De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἐὰν ὑπὲρ γῆν ὄντος ἡλίου τὸν φῶρά τις αὐτοχειρίᾳ κτείνῃ πρὸ δίκης, ἔνοχος ἔστω, θυμὸν λογισμοῦ προτιμήσας καὶ τοὺς νόμους τῆς ἰδίας ἐπιθυμίας ἐν ὑστέρῳ θείς. μὴ γάρ, ἐπειδὴ νύκτωρ ἠδίκησαι, φαίην ἄν, ὦ οὗτος, ὑπὸ κλέπτου, διὰ τοῦτο μεθ’ ἡμέραν κλοπὴν αὐτὸς ἀπεργάζου χαλεπωτέραν, οὐ τὴν ἐν χρήμασιν, ἀλλὰ τὴν ἐν τοῖς δικαίοις, καθ’ ἃ συμβαίνει τὴν πολιτείαν διατετάχθαι.

Τὰ μὲν οὖν ἄλλα φώρια τετίμηται διπλῇ καταθέσει. βοῦν δὲ ἢ πρόβατον εἴ τις ὑφέλοιτο, μείζονος ἠξίωσε δίκης προνομίαν διδοὺς ζῴοις, ἃ καλλιστεύει τῶν ἐν ταῖς ἡμέροις ἀγέλαις οὐ μόνον εὐμορφίᾳ [*](1 ἀνισχεῖν (sic) v 2 ἐξεργαζόμενος SM: ἐργαζόμενος v 3 δ’ SM: δὲ v διανοούμενος, εἰ διακωλύοι τις lacuna expleta scripsi: διακωλύει τις SM: διαβουλεύων, τοῖς coni. Mang. 4 ὀρυκτῆσιν M σιδήροις M 5 μηκέτ’ S 7 οὔτοι scripsi: αὐτοί SM (v) γὰρ addidi 10 μέντοι Maug.: μὲν SM 11 ἀναπέπαται M ἐπλήθυνεν S; πληθύνει coni. WendL 12 δ’ SM: δὲ v 13. 14 αὐτοκέλευστοι SM: om. v 15 δημοτικώτερον coui. Mang. αὐτῶ SM 16 ἐὰν δὲ vel ἐὰν conicio αὐτοχειρία M: αὐτόχειρα S 18 θείς M: θῆς S 20 ἀπεργάζου SM: ἀπειργάζου v ἐν χρήμασιν S: ἐπὶ χρήμασιν M; ἐν τοῖς χρήμασιν v 21 καθὰ S 22 tit. περὶ κλοπῆς προβάτου καὶ βοός add. S mg M φώρια Nicet.: φώρια S (v), φόρια M διπλῆ καταδίκῃ τετίμηται Nicet. 23 δὲ Nicet.: δ’ SM 24 ἡμέροις scripsi (sic Nicetae cod. Ven. 494): ἡμέραις SM, ἡμετέραις Nicetae cod. Coisl. 201 —212,22 Nicetae Catena in Lucam (Vat. 1611 fol. 252v Coisl. 201 fol. 486r Ven. 494 fol. 47r) φίλωνος περὶ κλοπῆς): ἵνα δὲ τὸν περὶ κλοπῆς νόμον ἐντελέστερον γνῶμεν, τὰ μὲν ἄλλα φώρια — ἐπάγειν τολμῶσι. 23 Exod. 22,1. cf. loseph. Ant. lud. IV ἑ 272 βόσκημα δὲ ὁ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δ’ ὑπὲρ τούτου καταβαλλέτω. 14*)

v.5.p.212
σώματος ἀλλὰ καὶ ταῖς περὶ τὸν ἀνθρώπινον βίον ὠφελείαις. ἧς χάριν αἰτίας οὐδ’ ἐπ’ ἀμφοῖν τὴν ποσότητα τῶν ἐπιτιμίων ἴσην ὥρισεν, ἀλλὰ τὰς χρείας διαριθμησάμενος, ἃς ἑκάτερον παρέχεται τῶν εἰρημένων, ἀνάλογον καὶ τὴν ἔκτισιν ἐνομοθέτησε.

κελεύει γὰρ τέτταρα μὲν πρόβατα ἀποτίνειν βοῦς δὲ πέντε τὸν κλέπτην ἀνθ’ ἑνὸς τοῦ ὑφαιρεθέντος, ἐπειδὴ πρόβατον μὲν φέρει δασμοὺς τέτταρας, γάλα καὶ τυρὸν καὶ ἔρια καὶ ἐτησίους ἄρνας, ὁ δὲ βοῦς πέντε, τρεῖς μὲν τοὺς αὐτοὺς ἐν γάλακτι καὶ τυρῷ καὶ γεννήμασι, δύο δ’ ἐξαιρέτους, ἄροτον γῆς καὶ ἀλοητόν, ὧν ὁ μέν ἐστιν ἀρχὴ σπορᾶς καρπῶν, ὁ δὲ τέλος εἰς κάθαρσιν τῶν συγκομισθέντων πρὸς ἑτοιμοτέραν τροφῆς χρῆσιν.

Κλέπτης δέ τίς ἐστι καὶ ὁ ἀνδραποδιστής, ἀλλὰ τοῦ πάντων ἀρίστου, ὅσα ἐπὶ γῆς εἶναι συμβέβηκεν. τὰ μὲν οὖν ἄψυχα καὶ τῶν ζῴων ἃ μὴ μεγάλας ὠφελείας παρέχεται τῷ βίῳ διπλᾶ προστέταχεν ἀποδίδοσθαι παρὰ τῶν ὑφελομένων τοῖς κυρίοις, ὡς ἐλέχθη πρότερον, καὶ πάλιν τετραπλάσια καὶ πενταπλάσια ἐν ταῖς ἡμερωτάταις ἀγέλαις βοῶν τε καὶ προβάτων.

ἄνθρωπος δέ, ὡς ἔοικε, τὸν καλλιστεύοντα κλῆρον ἔλαχεν ἐν ζῴοις, ἀγχίσπορος ὢν θεοῦ καὶ συγγενὴς κατὰ τὴν πρὸς λόγον κοινωνίαν, ὃς αὐτὸν καίτοι θνητὸν εἶναι δοκοῦντα ἀπαθανατίζει. διὸ καὶ πᾶς, ὅτῳ ζῆλος ἀρετῆς εἰσέρχεται, τραχύς ἐστι τὴν ὀργὴν καὶ παντελῶς ἀμείλικτος κατὰ ἀνδραποδιστῶν, οἳ δουλείαν ἕνεκα κέρδους ἀδικωτάτου τοῖς γένει μὲν ἐλευθέροις φύσεως δὲ μετέχουσι τῆς αὐτῆς ἐπάγειν τολμῶσιν.

εἰ γὰρ ἐπαινετὸν πρᾶγμα δεσπόται ποιοῦσιν οἰκότριβας καὶ ἀργυρωνήτους, πολλάκις οὐκ ἐν μεγάλοις ὀνήσαντας, τῆς [*](1 περὶ SM Nicet.: ἐπὶ v 2 ποσότητα] πρόσταξιν Nicet. 3 εἰρημένων SM Nicet.: διειρημένων v 4 ἀνάλογον καὶ τὴν ἔκτισιν ἐνομοθέτησε Nicet.: om. SM (v) 5 ἀποτίνειν S Nicet.: ἀποτιννύειν M mg S 6 ἐπειδὴ] ἐπεὶ Nicet. δ΄ SM 7 ἐτησίους ἄρνας SM Nicet.: ἐτήσιον ἄρνα v ε΄ S, πέντε otn. Xicet. αὑτοὺς SM Nicet.: αὐτῆς v 8 γεννήμασιν S: γεννήματι M Nicet. δύο] δύω v δὲ v ἄροτον Mang. (Nicet.): οἱ ἄροτρον M, ἄρροτρον S ἀλοητόν S; ἀλοητὸν v 10 ἐτυμοτέραν M; ἑτοιμοτέρας coni. Mang. 11 tit. περὶ ἀνδραποδιστῶν add. S mg M, om. Nicet. δέ τίς Nicet.: om. SM (v) ἀντραποδιστής S1 12 ὅσα ἐπὶ γῆς εἶναι συμβέβηκε SM: τῶν ἐπὶ γῆς Nicet. 14 ὑφελομένων SM Nicet.: φερομένων v πρότερον om. Nicet. 16 δέ Nicet.: δ’ SM ὡς ἔοικε om. Nicet. 17 ἔλαχεν ἐν ζώοις Nicet. (sic iam Mang.): ἔλαχε ζώοις SM ἀγχίσπορος—ἀπαθανατίζει (18.19)] ὡς κατ’ εἰκόνα θεοῦ γενόμενος Nicet. συγγενὴς SM: ἐγγενὴς v ἀγενὴς Mang.) τὴν om. Μ 18 ὃς M: ὡς S εἶναι δοκοῦντα SM: ὄντα v 19 ὅτῳ Nicet.: ᾧτινι SM (v) 19.20 τραχύς ἐστι τὴν ὀργὴν Nicet.: τραχύς ἐστιν ὀργὴν SM (v) 20 κατ’ Nicet. 22 ἐπαινετὸν v 23 οἰκοτρίβας v)

v.5.p.213
κατεχούσης δουλείας ἀπαλλάττοντες ἕνεκα φιλανθρωπίας ᾗ κέχρηνται, πόσης ἄξιοι κατηγορίας τυγχάνειν εἰσὶν οἱ τὸ πάντων ἄριστον κτῆμα, τὴν ἐλευθερίαν, ἀφαιρούμενοι τοὺς ἔχοντας, ὑπὲρ ἧς ἀποθνῄσκειν καλὸν τοῖς γεννηθεῖσιν εὖ καὶ τραφεῖσιν;

ἤδη τινὲς τὴν σύμφυτον μοχθηρίαν προσαύξοντες καὶ τὸ ἐπίβουλον ἦθος αὑτῶν τρέποντες εἰς τὸ ἄσπονδον οὐκ [ἐπ’] ἀλλοδαποῖς μόνον καὶ ἀλλογενέσιν ἀνδραποδισμὸν κατεσκεύασαν, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ αὐτοῦ ἔθνους, ἔστι δ’ ὅτε καὶ δημόταις καὶ φυλέταις, ἀλογήσαντες κοινωνίας νόμων τε καὶ ἐθῶν, οἷς ἐκ πρώτης ἡλικίας ἐνετράφησαν, ἅπερ βεβαιοτάτην ταῖς ψυχαῖς εὔνοιαν ἐνσφραγίζεται τῶν μὴ λίαν ἀτιθάσων καὶ μὴ ἐπιτηδευόντων ὠμότητα·

οἳ χάριν κέρδους ἐκνομωτάτου πιπράσκουσιν ἀνδραποδοκαπήλοις καὶ οἷς ἂν τύχῃ δουλεύσοντας ἐπὶ ξένης ἀνεπανάκτους, μηδ’ ὄναρ τὸ τῆς πατρίδος ἔδαφος ἔτι προσκυνήσοντας ἢ χρηστῆς ἀπογευσομένους ἐλπίδος. ἧττον γὰρ ἂν ἠδίκουν ὑπηρετούμενοι πρὸς τῶν ἀνδραποδισθέντων· νυνὶ δὲ διπλάσιον ἀδίκημα δρῶσιν ἀπεμπολοῦντες, ἀνθ’ ἑνὸς δύο δεσπότας καὶ διττὰς δουλείας ἐπιτειχίζοντες ἐφέδρους.

αὐτοὶ μὲν γὰρ ἐπιστάμενοι τὴν παλαιὰν εὐτυχίαν τῶν ὑπηγμένων ἴσως ἂν μετανοήσαιεν ὀψὲ λαβόντες οἶκτον τῶν ἐπταικότων, τὸ τῆς τύχης ἄδηλον καὶ ἀτέκμαρτον καταιδεσθέντες· οἱ δὲ πριάμενοι δι’ ἄγνοιαν τοῦ γένους ὡς ἐκ πατέρων καὶ προπάππων οἰκετῶν ὀλιγωρήσουσιν, οὐδὲν ἀγωγὸν ἐν ταῖς ψυχαῖς ἔχοντες εἰς ἡμερότητα καὶ φιλανθρωπίαν, ἣν εἰκὸς ἐπὶ τοῖς ἐλευθέροις σῴζεσθαι φύσει.