνειν δι’ ἄγνοιαν, περιπταίοντας ἀμφότερα καὶ τῆς ὁδοῦ διαμαρτάνειν καὶ τὰς βάσεις βλάπτεσθαι.

τοῖς δὲ τῶν τοιούτων ἐργάταις τε καὶ ζηλωταῖς ἐπανατείνεται θεοῦ φόβον ὁ νόμος, εἰκότως καὶ προσηκόντως, ἐπειδὴ μόνος οὗτος τὴν χεῖρα ὑπερέχει καὶ προασπίζει τῶν αὑτοῖς βοηθεῖν ἀδυνατούντων· καὶ μόνον οὐκ ἄντικρύς φησι τοῖς ἀδικοπραγοῦσι τοὺς μὲν πεπλημμελημένους·

„ὦ κενοὶ φρενῶν, λήσεσθαι νομίζετε γέλωτα ἡγούμενοι τὰς ἐκείνων συμφορὰς καὶ εἰς ταῦτα ἐξαμαρτάνοντες, περὶ ἃ συμβέβηκεν ἀτυχεῖν αὐτοῖς, ὦτα μὲν διὰ κακηγοριῶν, ὀφθαλμοὺς δὲ διὰ τῶν ἐν ποσὶν ὀλίσθων; τὸν δὲ πάντων ἔφορον καὶ δίοπον θεὸν οὐδέποτε λήσεσθε κακοπραγίαις ἀθλίων ἀνθρώπων ἐπεμβαίνοντες, ὡς τὰς ὁμοίας κῆρας οὐκ ἐνδεξόμενοι, σῶμα μὲν πάσαις ἁλωτὸν νόσοις περιφέροντες, αἰσθήσεις δ’ ἐπικήρως ἐχούσας, αἳ μικρᾶς ἕνεκα καὶ τῆς τυχούσης προφάσεως οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀνιάτους ὑπομένουσι πηρώσεις.“