De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ δέ τις τῶν ἀσκητῶν φιλογυμναστὴς γένοιτο καὶ φιλόθηρος, μελέτας καὶ προάγωνας ὑπολαμβάνων εἶναι πολέμων καὶ κινδύνων τῶν πρὸς ἐχθρούς, ὁπότε χρήσαιτο εὐτυχίᾳ τῇ περὶ ἄγραν, [καὶ] τοὺς ἑαλωκότας θῆρας προτιθέτω κυσὶν εὐωχίαν, μισθὸν ἢ γέρας εὐτολμίας καὶ ἀνυπαιτίου συμμαχίας, αὐτὸς δὲ μὴ ψαυέτω προδιδασκόμενος ἐν ἀλόγοις ζῴοις, ἃ χρὴ καὶ περὶ ἐχθρῶν φρονεῖν, οἷς πολεμητέον οὐ διὰ κέρδος ἄδικον λωποδυτούντων πράξεις μιμουμένους, ἀλλ’ ἤτοι διὰ πεῖραν κακῶν ὧν προπεπόνθασιν ἀμυνομένους ἢ δι’ ἃ προσδοκῶσι πείσεσθαι.

ἔνιοι δὲ Σαρδανάπαλλοι τὴν ἀκρασίαν τὴν ἄγαν ἁβροδίαιτον αὑτῶν χανδὸν πρὸς τὸ ἀόριστον καὶ ἀτελεύτητον ἀποτείνοντες, καινὰς [*](1 tit. περί θνησιμαίων καὶ θηριαλώτων add. S mg M 2 τραπέζης SM: τραπέζας v ἄνθρωπον scripsi: ἀνθρώπων SM (v) ἀτιθάσσοις M (v) 3 συνευοχούμενον S 5 προκατισχημένον M 7 καὶ βάλλειν θῆρας εὐσκόπως ἐπισταμένους M mg S: om. in textu S (om. v) 8 καὶ ἐπ’ εὐθήροις ἄγραις ὑψαυχενοῦντας om. M μάλιστ’ S1, corr. S2 9 σκύλαξιν S 11 ἀνδρίους S 12 τις seclusi; ἐμέμψατο δ’ αὖθις coui. Mang. 13 ἄντικρυς SM: ἄντικρύς Maug. 15 προαγῶνας M (coni. Mang.): πρῶνας S 16 καὶ seclusit Maug. 20 πράξεις SM: τἀς πράξεις v μιμουμένους addidi; π. ἐπιτηδεύοντας coni. 21 πεῖραν M: om. S (v) ἀμυνομένους scripsi: ἀμυνομένοις SM (v) 22 πήσεσθαι S1, πείσεσθαι corr. S2 σαρδανάπαλοι M τὴν ἀκρασίαν Wendl.: τῆς ἀκρασίας SM (v) τὴν ἄγαν scripsi: τὴν ἀρὰν SM: τὸ ἄγαν v ἁβροδιαίτων S 23 αὐτῶν SM (v) χανδὸν] σχεδὸν coui. Maug. ἀόριστον S2: ἄριστον S1M ἀποτείνοντες M: ἀποτείνονται S (v) καινὰς κενὰς SM: καὶ καινὰς) [*](1 Lev. 5,2. 11,24—28. Deut. 14,20. 12 Lev. 17,13—16. 17)

v.5.p.237
ἐπινοοῦντες ἡδονάς, ἄθυτα παρασκευάζουσιν, ἄγχοντες καὶ ἀποπνίγοντες καὶ τὴν οὐσίαν τῆς ψυχῆς, ἣν ἐλεύθερον καὶ ἄφετον ἐχρῆν ἐᾶν, τυμβεύοντες τῷ σώματι τὸ αἷμα· σαρκῶν γὰρ αὐτὸ μόνον ἀπολαύειν αὔταρκες ἦν, μηδενὸς ἐφαπτομένους τῶν συγγένειαν πρὸς ψυχὴν ἐχόντων.

ὅθεν ἐν ἑτέροις τίθησι νόμον περὶ αἵματος, μήθ’ αἷμα μήτε στέαρ προσφέρεσθαι· τὸ μὲν αἷμα δι’ ἣν εἶπον αἰτίαν ὅτι οὐσία ψυχῆς ἐστίν—οὐχὶ τῆς νοερᾶς καὶ λογικῆς ἀλλὰ τῆς αἰσθητικῆς, καθ’ ἣν ἡμῖν τε καὶ τοῖς ἀλόγοις κοινὸν τὸ ζῆν συμβέβηκεν· ἐκείνης γὰρ οὐσία πνεῦμα θεῖον καὶ μάλιστα κατὰ Μωυσῆν, ὃς ἐν τῇ κοσμοποιΐᾳ φησὶν ἀνθρώπῳ τῷ πρώτῳ καὶ ἀρχηγέτῃ τοῦ γένους ἡμῶν ἐμφυσῆσαι πνοὴν ζωῆς τὸν θεὸν εἰς τὸ τοῦ σώματος ἡγεμονικώτατον, τὸ πρόσωπον, ἔνθα αἱ δορυφόροι τοῦ νοῦ καθάπερ μεγάλου βασιλέως αἰσθήσεις παρίδρυνται· τὸ δ’ ἐμφυσώμενον δῆλον ὡς αἰθέριον ἦν πνεῦμα καὶ εἰ δή τι αἰθερίου πνεύματος κρεῖσσον, ἅτε τῆς μακαρίας καὶ τρισμακαρίας φύσεως ἀπαύγασμα —,

τὸ δὲ στέαρ, διότι πιότατον, πάλιν εἰς διδασκαλίαν ἐγκρατείας καὶ ζῆλον αὐστηροῦ βίου, τὰ μὲν ῥᾷστα καὶ κατὰ χειρὸς μεθιεμένου, φροντίδας δὲ καὶ πόνους ἐθελοντὶ ἕνεκα κτήσεως ἀρετῆς ὑπομένοντος.

ἧς χάριν αἰτίας ἀπὸ παντὸς ἱερείου δύο ταῦτα ἐξαίρετα ὁλοκαυτοῦται, ὥσπερ τινὲς ἀπαρχαί, στέαρ τε καὶ αἷμα, τὸ μὲν ὡς σπονδὴ τῷ βωμῷ προσχεόμενον, τὸ δ’ ὡς ὕλη φλογὸς ἐπιφερόμενον ἀντ’ ἐλαίου διὰ τὴν πιότητα τῷ καθωσιωμένῳ καὶ ἱερῷ πυρί.

Μέμφεταί τινας τῶν καθ’ αὑτὸν γεγονότων ὡς γαστριμάργους καὶ τὸ καθηδυπαθεῖν ὡς εὐδαιμονικὸν ἐν τοῖς μάλιστα εἶναι ὑπολαμβάνοντας, οἷς οὐκ ἀπέχρη κατὰ πόλεις αὐτὸ μόνον τρυφᾶν, ἐν αἷς αἱ χορηγίαι καὶ παρασκευαὶ τῶν ἐπιτηδείων ἄφθονοι, ἀλλὰ καὶ ἐν ἐρημίαις ἀβάτοις καὶ ἀτριβέσιν, ἀξιοῦντες ἐν ταύταις ἀγορὰς ἔχειν ἰχθύων καὶ κρεῶν καὶ τῶν [*](2 pr. καὶ SM: om. v 2.3 τυμβεύοντες SM: ἐντυμβεύοντες v 3 αὐτῶ (sed ω corr. ex ο) S, αὐτῶν M 4 αὔταρκές v 7 pr. τῆς om. M post λογικῆς add. ὅτι δύο ψυχὰς ἔχομεν mg S et in textu M 8 post συμβέβηκεν tit. περὶ ψυχῆς ἀνθρώπου add. S mg M 14 κρεῖσσον SM: κρεῖττον v 16 μεθιεμένου M: μεθίεμεν, οὐ S (v) 17 ὑπομένοντος M: ὑπομένοντες S (v) 18 ὁλοκαυτοῦται scripsi: ὁλόκαυται S1, ὁλοκαύτω (sic) S2, ὡλοκαύτωται M; ὁλόκαυτα v 20 ἀντ’ ἐλαίου om. M 21 καθωσιωμένῳ M: καθοσιωμένω S (v) 22 μέμφεται τινας conicio, μέμφεται οὖν coni. Mang. 23 κατηδυπαθεῖν S1, corr. 24 ἀπέχρη S: ἀπόχρη M 25 ἐν add. Wendl. 20 κρειῶν Richt.) [*](5 Lev.3,17. 6 Lev. 17.11. 14. Deut. 12,23. 9 Gen. 2,7. 18 Lev. 4,7.8 al. 22 sqq. Num. 11,4 sqq.)

v.5.p.238
ἐν εὐετηρίᾳ πάντων.

εἶτ’ ἐπειδὴ σπάνις ἦν, συνιστάμενοι κατεβόων καὶ κατηγόρουν καὶ ἐδυσώπουν ἀναισχύντῳ θράσει τὸν ἄρχοντα καὶ οὐ πρότερον ἐπαύσαντο νεωτερίζοντες ἢ τυχεῖν μὲν ὧν ὠρέγοντο, τυχεῖν δὲ ἐπ’ ὀλέθρῳ, δυοῖν ἕνεκα· τοῦ τ’ ἐπιδείξασθαι, ὅτι πάντα θεῷ δυνατὰ πόρον ἐξ ἀμηχάνων καὶ ἀπόρων ἀνευρίσκοντι, καὶ τοῦ τιμωρήσασθαι τοὺς γαστρὸς ἀκράτορας καὶ ἀφηνιαστὰς ὁσιότητος.

ἀπὸ γὰρ τῆς θαλάττης ἀρθὲν ὀρτυγομήτρας νέφος ἐκχεῖται περὶ τὴν ἕω καὶ τὸ μὲν στρατόπεδον καὶ τὰ πέριξ ἐφ’ ἡμερήσιον ἀνδρὸς εὐζώνου πανταχόθεν ἐν κύκλῳ συνεσκίαστο, τὸ δὲ ὕψος τῆς τῶν ζῴων πτήσεως ὡσεὶ διπήχει συναριθμουμένῳ διαστήματι τῆς γῆς ἀφειστήκει πρὸς εὐμαρῆ σύλληψιν.

εἰκὸς μὲν οὖν τὸ τεράστιον τοῦ μεγαλουργηθέντος καταπλαγέντας ἀρκεσθῆναι τῇ θέᾳ καὶ γεμισθέντας εὐσεβείας κἀν ταύτῃ τραφέντας ἀποσχέσθαι κρεωφαγίας· οἱ δὲ μᾶλλον ἢ πρότερον ἐπιθυμίαν ἐγείραντες ὡς ἐπὶ μέγιστον ἀγαθὸν ἵεντο καὶ τὰ ζῷα ταῖς ἀμφοτέραις χερσὶν ἐφελκόμενοι τοὺς κόλπους ἐπλήρουν, εἶτ’ ἐναποτιθέμενοι ταῖς σκηναῖς ἐφ’ ἑτέρων σύλληψιν ἐξῄεσαν — αἱ γὰρ ἄγαν πλεονεξίαι μέτρον οὐκ ἔχουσι — καὶ σκευάζοντες πᾶσαν ἰδέαν ἀπλήστως ἐνεφοροῦντο, μέλλοντες οἱ κενοὶ φρενῶν ὑπὸ τῆς πλησμονῆς ἀπόλλυσθαι.

καὶ δῆτα οὐκ εἰς μακρὰν καθάρσεσι χολῆς ἐφθάρησαν, ὡς καὶ τὸ χωρίον ἀπὸ τοῦ περὶ αὐτοὺς πάθους τὴν ἐπωνυμίαν λαβεῖν· ἐκλήθη γὰρ „Μνήματα τῆς ἐπιθυμίας“ (Num. 11,34), ἧς οὐκ ἔστιν ἐν ψυχῇ, καθάπερ ἐδίδαξεν ὁ λόγος, μεῖζον κακόν.

διὸ παγκάλως ἐν ταῖς παραινέσεσι Μωυσῆς φησιν· „οὐ ποιήσει ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὑτοῦ“ (Deut. 12, 8), τὸ δ’ ἐστὶν ἴσον τῷ "μηδεὶς τῇ ἐπιθυμίᾳ τῇ αὑτοῦ χαριζέσθω“· εὐαρεστείτω γάρ τις θεῷ, κόσμῳ, φύσει, νόμοις, σοφοῖς ἀνδράσι, φιλαυτίαν παραιτούμενος, εἰ μέλλει καλὸς κἀγαθὸς γενήσεσθαι.

Τοσαῦτα καὶ περὶ τῶν εἰς ἐπιθυμίαν ἀναφερομένων ἀποχρώντως κατὰ τὴν δύναμιν εἴρηται πρὸς συμπλήρωσιν τῶν δέκα λογίων καὶ τῶν τούτοις ὑποστελλόντων· εἰ γὰρ δεῖ τὰ μὲν φωνῇ θείᾳ χρησμῳδηθέντα [*](2 ἐκατηγόρουν S (sed ἑ expunxit S2) ; κακηγόρουν coni. Mang, 3 νεωτερίζοντι S1, corr, S2 4 δὲ S: δ’ M 7 ἐκχεῖται SM: ἐγχεῖται v περὶ Mang.: παρὰ SM 8 ἐφημερήσιον SM 9 συνεσκίαστο SM: ὑπεσκίαστο v ὡσεὶ διπήχει Mang. (cf. LXX Num. 11,31): εἰ δίπηχυ S1 ut vid., εἰς διπήχει (sic) εἴδει πήχεως M: εἰ διπήχει v 12 κἀν scripsi: καὶ SM (v): καὶ ταύτῃ ἐντραφέντας coni, Mang. 13 κρεοφαγίας ἁγίας S ἐγείραντες SM: ἐγείροντες v 14 ἵεντο M 16 ἐξῄεσαν scripsi: ἐξίεσαν SM (v) ἔχουσιν S 17 εἶδέν S 22 παραινέσεσιν S 23 αὐτοῦ SM 24 τῶ M: τὸ S pr. τὴν S1, τῆ corr, S2 αὐτοῦ SM εὐαριστείτω Richt, Tauchn. 27 περὶ addidi 27. 28 ἀποχρῶντος S 28 ι΄ M 29 εἰ γὰρ δεῖ] ἔδει γὰρ coni. Mang,)

v.5.p.239
κεφάλαια γένη νόμων ἀποδεῖξαι, τοὺς δὲ κατὰ μέρος πάντας οὓς διηρμήνευσε Μωυσῆς ὑποστέλλων τὰ εἴδη, πρὸς τὸ ἀσύγχυτον τῆς ἀκριβοῦς καταλήψεως φιλοτεχνίας ἐδέησεν, ᾗ χρησάμενος ἑκάστῳ τῶν γενῶν ἐξ ἁπάσης τῆς νομοθεσίας τὰ οἰκεῖα προσένειμα καὶ προσέφυσα.

τούτων μὲν δὴ ἅλις. οὐ δεῖ δ’ ἀγνοεῖν, ὅτι ὥσπερ ἰδίᾳ ἑκάστῳ τῶν δέκα συγγενῆ τινα τῶν ἐπὶ μέρους ἐστίν, ἃ πρὸς ἕτερον γένος οὐδεμίαν ἔχει κοινωνίαν, οὕτως ἔνια κοινὰ πάντων συμβέβηκεν, οὐχ ἑνὶ ἢ δυσίν, ὡς ἔπος εἰπεῖν, τοῖς δὲ δέκα λογίοις ἐφαρμόττοντα.

ταῦτα δ’ εἰσὶν αἱ κοινωφελεῖς ἀρεταί· καὶ γὰρ ἕκαστος ἰδίᾳ τῶν δέκα χρησμῶν καὶ κοινῇ πάντες ἐπὶ φρόνησιν καὶ δικαιοσύνην καὶ θεοσέβειαν καὶ τὸν ἄλλον χορὸν τῶν ἀρετῶν ἀλείφουσι καὶ προτρέπουσι, βουλαῖς μὲν ἀγαθαῖς ὑγιαίνοντας λόγους, λόγοις δὲ σπουδαίας πράξεις συνείροντες, ἵνα τὸ ψυχῆς ὄργανον εὐαρμόστως ὅλον δι’ ὅλων συνηχῇ πρὸς ἐμμέλειαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον.

περὶ μὲν οὖν τῆς ἡγεμονίδος τῶν ἀρετῶν, εὐσεβείας καὶ ὁσιότητος, ἔτι δὲ καὶ φρονήσεως καὶ σωφροσύνης εἴρηται πρότερον, νυνὶ δὲ περὶ τῆς ἐπιτηδευούσης ἀδελφὰ καὶ συγγενῆ ταύταις δικαιοσύνης λεκτέον.

Ἓν τὸ δικαιοσύνης οὐ βραχὺ μέρος ἦν τὸ πρὸς δικαστήρια καὶ δικαστάς, οὗ πρότερον ἐποιησάμην ὑπόμνησιν, ἡνίκα τὰ τῶν μαρτυρίων ἐπὶ πλέον ἀπομηκύνων διεξῄειν ἕνεκα τοῦ μηδὲν παραλειφθῆναι τῶν ἐμφερομένων. οὐκ εἰωθὼς δὲ παλιλλογεῖν, εἰ μή πού τις ἀνάγκη γένοιτο βιαζομένων τῶν καιρῶν, ἐκεῖνο μὲν ἐάσω, πρὸς δὲ τὰ ἄλλα μέρη τρέψομαι τοσοῦτον προειπών.

τὰ δίκαια, φησὶν ὁ νόμος, ἐντιθέναι δεῖ τῇ καρδίᾳ καὶ ἐξάπτειν εἰς σημεῖον ἐπὶ τῆς χειρὸς καὶ εἶναι σειόμενα πρὸ ὀφθαλμῶν, αἰνιττόμενος διὰ τοῦ προτέρου, ὅτι χρὴ μὴ ὠσὶν ἀπίστοις παρακατατίθεσθαι τὰ δίκαια — πίστις γὰρ ἀκοαῖς οὐκ ἔνεστιν —, [*](2 διηρμήνευσε M: διερμήνευσε S (v) πρὸς τὸ M: πρὸς δὲ τὸ S (v) ἀσύγχυτον Mang.: ἀσύγκριτον SM 3 ἢ S 5 δὴ SM: δὲ v ἴδια M 6 ι΄ M ἐστίν SM: oin. v 8 δὲ add. Mang. ι΄ M 9 ι΄ M 11 ἀλείφουσιν S 13 διόλου M συνηχῇ M (coni. Mang.): συνεχῆ S; συνέχῃ v 15 alt. καὶ om. M 18 tit. περὶ δικαιοσύνης S mg M 19 ἓν τὸ Mang.: ἐν τῶ SM (sed ω corr. ex ο S) ἦν SM: ἢ v 20 δικαστάς S: δικαστήν M (v) ἐποιησάμην SM: ἐποιήσα μὲν v 21 διεξίειν M παραλειφθῆναι M (coni. Mang.): παραληφθῆναι S 26 ὅτι v: τί SM) [*](24 Deut. 6,6.8. 1118.)

v.5.p.240
ἀλλὰ τῷ ἡγεμονικωτάτῳ τὰ πάντων ἄριστα μαθημάτων ἐντυποῦν καὶ ταῦτα χαράττοντα σφραγῖσι δοκίμοις·

διὰ δὲ τοῦ δευτέρου τὸ μὴ μόνον ἐννοίας λαμβάνειν τῶν καλῶν, ἀλλὰ καὶ τὰ δόξαντα πράττειν ἀνυπερθέτως — ἡ γὰρ χεὶρ πράξεως σύμβολον, ἧς ἐξάπτειν καὶ ἐξαρτᾶν τὰ δίκαια προστάττει, σημεῖον ἔσεσθαι τοῦτο φάσκων, καὶ τίνος ἄντικρυς οὐ διείρηκε, διὰ τὸ μὴ ἑνός, ὥς γέ μοι δοκεῖ, πολλῶν δὲ γενέσθαι καὶ σχεδὸν ἁπάντων ἐν οἷς ὁ ἀνθρώπινος βίος —·

διὰ δὲ τοῦ τρίτου τὸ ἀεὶ καὶ πανταχοῦ φαντασιοῦσθαι τὰ δίκαια καθάπερ ἐγγὺς ὄντα ὀφθαλμῶν· σάλον δ’ ἐχέτω ταῦτα κινούμενα, φησίν, οὐχ ἵν’ ἀβέβαια καὶ ἀνίδρυτα ᾖ, ἀλλ’ ἵνα τῇ κινήσει τὴν ὄψιν ἐκκαλῇ πρὸς ἀρίδηλον θέαν· ὁράσεως γὰρ ἐπαγωγὸν κίνησις ἐξερεθίζουσα καὶ ἀνεγείρουσα μᾶλλον δ’ ἀκοιμήτους καὶ ἐγρηγορότας κατασκευάζουσα ὀφθαλμούς.

ὅτῳ δ’ ἐξεγένετο τυπώσασθαι ἐν τῷ τῆς ψυχῆς ὄμματι μὴ ἡσυχάζοντα ἀλλὰ κινούμενα καὶ ταῖς κατὰ φύσιν ἐνεργείαις χρώμενα, τέλειος ἀνὴρ ἀναγεγράφθω, μηκέτι ἐν τοῖς γνωρίμοις καὶ μαθηταῖς ἐξεταζόμενος, ἀλλ’ ἐν διδασκάλοις καὶ ὑφηγηταῖς, καὶ παρεχέτω τοῖς ἐθέλουσιν ἀρύεσθαι τῶν νέων ὥσπερ ἀπὸ πηγῆς τῶν λόγων καὶ δογμάτων ἄφθονον νᾶμα· κἂν τῶν ἀτολμοτέρων τις ὑπ’ αἰδοῦς μέλλῃ καὶ βραδύνῃ προσέρχεσθαι μαθησόμενος, αὐτὸς ἰὼν ἐπαντλείτω καὶ ἐποχετευέτω ταῖς ἀκοαῖς ἀθρόας ὑφηγήσεις, ἄχρις ἂν αἱ δεξαμεναὶ τῆς ψυχῆς γεμισθῶσι.