De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

μέγιστον μὲν δὴ τοῦτο τῷ βίῳ τῶν ἀνθρώπων ἀγαθὸν ὄψις παρέχεται· δοκεῖ δέ μοι ταύτης ἠξιῶσθαι τῆς προνομίας, ἐπειδὴ τῶν ἄλλων αἰσθήσεων συγγενεστέρα ψυχῇ καθέστηκεν· ἅπασαι μὲν γὰρ τὴν πρὸς διάνοιαν ἔχουσιν οἰκειότητα, αὕτη δὲ καθάπερ ἐν ταῖς οἰκίαις τὴν ἐγγυτάτω γένους πρώτην καὶ ἀνωτάτω τάξιν εἴληχε.

τεκμηριώσαιτο δ’ ἄν τις ἐκ πολλῶν· τίς γὰρ οὐκ οἶδεν, ὅτι χαιρόντων μὲν ὀφθαλμοὶ γανοῦνται καὶ μειδιῶσι, λυπουμένων δὲ συννοίας γέμουσι καὶ κατηφείας; εἰ δὲ πλεονάζοι καὶ πιέζοι καὶ ἀναθλίβοι τὸ ἄχθος, ἐκδακρύουσι καὶ κρατούσης μὲν ὀργῆς οἰδοῦσι καὶ ὕφαιμον καὶ πυρωπὸν ἐμβλέπουσιν, ἵλεων δὲ καὶ εὐμενές, εἰ χαλάσαι ὁ θυμός.

καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ σκοπεῖν αἱ κόραι πεπήγασι τρόπον τινὰ συνεννοοῦσαι, τῶν δὲ εὐηθεστέρων ὑπ’ ἠλιθιότητος πλάζεται καὶ ἡ ὅρασις οὐκ ἠρεμοῦσα· καὶ συνόλως τοῖς τῆς ψυχῆς πάθεσι συμπάσχουσιν ὀφθαλμοὶ καὶ ταῖς ἀμυθήτοις τροπαῖς συμμεταβάλλειν πεφύκασι διὰ τὴν οἰκειότητα· δοκεῖ γάρ μοι μηδὲν οὕτως ὁ θεὸς ἐμφανὲς ἀφανοῦς ἀπεργάσασθαι μίμημα

ὡς ὄψιν λογισμοῦ. ἐάν τις οὖν εἰς τὴν ἀρίστην καὶ ἡγεμονικωτάτην τῶν αἰσθήσεων ὅρασιν ᾖ ἐπιβεβουλευκώς τῳ καὶ καταφανῇ μὲν ἐλευθέρου ὀφθαλμὸν ἐκκόψας, τὰ αὐτὰ ἀντιπασχέτω, δούλου δὲ μή· [*](1 φιλομαθῆ τε καὶ ΜAH2 2 διάθεσιν] διάνοιαν S μὲν δὴ F μὲν om. ceteri (v) τῶ βίω τῶν ἀνθρώπων SF: τῶ γένει τῶν βροτῶν AH2, τῶν βροτῶν ἀνθρώπων ceteri (v) 3 ἀγαθῶν M παρέχεται] γὰρ ἔχεται S ταύτης] ταῦτ᾿ AH2 4 συνεργεστέρα H1; ἐνεργεστέρα Turn. ψυχὴ FGH1Ρ, ψυχῆς S 5 πρὸς τὴν transp. ΑΗ2 αὕτη δὲ add. H1: om. ceteri καθάπερ SH1: καθάπερ δ’ ceteri 6 καὶ πρώτην F εἴληφε P, ἔλαχε AH2 8 γανοῦνται] γάννυνται AH2H1 (v) μειδιῶσιν S γέμουσιν S 9 κατηφίας S1 πλεονάζοι Mang.: πλεονάζῃ S1, πλεονάζει S2, πλεονάσαν ceteri (v) πιέζει καὶ ἀναθλίβει S 9. 10 ἐκδακρύουσιν S 10 οἰδοῦσιν S alt. καὶ om. S 11 ἵλεων MH1P: ἵλεω ceteri εὐμενεῖς AH2 χαλάση S1, χαλάσει S2 12 καὶ σκοπεῖν SF: ἢ σκοπεῖν ceteri (v) αἱ κόραι πεπήγασι S: πεπήγασιν αἱ κόραι MGAH2, πεπήγασι FH1P1, αἱ κόραι ss. Η1 add. mg P2 συνεννοοῦσαι codd.: συννοοῦσαι v 13 δὲ S: δ’ ceteri ὑπ᾿ ἠλιθιότητος πλάζεται F: πλάζεται ἀπὸ ἠλιθιότητος MGH1P (v), πλάζεται (πλάζουσι S2) οἱ δ’ ἀπὸ ἠλιθιότητος S, ἀπὸ ἠλιθιότητος post ἠρεμοῦσα transp. AH2 14 πάθεσιν SGH1 οἱ ὀφθαλμοὶ MA (Mang.) 16 οὕτω M ἐργάσασθαι H1P (v) 17 ἐάν] εἰ M 18 ᾖ] ἢ SG, εἴη M, om. F τῳ scripsi: αὐτῶ corr. H1 (Turn.), om. AH2, τῶ ceteri καὶ om. F καταφανεῖ F 18.19 μὲν ἐλευθέρου H1P: ἐλευθἐου uὲν ceteri) [*](15—17 Maximi Ecl. cod. Barb. 1 158 (cap. νθ᾿): Φίλωνος: δοκεῖ — λογισμοῦ.)

v.5.p.205
οὐχ ὅτι συγγνώμης ἐστὶν ἄξιος ἢ ἔλαττον ἀδικεῖ, ἀλλ’ ὅτι πονηροτέρῳ χρήσαιτ’ ἂν ὁ πεπονθὼς ἀντιπηρωθέντι τῷ δεσπότῃ, μνησικακήσοντι τῆς συμφορᾶς τὸν ἀεὶ χρόνον καὶ ἀμυνουμένῳ καθ’ ἑκάστην ἡμέραν ὡς ἐχθρὸν ἄσπονδον ἀφορήτοις καὶ βαρυτέροις τῆς δυνάμεως ἐπιτάγμασιν, οἷς πιεζόμενος καὶ τὴν ψυχὴν ἀπορρήξει.

προὐνόησεν οὖν ὁ νόμος τοῦ μήτε τὸν ἐπιβεβουλευκότα ἀθῷον ἀφεθῆναι μήτε τὸν πεπηρωμένον προσαδικηθῆναι κελεύσας, εἴ τις ἐκκόψειε θεράποντος ὀφθαλμόν, ἀνενδοιάστως ἐλευθερίας μεταδιδόναι.

οὕτως γὰρ ὁ μὲν ἀνθ’ ὧν ἔδρασε διττὴν ἐνδέξεται ζημίαν, ἅμα τῇ τιμῇ καὶ τὴν ὑπηρεσίαν ἀφαιρεθείς, καὶ τρίτον ἑκατέρου τῶν λεχθέντων χαλεπώτερον, ἀναγκαζόμενος ἐν τοῖς μεγίστοις εὐεργετεῖν ἐχθρόν, ὃν ἴσως ηὔχετο κακοῦν ἀεὶ δύνασθαι, ὁ δὲ ἀνθ’ ὧν ὑπέμεινε παρηγορίαν ἕξει διπλῆν, οὐ μόνον ἐλευθερωθεὶς ἀλλὰ καὶ ἀργαλέον καὶ ὠμὸν δεσπότην ἐκφυγών.

Προστάττει δὲ κἂν εἴ τις ὀδόντα θεράποντος ἐκκόψειεν, ἐλευθερίαν χαρίζεσθαι τῷ θεράποντι. διὰ τί; ὅτι ζωὴ μὲν τίμιον, ὄργανα δὲ ζωῆς ἐτεκτήνατο ἡ φύσις ὀδόντας, οἷς τὴν τροφὴν οἰκονομεῖσθαι συμβέβηκεν. ὀδόντες δὲ οἱ μέν εἰσι τομίαι τῷ τέμνειν σιτία καὶ ὅσα ἄλλα ἐδώδιμα, διὰ τοῦτο ταύτης τῆς προσηγορίας ἀξιωθέντες, οἱ δὲ μύλαι τῷ τὰ διατμηθέντα εἰς μείονα λεαίνειν δύνασθαι.

παρ’ ἣν αἰτίαν [*](1 ἐστὶν SAH2: ἔστ’ ceteri (v) ἀλλ’] ἡ M, ἀλλ’ om. GH1P, ss. H1 2 ἀντιπηρωθέντι τῶ δεσπότη SF : ἀντιπεπονθότι τῶ δεσπότη ceteri; τῷ δεσπότῃ om. Turn., τῷ δεσπότῃ ἀντιπηρωθέντι Mang. μνησικακήσοντι Mang.: μνησικακήσαντι codd. 3 ἀμυνομένω SMA 4 καὶ ἄσπονδον AH2 ἀφορητοτέροις Η1 (Turn.) 5 οἷς] ὧ καὶ S πιαιζόμενος S1 ἀπορρήξει] ἀπαγορεύσει coni. Mang. οὑν om. S1, add. S2 τοῦ S1, τῶ S2, τὸ H2 6 ἐπιβεβουλευκότα SFH2: ἐπιβεβουλευκότ᾿ ceteri 7 κελεύσας S: κελεύσας ἵν’ ceteri (v) ἐκκόψειε F, ἐκκόψει S εἰ in ras.): ἐκκόψῃ ceteri (v) 8 μεταδιδόναι scripsi: μεταδιδῶ S1FAH2 (v), μεταδιδότω ceteri οὕτως S: οὕτω ceteri 9 ἐνδέξεται scripsi: ἐνδείξεται F, ἐνδέχεται S, ἐκδέχεται M, ἐκδέξηται GH1P, ἐκδέξεται AH2 (v) τῆ τιμὴ FAH2: τῇ om. ceteri (Turn.) καὶ om. AH2 ἀφαιρεθεῖσι G 11 ὁ δὲ SF: ὅδ’ H1P ὁ δ’ ceteri 13 alt. καὶ om. AH2 14 tit. περὶ ἐκκοπῆς ὀδόντων add. S mg M εἴ τις SF: εἴ om. ceteri (v) ἐκκόψειεν SF: ἐκκόψῃ ceteri (v) 15 ζωὴν S1 ut vid. (v eras.), ζῆν AH2 ὄργανον ML (Turn.) 17 δὲ S: δ’ ceteri οἱ] εἰ P τομίαι F: om. ceteri (v) ; ὀδόντων . . . τομεῖς coni. Mang. coll. Poll. II 91 τῶ FMG: τῶν SH1P, τοῦ AH2 τέμνοντι G ὅσα SF: ὅσ’ ceteri 18 ἄλλα SFA: ἀλλ’ ceteri διὰ τοῦτο om. F (fort. recte) τῆς om. Turn. οἱ δὲ] αἱ δὲ F 19 μύλαι SFMG: μύλοι H1P (v), om. AH2 τῷ] τὸ M, ἐπὶ τῶ AH2 μεί(??)ονα F (coni. Mang.): μείζονα ceteri λιαίνειν S1, corr. S2) [*](14 Exod. 2127.)

v.5.p.206
ὁ ποιητὴς καὶ πατὴρ οὐδὲν εἰωθὼς δημιουργεῖν, ὃ μὴ πρός τινι τέτακται χρείᾳ, τοὺς ὀδόντας οὐχ ὥσπερ τῶν ἄλλων μερῶν ἕκαστον κατὰ τὴν πρώτην γένεσιν εὐθὺς εἰργάζετο, διανοηθεὶς ὅτι βρέφει μὲν γαλακτοτροφεῖσθαι μέλλοντι περιττὸν ἄχθος γενήσονται, μαστοῖς δὲ πηγάζουσιν, οἷς ἄρδεται ἡ τροφή, χαλεπὴ ζημία κατὰ τὴν ὁλκὴν τοῦ γάλακτος ὀδαξωμένοις.

τὸν ἐπιτήδειον οὖν καιρὸν προϊδόμενος—ἔστι δ’ οὗτος, ἡνίκα τὸ βρέφος ἀπότιτθον γίνεται—τὴν ἔκφυσιν τῶν ὀδόντων, ἣν ἐταμιεύσατο πρότερον, ἀνέφηνεν, ὅτε δύναται ἤδη τῆς τελειοτέρας ἀνέχεσθαι τροφῆς ὀργάνων ὧν εἶπον δεομένης τὴν διὰ τοῦ γάλακτος ἀποστρεφόμενον.