De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

ἐὰν οὖν τις εἴξας ἀλαζονείᾳ θεράποντος ὀδόντα ἐκκόψῃ τὸν ὑπηρέτην καὶ ὑποδιάκονον τῶν ἀναγκαιοτάτων, τροφῆς τε καὶ ζωῆς, ἐλευθερούτω τὸν ἀδικηθέντα, στερόμενος καὶ αὐτὸς τῆς ἐκ τοῦ πεπονθότος λατρείας τε καὶ ὑπηρεσίας.

ἰσότιμον οὖν, φήσει τις, ὀδοὺς ὀφθαλμῷ; πρὸς ἃ γέγονεν ἑκάτερον, εἴποιμ’ ἄν, ἰσότιμον, πρὸς μὲν τὰ ὁρατὰ ὀφθαλμός, πρὸς δὲ τὰ ἐδώδιμα ὀδούς. εἰ δὲ καὶ συγκρῖναί τις ἐθελήσει, σεμνότατον μὲν εὑρήσει τῶν ἐν σώματι μερῶν ὀφθαλμὸν ἅτε θεωρὸν ὄντα τοῦ σεμνοτάτου τῶν κατὰ τὸν κόσμον, οὐρανοῦ, χρήσιμον δὲ ὀδόντα ὡς ἂν τροφῆς, τοῦ χρησιμωτάτου πρὸς τὸ ζῆν, ἐργάτην· καὶ ὁ μὲν τὰς ὄψεις ἀποβαλὼν οὐ κεκώλυται βιοῦν, τῷ δὲ ἐκκοπέντι τοὺς ὀδόντας ἐφεδρεύει θάνατος οἴκτιστος.

εἰ δή τις ἐπιβουλεύει περὶ τὰ μέρη ταῦτα τοῖς οἰκέταις, μὴ ἀγνοείτω λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζων τούτοις χειροποίητον· τί γὰρ ὄφελος ἀφθονίαν μὲν εἶναι τροφῶν, τὰ δὲ πρὸς τὴν διοίκησιν αὐτῶν ὄργανα σεσυλῆσθαι καὶ [*](1 τέτακται S: τάξηται AH2, τετάξεται ceteri (v) 2 ἕκαστον μερῶν transp. F 3 εἰργάσατο AH2 βρέφη G 5 ἄρδεται] ἀρδεύεται Η1 (Turn.) ἡ om. S 6 ὀδαξωμένοις F: ὀδραξωμένοις S, ὀδαξουμένοις MG (v), ὀδαυξουμένοις H1P, δακνουμένοις Α, διακνουμένους Η2 τὸν δ’ ἐπιτήδειον καιρὸν 2 προ·ἰδόμενος v: προειδομένου S, προειδόμενος ceteri 7 γίνηται M, γένηται S 8 τὸ πρότερον ΑΗ2 ἀπέφηνεν Μ ὅτε δύναται e. gr. addidi 8. 9 ἐνέχεσθαι S 9 διὰ] δὲ M 9. 10 ἀποστρεφομένων F 10 ὀδόντ’ GH1P 11 τε om. S 12 στερούμενος SM καὶ αὐτὸς codd.: καὶ oni. v 13 ἰσότιμος G φήσει scripsi: φησί codd. (v) 14 μὴ πρὸς ἁ Η1 (Turn.) ἑκάτερα S εἴποιμι M ἰσότιμον FAH2: ἰσότιμα ceteri (Turn.) 15 καὶ om. ΑΗ2 συγκρίνειν F 16 ἐθελήσει SF: θελήσειε ΑΗ2, θελήσει ceteri (v) σεμνότερον AH2 17 τοῦ σεμνοτάτου] τῶν σεμνοτάτων· ἅτε S τῶν] τοῦ M, τῶν oin. AH2 τὸν om. FAH2 18 δὲ SF: δ’ ceteri ὀδόντα] ὄντα S ὡς ἂν τροφῆς SF: ὡς τροφῆς M, ὡς ἀνατροφῆς GH1P (v), ἀνατροφῆς AH2 19 δὲ S: δ’ cetori 20 δὴ] δέ SF ἐπιβουλεύει SFMG: ἐπιβουλεύοι ceteri ν) 21 μὴ] μὲν P ἀγνοήτω P, ἡ ex εἰ corr. H1 22 ὤφελος S1, corr. S2 23 τροφῶν] τροφῆς S αὐτῶν om. S)

v.5.p.207
ἀποβεβληκέναι χαλεπῶν ἕνεκα καὶ ἀμειλίκτων καὶ ὠμοθύμων δεσποτῶν;

διὰ τοῦτο καὶ ἑτέρωθι παρὰ χρεωστῶν ἀπαγορεύει δανεισταῖς μύλον ἢ ἐπιμύλιον ῥύσιον αἰτεῖν, ἐπειπὼν ὅτι ὁ τοῦτο δρῶν ψυχὴν ἐνεχυριάζει· ὁ γὰρ τὰ τοῦ ζῆν ὄργανα ἀφαιρούμενος ἐπ’ ἀνδροφονίαν ἵεται, μέχρι καὶ ψυχῆς ἐπιβουλεύειν διανοηθείς.

Τοσαύτην δὲ πρόνοιαν ἐποιήσατο τοῦ μηδένα παραίτιόν τινι γενέσθαι θανάτου, ὡς καὶ τοὺς προσαψαμένους νεκροῦ σώματος, ὃ τελευτὴν ἐνδέδεκται τὴν κατὰ φύσιν, οἴεται δεῖν μὴ εὐθὺς εἶναι καθαρούς, μέχρις ἂν περιρρανάμενοι καὶ ἀπολουσάμενοι καθαρθῶσιν. εἰς μέντοι τὸ ἱερὸν οὐδὲ τοῖς σφόδρα καθαροῖς ἐφῆκεν εἰσιέναι ἐντὸς ἡμερῶν ἑπτά, τρίτῃ καὶ ἑβδόμῃ κελεύσας ἀφαγνίζεσθαι.

ἔτι μέντοι καὶ τοῖς εἰσιοῦσιν εἰς οἰκίαν, ἐν ᾗ τετελεύτηκέ τις, προστάττει μηδενὸς ἅπτεσθαι, μέχρις ἂν ἀπολούσωνται καὶ τὰς ἐσθῆτας αἷς ἀμπίσχοντο προσαποπλύναντες· σκεύη δὲ καὶ ἔπιπλα καὶ ὅσα ἄλλα ἔνδον εἶναι συμβέβηκε πάνθ’ ὡς ἔπος εἰπεῖν ἀκάθαρτα ἡγεῖται.

ψυχὴ γὰρ ἀνθρώπου τίμιον, ἧς μετανισταμένης καὶ μετοικιζομένης τὰ ἀπολειφθησόμενα πάντα μιαίνεται στερόμενα θείας εἰκόνος, ἐπειδὴ θεοειδὴς ὁ ἀνθρώπινος νοῦς πρὸς ἀρχέτυπον ἰδέαν, τὸν ἀνωτάτω λόγον, τυπωθείς.

ἔστω δέ, φησίν, ἀκάθαρτα καὶ τὰ ἄλλα ὅσων ἂν ὁ ἀκάθαρτος προσάψηται, μετουσίᾳ τοῦ μὴ καθαροῦ μιαινόμενα. καθολικωτέραν δ’ ἀπόφασιν ὁ χρησμὸς οὗτος ἔοικέ πως δηλοῦν, οὐκ [*](1 ἕνεκεν SF καὶ ante ἀμειλίκτων om. S 2 tit. ὅτι οὐ δεῖ μύλον ἐνεχυριάζειν add. S mg M περὶ ΑΗ2 μύλον] μύλιον S 3 ὁ oiu. S, ss. F τοῦτο] τοῦθ’ ὁ S2, τοῦτο om. F ἐνεχειριάζει AH2; ἐνεχυράζει conicio 4 τοῦ ζῆν τὰ ὄργανα F ἀφαιρούμενος] ἀναιρούμενος S, συλῆσαι προαιρούμενος F ἐπ’ om. S ἵεται FMH1P, ἵεται om. S 5 ἐπιβουλεύει S διανοηθείς om. S 6 μηδὲν S γίνεσθαι Α 7 ὡς] ὥστε conicio ὃ] ὃ καὶ M 8 δέδεκται M εὐθὺς secludendum videtur 10 καθαροῖς] καταθέοις V 11 ἀφανίζεσθαι Turn. 12 ἄχρις AH2 13 αἷς] ἅς S ἀμπήχοντο F προσαποπλύνασθαι F 14 δὲ] τὲ F ὅσα SF: ὅσ’ ceteri ἄλλ’ MG ἔνδον] ἔσω S, ἔνδον om. H1P (Turn.) ss. P2 συμβέβηκεν S 15 ἀκάθαρτα SF: ἀκάθαρθ᾿ AH2, ἀκάθαρτ᾿ MGH1P τίμιον SF: σημεῖον ceteri (Turn.) 16 στερούμενα S θείας] μιᾶς S 17 ἐπειδὴ] ἐπεὶ δὲ AH2 θεοειδὲς S1 ut vid, corr. S2 ὁ om. AH2 εἰδέαν S 18 δέ om. FAH2 τὰ ἄλλα S: τἄλλα M, τἆλλα AH2GH1, τἄλλ’ P, πάντων F 19 ὅσα H1P (Turn.) 20 οὗτος] οὕτως M ἔοικέ πὼς δηλοῦν] ἔοικε παραδηλοῦν H1P (v)) [*](2 Deut. 24,6. cf. loseph. Ant. lud. IV § 270 μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στέρωνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μηδ’ ὑπ’ ἐνδείας πάθωσί τι τῶν χειρόνων. 7 Num. 19,11. 9 sq. Num. 1912. 11 sq. Num. 19,14. 19. 13 sq. Num. 19,15. 18 Num. 1922.)

v.5.p.208
ἐπὶ σώματος αὐτὸ μόνον ἱστάμενος, ἀλλὰ ἤθη καὶ τρόπους προσδιερευνώμενος ψυχῆς.

ἀκάθαρτος γὰρ κυρίως ὁ ἄδικος καὶ ἀσεβής, ὅτῳ μήτε τῶν ἀνθρωπίνων μήτε τῶν θείων αἰδώς τις εἰσέρχεται, πάντα φύρων καὶ συγχέων διά τε τὰς ἀμετρίας τῶν παθῶν καὶ τὰς τῶν κακιῶν ὑπερβολάς, ὥστε ὧν ἂν ἐφάψηται πραγμάτων πάντ’ ἐστὶν ἐπίληπτα τῇ τοῦ δρῶντος συμμεταβάλλοντα μοχθηρίᾳ· καὶ γὰρ κατὰ τοὐναντίον αἱ πράξεις τῶν ἀγαθῶν ἐπαινεταί, βελτιούμεναι ταῖς τῶν ἐνεργούντων ἀρεταῖς, ἐπειδὴ πέφυκέ πως τὰ γινόμενα τοῖς δρῶσιν ἐξομοιοῦσθαι.

[*](1 ἀλλὰ ἤθη S, ἀλλ’ ἤθη F: ἀλλὰ (om. ἤθη) ΑΗ2, ἀλλ’ ἤδη ceteri (v) 1.2 διερευνώμενος Α 2 καὶ ὁ ἀσεβής S ὅτῳ om. S 3 ἀνθρωπίνων S: ἀνθρωπείων ceteri εἰσέρχεται F (coni. Mang.): ἔρχεται ceteri (v) 4 alt. τὰς] διὰ F κακῶν G 5 ὥσθ’ ΑΗ2 ἄν] ἐὰν S, om. Α 6 συμμεταλαμβάνοντα S 7 βελτιούμεναι] ἐξομοιούμεναι F ἐνεργούντων] ἐπιτελούντων F 8 φίλωνος περὶ τῶν ἀναφερομένων ἐν εἴδει νόμων εἰς β΄ γένη τῶν ι΄ λογίων τὸ ς΄ καὶ τὸ ζ΄, τό τε κατὰ μοιχῶν καὶ παντὸς ἀκολάστου καὶ τὸ κατὰ ἀνδροφόνων καὶ πάσης βίας ἀσεβείας S) subscr. SG)