De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Τὰ μὲν ἐπὶ μοιχείᾳ καὶ ἀνδροφονίᾳ καὶ ὅσα ἑκατέρᾳ τούτων ὑποστέλλει νόμιμα μετὰ πάσης ἀκριβείας, ὥς γε ἐμαυτὸν πείθω, λέλεκται πρότερον. τὸ δ’ ἑπόμενον τῇ τάξει συνεπισκεπτέον, ὅ τι τρίτον μέν ἐστι τῶν ἐπὶ τῇ δευτέρᾳ στήλῃ, τῶν δ’ ἐν ἀμφοτέραις ὄγδοον, περὶ τοῦ μὴ κλέπτειν.

ὃς ἂν ἄγῃ ἢ φέρῃ τὰ ἑτέρου, μὴ δέον, ἐὰν μὲν βίᾳ καὶ φανερῶς τοῦτο ποιῇ, κοινὸς ἀναγραφέσθω πολέμιος, [γεγράφθω] παρανομίᾳ συνυφαίνων ἀναίσχυντον θράσος, ἐὰν δὲ κρύφα, λανθάνειν [*](1 tit. περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς τρία γ΄ M) γένη τῶν ι΄ λογίων· τὸ η΄ καὶ τὸ θ΄ καὶ τὸ περὶ τοῦ μὴ κλέπτειν καὶ ψευδομαρτυρεῖν καὶ μὴ ἐπιθυμεῖν· καὶ τῶν εἰς ἕκαστον ἀναφερομένων· καὶ περὶ δικαιοσύνης ἣ πᾶσι τοῖς ι΄ λογίοις ἐφαρμόζει· ὅ ἐστι τῆς συντάξεως SM 3 τὸ δέκατον τὸ ι΄) om. SM κλέπτειν SM: ἐπικλέπτειν V alt. μὴ om. SM 4 περὶ om. SM 6 δέκα om. v λογίοις SM: λογικοῖς (sic) v ὅλης addidi ex tabula cod. Vindob. theol. gr. 29 (cf. vol. I p. XXXVI): om SM (v) 7 τέλος addidi; τὸ τέλος Mang. 8 tit. περὶ κλοπῆς S mg M 9 ἑκατέρα S: ἑκάτερον M 10 μετὰ πάσης SM: μετ’ ἀπάσης (sic) Maug. γ’ Mang. 11 δ’ SM: δὲ v 12 ἐστιν S τῆς δευτέρας στήλης coni. Mang. δ’ SM: δὲ v 13 ὃς S: ὡς M ἄγῃ καὶ φέρῃ coni. Mang. 14 πολέμιος] πόλεως ἐχθρὸς coni. Mang. γεγράφθω seclusit Mang. 15 sqq. Exod. 22,4. cf. loseph. Ant. lud. IV § 271 ... ὁ δὲ χρυσὸν ἡ ἄργυρον ὑφελόμενος τὸ διπλοῦν ἀποτινέτω. Philonis opera vol. V. 14)

v.5.p.210
ἐπιχειρῶν φωρὸς τρόπον, δῐ αἰδῶ προκάλυμμα ποιούμενος τῶν ἁμαρτημάτων τὸ σκότος, ἰδίᾳ κολαζέσθω μόνον ὢν ὑπόδικος ὧν ἐπεχείρησε βλάπτειν καὶ κατατιθέτω διπλοῦν τὸ φώριον, ἄδικον ὠφέλειαν ἐξιώμενος βλάβῃ δικαιοτάτῃ.

ἐὰν δὲ ἄπορος ὢν ἐκτίνειν ἀδυνατῇ τό γε ἐπιτίμιον, πιπρασκέσθω — θέμις γὰρ ἐλευθερίας στέρεσθαι τὸν ὑπομείναντα κέρδους παρανομωτάτου δοῦλον εἶναι —, ἵνα μηδ’ ὁ πεπονθὼς κακῶς ἀπαρηγόρητος ἀφεθεὶς διὰ τὴν τοῦ κεκλοφότος ἀχρηματίαν ὀλιγωρεῖσθαι δοκῇ.

ἀλλὰ μηδεὶς ἀπανθρωπίαν καταγνώτω τοῦ διατάγματος· ὁ γὰρ πραθεὶς οὐκ εἰς ἅπαν ἐᾶται δοῦλος, ἀλλ’ ἐντὸς ἑπταετίας ἀπαλλάττεται κοινῷ κηρύγματι, καθάπερ ἐν τοῖς περὶ ἑβδόμης ἐδήλωσα.

καὶ ἀγαπάτω διπλοῦν ἐκτίνων τὸ φώριον ἢ καὶ πιπρασκόμενος, ἀδικῶν οὐκ ὀλίγα· πρῶτον μὲν ὅτι τοῖς οὖσιν οὐκ ἀρκούμενος περιττοτέρων ὀρέγεται, πλεονεξίαν, ἐπίβουλον καὶ δυσίατον πάθος, ἐπιτειχίζων· δεύτερον δ’ ὅτι τοῖς ἀλλοτρίοις προσοφθαλμιῶν καὶ ἐπικεχηνὼς τὰς ἐπὶ νοσφισμῷ πάγας τίθεται, τοὺς κυρίους ὧν ἔχουσιν ἀφαιρούμενος· τρίτον δ’ ὅτι καὶ λανθάνειν ἐπιτηδεύων τὰς μὲν ἐκ τοῦ πράγματος ὠφελείας μόνος ἔστιν ὅτε καρποῦται, τὰ δ’ ἐγκλήματα τρέπει πρὸς τοὺς ἀναιτίους, τυφλὴν ἀπεργαζόμενος τὴν ἔρευναν τῆς ἀληθείας.

ἔοικε δέ πως καὶ αὐτὸς ἑαυτοῦ κατηγορεῖν, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος ἐν οἷς ὑφαιρεῖται λάθρα, πάντως αἰσχυνόμενος ἢ εὐλαβούμενος, ὧν τὸ μέν ἐστι σημεῖον τοῦ τὴν πρᾶξιν αἰσχρὰν ὑπειληφέναι—τὰ γὰρ αἰσχρὰ αἰσχύνην ἐπιφέρει—, τὸ δὲ τοῦ κολάσεως ἄξιον νομίζεσθαι, δέος γὰρ ἐμποιοῦσιν αἱ κολάσεις.

Ἐάν τις ἔρωτι τῶν ἀλλοτρίων ἐπιμανεὶς κλέπτειν ἐπιχειρῇ καὶ μὴ δυνάμενος εὐπετῶς ὑφαιρεῖσθαι τοιχωρυχῇ νύκτωρ, προκάλυμμα ποιούμενος ὧν ἀδικεῖ τὸ σκότος, ἁλοὺς μὲν ἐπ’ αὐτοφώρῳ, πρὶν ἥλιον [*](1 δι’ addidl; τὸ σκότος (2) coni. Mang. 2 μόνος M ὢν ὑπόδικος ὧν SM: ὦν ὑπόδικος ὢν V 3 κατατιθέτω SM: κατατιθέσθω v φώριον M: φώριον S (v) 4 ἐκτίνειν scripsi: ἐκτείνειν S (v), ἐκτίννειν M ἀδυνατεῖ M 5 στέρεσθαι scripsi: στερεῖσθαι SM (v) 6 μήθ’ M 7 ἀφεθῇς S δοκεῖ S 8 διατάγματος SM: πράγματος v 10 ἑβδόμης Mang.: ἑβδομάδος SM 11 ἐκτείνων SM (v) φώριον M: φώριον S 14 προσοφθαλμιῶν S: προσοφθαλμῶν M τίθεται SM: τίθησι v 15. 16 ἐπιτηδεύων τὰς Mang.: ἐπιτηδεύοντας SM 16 μὲν SM: om. v 17 δ’ SM: δὲ v 21 τοῦ SM: τῆς V 22 γὰρ om. M 23 tit. κατὰ τοιχωρύχων add. S, περὶ τοιχωρύχων mg M ἐπιμανὴς S1, corr. S2 25 ἀδικῇ S1, corr. S2) [*](4 Exod. 22,3. cf. loseph. Ant. hul. IV § 272 ὁ δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδικασαμένοις. 23 sqq. Exod. 22,2.3. cf. loseph. Ant. lud. IV § 271 κτείνας δ’ ἐπὶ τοῖς κατ’ οἶκον κλεπτομένοις τις ἀθῷος ἔστω κἂν εἰ πρὸς διορύγματι τοίχου.)

v.5.p.211
ἀνίσχειν, ἐν αὐτῷ τῷ διορύγματι πρὸς τοῦ δεσπότου τῆς οἰκίας ἀναιρείσθω, τὸ μὲν προηγούμενον ἔργον ἔλαττον ἐξεργαζόμενος, κλοπήν, τὸ δ’ ἑπόμενον μεῖζον, ἀνδροφονίαν, διανοούμενος, εἰ διακωλύοι τις, ὀρυκτῆρσιν οἷς ἐπιφέρεται σιδηροῖς καὶ ἑτέροις ὅπλοις ἀμύνεσθαι παρεσκευασμένος· εἰ δ’ ἥλιος ἀνάσχοι, μηκέθ’ ὁμοίως αὐτοχειρίᾳ κτεινέσθω, πρὸς δὲ τοὺς ἄρχοντας καὶ δικαστὰς ἀγέσθω δώσων δίκας, ἃς ἂν ἐπικελεύωσιν οὗτοι.

νύκτωρ μὲν γὰρ οἴκοι διατριβόντων καὶ τετραμμένων πρὸς ἀνάπαυλαν ἀρχόντων ὁμοῦ καὶ ἰδιωτῶν, οὐδεμία τῷ πλημμελουμένῳ καταφυγὴ πρὸς βοήθειαν, ὅθεν αὐτὸς ἔστω κύριος τῆς τιμωρίας, ὑπὸ τοῦ καιροῦ κατασταθεὶς ἄρχων καὶ δικαστής.

μεθ’ ἡμέραν μέντοι ἀναπέπταται δικαστήρια καὶ βουλευτήρια, ἐπλήθυνε δὲ τῶν συλληψομένων ἡ πόλις, ὧν οἱ μὲν φύλακες τῶν νόμων κεχειροτόνηνται, οἱ δ’ ἄνευ χειροτονίας μισοπονήρῳ πάθει τὴν ὑπὲρ τῶν ἠδικημένων αὐτοκέλευστοι τάξιν αἱροῦνται· πρὸς οὓς τὸν κλέπτην ἀκτέον· οὕτως γὰρ τὰς ἐπ’ αὐθαδείᾳ καὶ προπετείᾳ φεύγων αἰτίας δημοκρατικώτερον αὑτῷ δόξει βοηθεῖν.