De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

τὰ λεχθέντα πιστοῦται μάλιστα ἡ τῶν ἰσαρίθμων ταῖς φυλαῖς ἐπὶ τῆς ἱερᾶς τραπέζης ἄρτων δώδεκα πρόθεσις· εἰσὶ γὰρ πάντες ἄζυμοι, δεῖγμα σαφέστατον ἀμιγοῦς τροφῆς οὐ τέχνῃ πρὸς ἡδονὴν ἀλλὰ φύσει πρὸς τὸ τῆς χρήσεως ἀναγκαῖον εὐτρεπισθείσης. ταῦτα μὲν ἐπὶ τοσοῦτον.

Ἑορτὴ δέ ἐστιν ἐν ἑορτῇ ἡ μετὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ἥτις ἀπὸ τοῦ συμβεβηκότος ὀνομάζεται δράγμα· τοῦτο γὰρ ἀπαρχὴ προσάγεται τῷ βωμῷ καὶ τῆς χώρας, ἣν ἔλαχε τὸ ἔθνος οἰκεῖν, καὶ τῆς συμπάσης γῆς, ὡς εἶναι τὴν ἀπαρχὴν καὶ τοῦ ἔθνους ἰδίαν καὶ ὑπὲρ ἅπαντος ἀνθρώπων γένους κοινήν.

τὸ δ’ αἴτιον, ὅτι ὃν λόγον ἔχει πρὸς πόλιν ἱερεύς, τοῦτον πρὸς ἅπασαν τὴν οἰκουμένην τὸ Ἰουδαίων ἔθνος. ἱερᾶται γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἅπασι τοῖς ἁγνευτικοῖς καθαρσίοις χρώμενον καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ὑφηγήσεσι νόμων θείων, οἳ τάς τε γαστρὸς ἡδονὰς καὶ ὑπογαστρίους ἔστειλαν καὶ τὸν ὄχλον τῆς ψυχῆς ἐχαλίνωσαν νοῦν ταῖς αἰσθήσεσιν ἡνίοχον, ἀλόγοις λόγον, ἐπιστήσαντες, ἔτι δὲ καὶ τὰς τῆς ψυχῆς ἀκρίτους καὶ πλεοναζούσας ὁρμὰς ἀνέκοψαν καὶ ἀνεχαίτισαν, τὰ μὲν μαλακωτέραις ὑφηγήσεσι καὶ φιλοσόφοις προτροπαῖς, τὰ δ’ ἐμβριθεστέροις καὶ εὐτονωτέροις ἐλέγχοις καὶ φόβῳ κολάσεως, ὃν ἐπανατείνονται.

χωρὶς δὲ τοῦ τὴν νομοθεσίαν τρόπον τινὰ διδασκαλίαν ἱερωσύνης εἶναι καὶ τὸν βιοῦντα κατὰ τοὺς νόμους εὐθὺς ἱερέα, μᾶλλον δ’ ἀρχιερέα, παρ’ ἀληθείᾳ δικαζούσῃ νομίζεσθαι κἀκεῖνο πρόσεστιν ἐξαίρετον· ἀπερίγραφον καὶ ἀπερίληπτον [*](1 τῆς scripsi: τὰ om. M (Tisch.), τῆς om. Nicet. (v) 2 ἐμπυρεύματα M Nicetae cod. Coisl. (Mang. Tisch.): ἐμπορεύματα v (Vat. Mon.) 3 ὀλιγοδείας M: ὀλιγοδείας Tisch. 6 ιβ' M 8 ταῦτα μὲν ἐπὶ τοσοῦτον om. v 9 tit. ἑορτὴ δράγματος add. mg M δ’ Nicet. ἐν ἑορτῇ om. Nicet. ἡ Nicet.: om. M (Tisch.) ἡμέραν M Nicet. (Tisch.): ἡμέρα v 10 δράγμα M 10. 11 προσάγεται M Nicet. (Tisch., coni. Mang.): προσαγορεύεται v (Mon. et Hoesch. cod.) 11 οἰκεῖν M (Tisch., coni. Mang.): οἰκεῖον Nicet. (v) 12 τὴν ἀπαρχὴν καὶ Nicet.: καὶ τὴν ἀπαρχὴν M (Tisch.) post alt. καὶ add. τὴν M (Tisch.) 14 τοῦτο M 17 τὸν ὄχλον M: ἐκόλουσαν Tisch. 17.18 τῆς ψυχῆς ἐχαλίνωσαν νοῦν e. gr. supplevi) [*](5 Lev. — 9. 9 Lev. 23,10. 11. 9—13 pergit Nicetas: ἑορτὴ δ’ ἡ μετὰ τὴν πρώτην εὐθὺς ἡμέραν — καὶ ὑπὲρ ἅπαντος ἀνθρώπων γένους κοινήν.)

v.5.p.126
συμβέβηκεν εἶναι θεῶν πλῆθος τῶν κατὰ πόλεις τιμωμένων ἀρρένων τε καὶ θηλειῶν, οὓς τό τε ποιητικὸν γένος ἐμύθευσε καὶ ὁ πολὺς ὅμιλος ἀνθρώπων, οἷς ἄπορος καὶ ἀδιερεύνητος ἡ ζήτησις τῆς ἀληθείας ἐστίν· οὐ μὴν τοὺς αὐτοὺς ἅπαντες ἀλλὰ ἑτέρους ἕτεροι σεμνοποιοῦσι καὶ γεραίρουσιν, ὡς μηδὲ θεοὺς τοὺς ἐπὶ τῆς ἀλλοδαπῆς νομίζειν, ἀλλὰ γέλωτα καὶ χλεύην θέσθαι τὰς ἐκείνων ἀποδοχὰς καὶ καταγινώσκειν τῶν τιμώντων πολλὴν ἠλιθιότητα ὡς ὑγιοῦς διαμαρτανόντων δόξης.

εἰ δ’ ἔστιν, ὃν μιᾷ γνώμῃ πάντες ὁμολογοῦσιν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι, ὁ ἀνωτάτω πατὴρ θεῶν τε καὶ ἀνθρώπων καὶ τοῦ σύμπαντος κόσμου δημιουργός, οὗ τὴν φύσιν ἀόρατον καὶ δυστόπαστον οὖσαν οὐ μόνον ὁραθῆναι ἀλλὰ καὶ νοηθῆναι πάντες οἱ περὶ τὰ μαθήματα καὶ τὴν ἄλλην φιλοσοφίαν διατρίβοντες ἀναζητεῖν γλίχονται μηδὲν παρέντες τῶν εἰς εὕρεσιν καὶ [τούτου] θεραπείαν, ἔδει μὲν πάντας ἀνθρώπους ἀνῆφθαι τούτου καὶ μὴ καθάπερ ἀπὸ μηχανῆς εἰσποιεῖν ἑτέρους ἐπὶ μετουσίᾳ τῶν ἴσων τιμῶν.

ἐπεὶ δὲ περὶ τὸ ἀναγκαιότατον ὤλισθον μέρος, τὸ σφάλμα τῶν ἄλλων ἐπηνωρθώσατο, κυριώτατα φάναι, τὸ Ἰουδαίων ἔθνος, ὅσα μὲν εἰς γένεσιν ἦλθε πάνθ’ ὑπερκύψαν ὡς γενητὰ καὶ τῇ φύσει φθαρτά, τοῦ δ’ ἀγενήτου καὶ ἀιδίου μόνον τὴν θεραπείαν ἑλόμενον· πρῶτον μὲν ὅτι καλόν, ἔπειτα δ’ ὅτι καὶ ὠφέλιμον πρεσβυτέρῳ πρὸ νεωτέρων καὶ ἄρχοντι πρὸ ἀρχομένων καὶ ποιητῇ πρὸ γεγονότων ἀνακεῖσθαί τε καὶ προστίθεσθαι.

διὸ καὶ θαυμάζειν ἐπέρχεταί μοι, πῶς τολμῶσί τινες ἀπανθρωπίαν τοῦ ἔθνους κατηγορεῖν, ὃ τοσαύτῃ κέχρηται κοινωνίας καὶ εὐνοίας τῆς πρὸς τοὺς πανταχοῦ πάντας ὑπερβολῇ, ὡς τάς τε εὐχὰς καὶ ἑορτὰς καὶ ἀπαρχὰς ὑπὲρ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων ἐπιτελεῖν καὶ τὸν ὄντως ὄντα θεὸν θεραπεύειν ὑπέρ τε ἑαυτοῦ καὶ τῶν ἄλλων, οἳ τὰς ὀφειλομένας λατρείας ἀποδεδράκασι.

καὶ ταῦτα μὲν ὑπὲρ [*](1 εἶναι Tisch.: εἰ M πόλεις scripsi: πόλιν M (Tisch.) 2 ὁ addidi 3 ἄπορος Tisch.: ἄπονος M 6 θέσθαι scripsi: ὑποθέσθαι M ἀποδοχὰς Wendl.: ὑποδοχὰς M (Tisch.) 13 τούτου ante θεραπείαν seclusi 14 τούτου post ἀνῆφθαι addidi 16 ἐπανωρθώσατο M (Tisch.) 19 πρῶτα M πρῶτον Tisch.) 21 προστίθεσθαι scripsi: προτίθεσθαι M (Tisch.) 23 τῆς Tisch.: τῆ M τοὺς add. Wendl. 25 ὄντως M Nicet. (Tisch.): om. v θεὸν θεραπεύειν Nicet.: θεραπεύειν θεὸν M (Tisch.)) [*](25 — 127,12 pergit Nicetas: καὶ τὸν ὄντως ὄντα θεὸν θεραπεύειν ὑπέρ τε ἑαυτοῦ καὶ τῶν ἄλλων (26), ὅτι πάμφορον γῆν ἔλαχον (127,8)· ἐν αὐτῇ γὰρ οὐδέν ἐστι λυπρόγεων, καὶ ὅσα λιθώδη καὶ ἀπόκροτα εἶναι δοκεῖ φλεψὶ μαλακαῖς διέζωσται καὶ σφόδρα βαθείαις, αἲ διὰ πιότητα ζωοφυτεῖν εἰσιν ἀγαθαί (127,9 — 12).)

v.5.p.127
τοῦ σύμπαντος ἀνθρώπων γένους. ἰδίᾳ δὲ πάλιν εὐχαριστοῦσι διὰ πολλά· πρῶτον μὲν ὅτι οὐκ αἰεὶ σποράδην ἀλώμενοι κατά τε νήσους καὶ ἠπείρους διατελοῦσι καὶ ὡς ὀθνεῖοι καὶ ἀνίδρυτοι τὰς ἑτέρων ἐπῳκηκότες καὶ ἀλλοτρίοις ἐφεδρεύοντες ἀγαθοῖς ὀνειδίζονται μηδεμίαν γῆς τοσαύτης ἀποτομὴν ἐπὶ τῷ μετοικίζεσθαι δανεισάμενοι, χώραν δὲ καὶ πόλεις κτησάμενοι κλῆρον ἴδιον ἐκ πολλοῦ νέμονται, ἀφ’ οὗ τὰς ἀπαρχὰς ὅσιόν ἐστι ποιεῖσθαι.

δεύτερον δ’ ὅτι οὔτε ἀπόβλητον καὶ τὴν ἐπιτυχοῦσαν ἀλλ’ ἀγαθὴν καὶ πάμφορον γῆν ἔλαχον πρός τε ζῴων ἡμέρων εὐγονίας καὶ καρπῶν ἀμυθήτων ἀφθονίαν· ἐν αὐτῇ γὰρ οὐδέν ἐστι λυπρόγεων, ἀλλὰ καὶ ὅσα λιθώδη καὶ ἀπόκροτα εἶναι δοκεῖ φλεψὶ μαλακαῖς διέζωσται καὶ σφόδρα βαθείαις, αἳ διὰ πιότητα ζῳοφυτεῖν εἰσιν ἀγαθαί.

πρὸς δὲ τούτοις οὐκ ἔρημον χώραν ἔλαβον, ἀλλ’ ἐν ᾗ πολυάνθρωπον ἔθνος ἦν καὶ εὐανδροῦσαι μεγάλαι πόλεις· ἀλλ’ αἱ μὲν ἐκενώθησαν οἰκητόρων, τὸ δὲ σύμπαν ἔθνος ἔξω μέρους βραχέος ἠφανίσθη, τὰ μὲν πολέμοις, τὰ δὲ καὶ θεηλάτοις προσβολαῖς, διὰ καινὰς καὶ ἐκτόπους ἐπιτηδεύσεις ἀδικημάτων καὶ ὅσα μεγαλουργοῦντες ἐπὶ καθαιρέσει τῶν τῆς φύσεως θεσμῶν ἠσέβουν, ἵνα οἱ ἀντὶ τούτων εἰσοικιζόμενοι τοῖς ἑτέρων σωφρονισθῶσι κακοῖς, ἀναδιδαχθέντες ἔργοις ὅτι ζηλωταὶ μὲν τῶν κακίας ἔργων γενόμενοι ταὐτὰ πείσονται, τιμήσαντες δ’ ἀρετῆς βίον ἕξουσι τὸν ἀπονεμηθέντα κλῆρον, οὐκ ἐν μετοίκοις ἀλλ’ ἐν αὐτόχθοσιν ἐξετασθέντες.

ὡς μὲν τοίνυν ἀπαρχὴ τὸ δράγμα τῆς τε οἰκείας καὶ τῆς συμπάσης γῆς ἐστιν ἐπ’ εὐχαριστίᾳ γινόμενον εὐθηνίας καὶ [*](1 διὰ addidi 2 ὅτι add. Tisch. οὐκ αἰεὶ M: οὐκέτι Tisch. 3 ἀϊδρυτοι M (Tisch.) 4 γῆς Tisch.: τῆς M 5 ἐπὶ τῷ scripsi: τῶ μειονεκτεῖσθαι M (Tisch.) δανεισάμενοι M: διανειμάμενοι Tisch. 6 ἀφ’ οὗ scripsi: ἀφ’ ὧν M (Tisch.) 7.8 ἐπιτυχοῦσαν Wendl.: ἀποτυχοῦσαν M; τυχοῦσαν Tisch. 9 εὐγονίας M Vind.: εὐγονίαν Tisch. 10 λυπρόγεων Nicet. Vind.: λυπηρὸν γονέων M 11 βαθείαις αὔλαξι coni. Mang. πιότητα M Vind. (Tisch., coni. Mang.): πιστότητα v (Vat. Mon. et Hoesch. cod.) ζωοφυτεῖν Nicet. Vind.: ζωοφυτεύειν M (Tisch.), ζωοφυεῖν v 15 καινὰς scripsi: κενὰς M (Tisch.) 19 κακίας addidi ταὐτὰ] ταῦτα M (Tisch.) 20 ἕξουσι scripsi: ἀνέξουσι M (Tisch.) 21 μὲν τοίνυν scripsi: μέντοι νῦν M (Tisch.)) [*](τῆς τε Tisch.: περί τε M; fortasse ὑπέρ τε τῆς scribendum, πατρίδος τε coni. 8—12 Vind. hist. gr. 67 fol. 60r τοῦ αὐτοῦ: ἀγαθὴν μὲν καὶ πάμφορον γῆν ἔλαχες, πρός τε ζώων ἡμέρων εὐγονίας καὶ καρπῶν ἀμυθήτων ἀφθονίας· ἐν αὐτὴ γὰρ οὐδέν ἐστι αι λυπρόγεων· ἀλλὰ καὶ ὅσα λιθώδη καὶ ἀπόκροτ᾿ εἶναι δοκεῖ φεψὶ (sic) μαλακαῖς διέζωσται καὶ σφόδρα βαθείαις, αἰ διὰ πιότητα ζωοφυτεῖν εἰσὶν ἀγαθαί.)

v.5.p.128
εὐετηρίας, ᾗ τό τε ἔθνος καὶ τὸ σύμπαν ἀνθρώπων γένος ἐπόθει χρῆσθαι, δεδήλωται. προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι πολλὰ διὰ τῆς ἀπαρχῆς καὶ ὠφελιμώτατα παρίσταται· πρῶτον μὲν θεοῦ μνήμη, ἧς οὐκ ἔστιν εὑρεῖν ἀγαθὸν τελειότερον, ἔπειτα δὲ τῷ πρὸς ἀλήθειαν αἰτίῳ τῆς εὐκαρπίας ἀμοιβὴ δικαιοτάτη.

τὰ μὲν γὰρ ἀπὸ τέχνης γεωργικῆς ὀλίγα καὶ τὸ μηδέν, αὔλακας ἀναστεῖλαι ἢ περισκάψαι καὶ γυρῶσαι φυτὸν ἢ βαθῦναι τάφρον ἢ τὰς περιττὰς ἐπιφύσεις ἀποτεμεῖν ἤ τι τῶν ὁμοιοτρόπων ἐργάσασθαι, τὰ δ’ ἐκ φύσεως ἀναγκαῖα πάντα καὶ χρήσιμα, γονιμώτατον ἔδαφος, εὔυδρα χωρία πηγαῖς καὶ ποταμοῖς αὐθιγενέσι καὶ χειμάρροις καὶ ἐτησίοις ὄμβροις καταρδόμενα, ἀέρος εὐκρασίαι ζωτικωτάταις αὔραις ἐπιπνέοντος, αἱ σπαρτῶν καὶ φυτῶν ἰδέαι μυρίαι· τί γὰρ τούτων ἄνθρωπος ἢ εὗρεν ἢ ἐγέννησεν;

ἡ μὲν οὖν γεννήσασα φύσις τῶν ἰδίων ἀγαθῶν οὐκ ἐφθόνησεν ἀνθρώπῳ, ζῴων δὲ τῶν θνητῶν ἡγεμονικώτατον αὐτὸν εἶναι ὑπολαβοῦσα, διότι λόγου καὶ φρονήσεως κεκοινώνηκεν, ἀριστίνδην εἵλετο καὶ πρὸς μετουσίαν τῶν ἰδίων ἐκάλεσεν· ὑπὲρ ὧν ἄξιον ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι τὸν ἑστιάτορα θεὸν τὴν ὡς ἀληθῶς ἑστίαν γῆν ἅπασαν ἀεὶ πλήρη παρέχοντα τῶν οὐκ ἀναγκαίων μόνον ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον.

πρὸς δὲ τούτοις τὸ μὴ δεῖν εὐεργετῶν ἀλογεῖν· ὁ γὰρ πρὸς τὸν ἀνεπιδεᾶ καὶ ἑαυτοῦ πλήρη θεὸν εὐχάριστος γένοιτ’ ἂν καὶ πρὸς ἀνθρώπους ἐξεθισθείς, οἳ μυρίων ὅσων ἐνδεεῖς εἰσιν.

κρίθινον δὲ τὸ τῆς ἀπαρχῆς δράγμα, πρὸς τὴν τῶν ὑποβεβηκότων [*](2 tit. τίς ἡ τῆς ἀπαρχῆς ὠφέλεια add. mg M 3 μνήμη M Nicet. (Tisch.): μνῆμα v 4: ἀγαθὸν scripsi: ἀγαθῶν M (Tisch.) 7 ἐπιφύσεις scripsi: ἐπιφυήσεις M (Tisch.) ο 17 τὸν οὐκ ἀναγκαίων (sic) M, corr. Tisch. 18 τῶν πρός add. Tisch. 19 πλήρη addidi 20 ἐξεθισθείς M: ἐξιλασθείς Tisch. 21 κρίθινον M Nicet. (Tisch.): κριθὴ v ὑποβεβηκότων Nicetae cod. Coisl. (coni. Mang., recepit Tisch.): ὑπερβεβηκότων M, ὑποβεβιωκότων v (Vat. Mon. et Hoesch. cod.) post ὑποβεβηκότων add. σπαρτῶν Nicetae cod. Coisl.) [*](2 — 5 pergit Nicetas: πολλὰ μέντοι διὰ τῆς ἀπαρχῆς παρίσταται· πρῶτον μὲν θεοῦ μνήμη, ἔπειτα τῷ πρὸς ἀλήθειαν αἰτίῳ τῆς εὐκαρπίας ἀμοιβὴ δικαιοτάτη. 21 sqq. Lev. 2314. cf. loseph. Ant. lud. III § 250 τῇ δὲ δευτέρᾳ τῶν ἀζύμων ἡμέρᾳ, ἕκτη δ’ ἐστὶν αὕτη καὶ δεκάτη, τῶν καρπῶν οὓς ἐθέρισαν — οὐ γὰρ ἥψαντο πρότερον αὐτῶν — μετα]λαμβάνουσι καὶ τὸν θεὸν ἡγούμενοι τιμᾶν δίκαιον εἶναι πρῶτον, παρ’ οὗ τῆς εὐπορίας τούτων ἔτυχον, τὰς ἀπαρχὰς αὐτῷ τῆς κριθῆς ἐπιφέρουσι τρόπον τοιοῦτον. (251) φρύξαντες τῶν ἀσταχύων τὸ δράγμα καὶ πτίσαντες καὶ καθαρὰς πρὸς ἀλετὸν τὰς κριθὰς ποιήσαντες τῷ βῷμί ἀσσαρῶνα προσφέρουσι τοῦ θεοῦ καὶ μίαν ἐξ αὐτοῦ δράκα ἐπιβαλόντες τὸ λοιπὸν ἀφιᾶσιν εἰς χρῆσιν τοῖς ἱερεῦσι· καὶ τότε λοιπὸν δημοσίᾳ ἔξεστι πᾶσι καὶ ἰδίᾳ θερίζειν. 21 — 1297 pergit Nicetas: κρίθινον δὲ τὸ τῆς ἀπαρχῆς δράγμα — εἰς ἐπιτηδειότερον ἀνατέθεικε καιρόν.)

v.5.p.129
ἀνυπαίτιον χρῆσιν· ἐπειδὴ γὰρ οὔτ’ εὐαγὲς ἦν ἐκ πάντων ἀπάρχεσθαι, τῶν πλείστων πρὸς ἡδονὴν μᾶλλον ἢ τὴν ἀναγκαίαν χρῆσιν γεγονότων, οὔθ’ ὅσιον ἀπολαῦσαι καὶ μετασχεῖν τινος τῶν πρὸς ἐδωδὴν μὴ ἐν οἷς εὐπρεπὲς καὶ θέμις εὐχαριστήσαντας, τὸ δευτερείοις τροφῆς τετιμημένον εἶδος, κριθήν, ἀπάρχεσθαι προσέταξεν ὁ νόμος· ὁ γὰρ τοῦ σίτου καρπὸς τὰ πρεσβεῖα ἔλαχεν, οὗ πάλιν τὴν ἀπαρχὴν ἐπιφανεστέραν οὖσαν εἰς ἐπιτηδειότερον ἀνατίθεται καιρόν, οὐ προεκφοιτῶν ἀλλ’ ἐν τῷ παρόντι ταμιευόμενος ὑπὲρ τοῦ καὶ τὰς εὐχαριστίας ἡρμόσθαι χρόνων τεταγμέναις περιόδοις.

Τοσαύτας ἔχουσα προνομίας, ὁπόσας ἔδειξεν ὁ νόμος, ἡ ἐπὶ τῷ δράγματι πανήγυρις προέορτός ἐστιν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἑτέρας ἑορτῆς μείζονος· ἀπὸ γὰρ ἐκείνης ἡμέρα πεντηκοστὴ καταριθμεῖται ἑπτὰ ἑβδομάσιν, ἀφέσεως ἱερὸν ἀριθμὸν ἐπισφραγιζομένης μονάδος, ἥτις ἐστὶν ἀσώματος θεοῦ εἰκών, ᾧ κατὰ τὴν μόνωσιν ἐξομοιοῦται. τοῦτο μὲν δὴ πρῶτον κάλλος ἐπιδείκνυται πεντηκοντάς.

ἕτερον δὲ μηνυτέον· θαυμαστὴ καὶ περιμάχητός ἐστιν ἡ φύσις αὐτῆς διά τε τἄλλα καὶ ἐπειδὴ συνέστηκεν ἐκ τοῦ στοιχειωδεστάτου καὶ πρεσβυτάτου τῶν ἐν οὐσίαις περιλαμβανομένων, ὥς φασιν οἱ ἀπὸ τῶν μαθημάτων, ὀρθογωνίου τριγώνου· μήκει μὲν γὰρ αἱ τοῦδε πλευραὶ τριῶν οὖσαι καὶ τεσσάρων καὶ πέντε συμπληροῦσιν ἀριθμὸν τὸν δώδεκα, τοῦ ζῳοφόρου κύκλου παράδειγμα, διπλασιασθείσης ἑξάδος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴ τελειότητος, ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν, οἷς ἐξισοῦται· [*](1 οὔτ’] ὅτ’ M 3 πρὸς ἐδωδὴν Nicet.: εἰς ἐδωδὴν M (Tisch.) μὴ ἐν οἷς M Nicet.: μὴ ἄν οἷς Tisch., εἰ μὴ οἶς v 4 εὐχαριστήσαντας M Nicet. (Tisch.): εὐχαριστήσαιτο v 5 κριθήν Nicet.: κρίθινον M (Tisch.) ἀπάρχεσθαι M Nicet. (Tisch.): ἀπάρξεσθαι v ὁ γὰρ M: ἡ γὰρ Nicet.; οὐ γὰρ v (Tisch.) καρπὸς addidi 6 ἀπαρχὴν] ἀρχὴν M 7 ἀνατίθεται M (Tisch.): ἀνατέθεικε Nicet. (v) καιρόν (non καρπόν) etiam M 10 προνομίας Nicet.: προνομὰς M 11 προέορτός Nicet.: προέορτόν M: προεόρτιόν Tisch. εἰ δεῖ τἀληθὲς εἰπεῖν om. Nicet. 12 ἀπὸ Nicet.: ἀλλὰ M ἡμέρα M (Tisch.): τῆς ἡμέρας Nicet. (v) καταριθμεῖται M (Tisch.): ἀριθμεῖται Nicet. (v) 12. 13 ἑπτὰ ἑβδομάσιν scripsi (cf. de decal. § 160): ἑβδόμη ἑβδομάς M (Tisch.), ἑπτὰ ἑβδομάδες Nicet.; ἑπτὰ ἑβδομάδων v 13 ἀφέσεως scripsi (cf. de congr. erud. gr. § 109): ἐφ’ αἷς M (Tisch.), om. Nicet. 14 ὧ M θεῷ Tisch. 1.5 πεντηκοντάς M: πεντηκοστῆς Tisch. 16 αὐτῆς addidi 18 περιλαμβανομένων scripsi: παραλαμβανομένων M (Tisch.) 20 τὸν ιβ' M 22 μερῶν scripsi: ἡμερῶν M (Tisch.) οἷς M: αἷς Tisch.) [*](10—13 pergit Nicetas: τοσαύτας ἔχουσα προνομίας ἡ ἐπὶ τῷ δράγματι πανήγυρις — μονάδος. 12 Lev. 23,15. 16. Deut. 16, 9. 10. cf. Ioseph. Ant. lud. III § 252. Philonis opera vol. V. 9)

v.5.p.130
δυνάμει δ’, ὡς ἔοικεν, ἀπογεννῶσι τὸν πεντηκοστὸν διὰ τοῦ τρὶς τρία καὶ τετράκις τέσσαρα καὶ πεντάκις πέντε, ὥστε ἀναγκαῖον εἶναι λέγειν τοσούτῳ κρείττω δωδεκάδος εἶναι πεντηκοντάδα ὅσῳ καὶ τὸ δυνάμει τοῦ μήκει.

εἰ δὲ τοῦ ἐλάττονος εἰκών ἐστιν ἡ καλλιστεύουσα τῶν ἐν οὐρανῷ σφαῖρα ἡ ζῳοφόρος, τίνος ἂν εἴη παράδειγμα τὸ κρεῖττον, ἡ πεντηκοντάς, ἢ πάντως ἀμείνονος φύσεως; περὶ ἧς οὐ καιρὸς λέγειν· αὔταρκες γὰρ ἐν τῷ παρόντι σεσημειῶσθαι τὴν διαφορὰν ὑπὲρ τοῦ μὴ ἐν παρέργῳ προηγούμενον ἔργον τίθεσθαι.

Πρόσρησιν δ’ ἔλαχεν ἡ κατὰ τὸν πεντηκοστὸν ἀριθμὸν ἐνισταμένη ἑορτὴ πρωτογεννημάτων, ἐν ᾗ δύο ἐζυμωμένους ἄρτους ἐκ πυροῦ γεγονότας ἔθος προσφέρειν ἀπαρχὴν σίτου, τῆς ἀρίστης τροφῆς. ὠνομάσθη δὲ πρωτογεννημάτων ἢ διότι, πρὶν εἰς τὴν ἀνθρώπων χρῆσιν ἐλθεῖν τὸν ἐπέτειον καρπόν, τοῦ νέου σίτου τὸ πρῶτον γέννημα καὶ ὁ πρῶτος παραφανεὶς καρπὸς ἀπαρχὴ προσάγεται —

δίκαιον γὰρ καὶ ὅσιον τὴν μεγίστην λαβόντας παρὰ θεοῦ δωρεὰν ἀφθονίαν ἀναγκαιοτάτης ὁμοῦ καὶ ὠφελιμωτάτης ἔτι δὲ καὶ ἡδίστης τροφῆς μήτε ἀπολαῦσαι μήτε συνόλως σπάσαι, πρὶν ἀπάρξασθαι τῷ χορηγῷ, διδόντας μὲν οὐδέν, αὐτοῦ γὰρ τὰ πάντα καὶ κτήματα καὶ δωρεαί, διὰ δὲ βραχέος συμβόλου παραφαίνοντας εὐχάριστον καὶ θεοφιλὲς ἦθος πρὸς τὸν χαρίτων μὲν ἀνεπιδεᾶ συνεχεῖς δὲ καὶ ἀενάους χάριτας ἄρδοντα —